retour à l'entrée du site  

table des matières de l'œuvre dE PHILOSTRATE

 

PHILOSTRATE

 

 

ΠΕΡΙ ΓΥΜΝΑΣΤΙΚΗΣ.

Oeuvre numérisée par Marc Szwajcer

traduction française

Pour avoir la traduction française d'un chapitre, cliquer sur ce chapitre

 

 

ΦΙΛΟΣΤΡΑΤΟΥ

ΠΕΡΙ ΓΥΜΝΑΣΤΙΚΗΣ.

[1] Σοφίαν ἡγώμεθα καὶ τὰ τοιαῦτα μέν, οἷον φιλοσοφῆσαι καὶ εἰπεῖν σὺν τέχνῃ, ποιητικῆς τε ἅψασθαι, καὶ μουσικῆς, καὶ γεωμετρίας, καὶ νὴ Δία, ἀστρονομίας, ὁπόση μὴ περιττή· σοφία δὲ καὶ τὸ κοσμῆσαι στρατιάν, καὶ ἔτι τὰ τοιαῦτα, ἰατρικὴ πᾶσα καὶ ζωγραφία, καὶ πλαστικὴ, καὶ ἀγαλμάτων εἴδη, καὶ κοῖλοι λίθοι, καὶ κοῖλος σίδηρος. Βάναυσοι δὲ ὁπόσαι, δεδόσθω μὲν αὐταῖς τέχνη, καθ´ ἣν ὄργανόν τι καὶ σκεῦος ὀρθῶς ἀποτελεσθήσεται· σοφία δὲ ἐς ἐκείνας ἀποκείσθω μόνας, ἃς εἶπον. Ἐξαιρῶ [καὶ] κυβερνήτην τῶν βαναύσων, ἐπειδὴ ἄστρων τε συνέσεως, καὶ ἀνέμων, καὶ τῶν ἀδήλων ἅπτεται. Ταῦτα μὲν ὧν ἕνεκά μοι εἴρηται, δειχθήσεται· περὶ δὲ γυμναστικῆς, σοφίαν λέγωμεν οὐδεμιᾶς ἐλάττω τέχνης, ὥστε ἐς ὑπομνήματα ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν· ἡ μὲν γὰρ πάλαι γυμναστικὴ Μίλωνας ἐποίει, καὶ Ἱπποσθένεις, Πουλυδάμαντάς τε καὶ Προμάχους, καὶ Γλαῦκον τὸν Δημύλου, καὶ τοὺς πρὸ τούτων ἔτι ἀθλητάς· τὸν Πηλέα δήπου καὶ τὸν Θησέα, καὶ τὸν Ἡρακλέα αὐτόν. Ἡ δὲ ἐπὶ τῶν πατέρων ἥττους μὲν οἶδε, θαυμασίους δὲ καὶ μεμνῆσθαι ἀξίους· ἡ δὲ νῦν καθεστηκυῖα μεταβέβληκεν οὕτω τὰ τῶν ἀθλητῶν, ὡς καὶ τοῖς φιλογυμναστοῦσι τοὺς πολλοὺς ἔχθεσθαι.

[2] Δοκεῖ δή μοι διδάξαι μὲν τὰς αἰτίας δι´ ἃς ὑποδέδωκε ταῦτα, ξυμβαλέσθαι δὲ γυμνάζουσί τε καὶ γυμναζομένοις ὁπόσα οἶδα, ἀπολογήσασθαί τε ὑπὲρ τῆς φύσεως, ἀκουούσης κακῶς, ἐπειδὴ παρὰ πολὺ τῶν πάλαι οἱ νῦν ἀθληταί· λέοντάς τε γὰρ βόσκει καὶ νῦν φαυλοτέρους οὐδέν· τῶν τε κυνῶν καὶ ἵππων καὶ ταύρων ταὐτὸν χρῆμα· καὶ τὸ εἰς δένδρα δὲ αὐτῆς ἧκον, ἄμπελοί τε ὅμοιοι ἔτι, καὶ συκῆς δῶρα· χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων οὐδὲν παρήλλαξεν· ἀλλ´ ὡς αὐτὴ ἐνόμισε, τοῖς προτέροις ὅμοια φύει τὰ πάντα. Ἀθλητῶν δέ ὁπόσαι περὶ αὐτοὺς ἦσάν ποτε ἀρεταί, οὐχ ἡ φύσις ἀπηνέχθη· φέρει γὰρ δὴ ἔτι θυμοειδεῖς, εὐειδεῖς, ἀγχίνους· φύσεως γὰρ ταῦτα· τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος. Καὶ ὅπως μὲν ξυνέβη ταῦτα, δηλώσω ὕστερον. Πρῶτον δὲ ἐπισκεψώμεθα δρόμου αἰτίας, καὶ πυγμῆς, καὶ πάλης, καὶ τῶν τοιούτων, καὶ ἐξ ὅτου ἤρξατο ἕκαστα, καὶ ἀφ´ ὅτου. Παρακείσεται δὲ ἁπανταχοῦ τὰ Ἠλείων· δεῖ γάρ περὶ τὰ τοιαῦτα ἐκ τῶν ἀκριβεστάτων φράζειν.

[3] Ἔστι τοίνυν ἀγωνίας ξυμπάσης τὰ μὲν κοῦφα ταῦτα· στάδιον, δόλιχος, ὁπλῖται, δίαυλος, ἅλμα· τὰ βαρύτερα δὲ, παγκράτιον, πάλη, πύκται. Πένταθλος δὲ ἀμφοῖν συνηρμόσθη· παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς· τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν, κοῦφοί εἰσι. Πρὸ μὲν δὴ Ἰάσονος καὶ Πηλέως, ἅλμα ἐστεφανοῦτο ἰδίᾳ, καὶ δίσκος ἰδίᾳ, καὶ τὸ ἀκόντιον ἤρκει ἡ νίκη κατὰ τοὺς χρόνους οὓς ἡ Ἀργὼ ἔπλει. Τελαμὼν μὲν κράτιστα ἐδίσκευε· Λυγκεὺς δὲ ἠκόντιζεν· ἔτρεχον δὲ καὶ ἐπήδων οἱ ἐκ Βορέου· Πηλεὺς δὲ ταῦτα μὲν ἦν δεύτερος, ἐκράτει δὲ ἁπάντων πάλῃ. Ὁπότ´ οὖν ἠγωνίζοντο ἐν Λήμνῳ, φασὶν Ἰάσονα Πηλεῖ χαριζόμενον συνάψαι τὰ πέντε, καὶ Πηλέα τὴν νίκην οὕτω συλλέξασθαι, πολεμικώτατόν τε νομισθῆναι τῶν ἐφ´ ἑαυτοῦ, διά τε τὴν ἀρετὴν, ᾗ ἐχρῆτο ἐς τὰς μάχας, διά τε τὴν εἰς τὰ πέντε ἐπιτήδευσιν, οὕτω πολεμικὴν οὖσαν, ὡς καὶ ἀκοντίζειν ἐν τοῖς ἄθλοις.

[4] Δολίχου δὲ αἰτία ἦν ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων ἐς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι· καὶ ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν, ἀλλ´ αὐτουργοῖς εἶναι τοῦ δρόμου. Τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος δρομοκήρυκας εἰργάζετο, καὶ ἐγύμναζε τῷ πολέμῳ.

[5] Στάδιον δὲ ὧδε εὕρηται· θυσάντων Ἠλείων ὁπόσα νομίζουσι, διέκειτο μὲν ἐπὶ τοῦ βωμοῦ τὰ ἱερά, πῦρ δὲ αὐτοῖς οὔπω ἐνέκειτο. Στάδιον δὲ οἱ δρομεῖς ἀπεῖχον τοῦ βωμοῦ· καὶ εἱστήκει πρὸ αὐτοῦ ἱερεὺς λαμπαδίῳ βραβεύων· καὶ ὁ νικῶν ἐμπυρίσας τὰ ἱερὰ, ὀλυμπιονίκης ἀπῄει.

[6] Ἐπεὶ δὲ Ἠλεῖοι θύσειαν, ἔδει μὲν καὶ τοὺς ἁπαντῶντας Ἑλλήνων θύειν θεωρούς. Ὡς δὲ μὴ ἀργῶς ἡ πρόσοδος αὐτῶν γίγνοιτο, ἔτρεχον οἱ δρομεῖς ἀπὸ τοῦ βωμοῦ στάδιον οἷον, καλοῦντες τὸ ἑλληνικόν, καὶ πάλιν εἰς ταὐτὸν ὑπέστρεφον οἱ ἀγγέλλοντες ὅτι δὴ ἀφίξοιτο ἡ Ἑλλὰς χαίρουσα.
Ταῦτα μὲν οὖν περὶ διαύλου.

[7] Οἱ δρόμοι δὲ ὁπλῖται ποικίλοι μέν, καὶ μάλιστα οἱ κατὰ Νεμέαν, οὓς ἐνόπλους τε καὶ ἱππίους ὀνομάζουσιν· ἀνάκειται δὲ τοῖς ἀμφὶ Τυδέα τοῖς ἑπτά. Ὁ δέ γε ὀλυμπιακὸς ὁπλίτης, ὡς μὲν Ἠλεῖοί
φασιν, ἐτέθη διὰ ταῦτα· πόλεμον Ἠλεῖοι Δυμαίοις ξυνῆψαν, οὕτω τι ἀκήρυκτον, ὡς μηδὲ τὰ Ὀλύμπια ἀνοχὰς εἶναι. Νικώντων δὲ αὖ τῶν Ἠλείων κατὰ τὴν τῶν ἄθλων ἡμέραν, ὁπλίτης λέγεται τῶν ἀπὸ τῆς μάχης ἐσδραμεῖν ἐς τὸ στάδιον, εὐαγγέλια ἀπάγων τῆς νίκης. Ταυτὶ δὲ πιθανὰ μέν, ἀκούω δ´ αὐτὰ καὶ Δελφῶν, ἐπειδὴ πρὸς ἐνίας τῶν Φωκίδων ἐπολέμησαν, καὶ Ἀργείων, ἐπειδὴ πολέμῳ συνεχεῖ πρὸς Λακεδαιμονίους ἐτρίβοντο, καὶ Κορινθίων, ἐπειδὴ καὶ ἐν αὐτῇ Πελοποννήσῳ καὶ ὑπὲρ τὰ ὅρια τοῦ Ἰσθμοῦ ἐπολέμουν. Ἐμοὶ δὲ ἕτερα περὶ ὁπλίτου δοκεῖ· φημὶ γὰρ νενομίσθαι μὲν αὐτὸν ἐκ πολεμικῆς αἰτίας, παριέναι δὲ ἐς τοὺς ἀγῶνας, πολέμου ἀρχῆς ἕνεκα, δηλούσης τῆς ἀσπίδος ὅτι πέπαυται ἐκεχειρία, δεῖ δὲ ὅπλων. Εἰ δὲ μὴ ῥᾳθύμως ἀκούεις τοῦ κήρυκος, ὁρᾷς ὡς ἐπὶ πάντων κηρύττει λήγειν μὲν τὸν τῶν ἄθλων ταμίαν ἀγῶνα, τὴν σάλπιγγα δὲ τὰ τοῦ Ἐνυαλίου σημαίνειν, προκαλουμένην τοὺς νέους ἐς ὅπλα. Κελεύει δὲ τουτὶ τὸ
κήρυγμα καὶ τοὔλαιον ἀραμένους ἐκποδών ποι φέρειν, οὐχ ὡς ἀλειψομένους, ἀλλ´ ὡς πεπαυμένους τοῦ ἀλείφεσθαι.

[8] Ἄριστος δὲ ὁ κατὰ Βοιωτίαν καὶ Πλάταιαν ὁπλίτης ἐνομίζετο διά τε τὸ μῆκος τοῦ δρόμου, διά τε τὴν ὅπλισιν ποδήρη οὖσαν καὶ σκεπάζουσαν τὸν ἀθλητήν, ὡς ἂν εἰ καὶ μάχοιτο, διά τε τὸ ἐπ´ ἔργῳ λαμπρῷ κεῖσθαι τῷ μηδικῷ, διά τε τὸ νομίσαι ταῦτα Ἕλληνας κατὰ βαρβάρων, καὶ μὴν καὶ διὰ τὸν νόμον τὸν ἐπὶ τοῖς ἀγωνιουμένοις κείμενον, ὡς νενόμικεν ἡ Πλάταια· τὸν γὰρ ἤδη παρ´ αὐτοῖς ἐστεφανωμένον, εἰ ἀγωνίζοιτο αὖθις, ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος· θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο.

[9] Πυγμὴ δὲ, Λακωνικὸν εὕρημα, καὶ ἐς Βέβρυκάς ποτε βαρβάρους ἦλθεν. Ἄριστά τε αὐτῇ Πολυδεύκης ἐχρῆτο· ὅθεν οἱ ποιηταὶ αὐτὸν ἐκ τούτων ᾖδον. Ἐπύκτευον δὲ οἱ ἀρχαῖοι Λακεδαιμόνιοι διὰ τάδε· κράνη Λακεδαιμονίοις οὐκ ἦν, οὐδ´ ἐγχώριον ἡγοῦντο τὴν ὑπ´ αὐτοῖς μάχην· ἀλλ´ ἦν ἀσπὶς ἀντὶ κράνους τῷ μετ´ ἐπιστήμης φέροντι. Ὡς οὖν φυλάττοιντο μὲν τὰς κατὰ τοῦ προσώπου πληγάς, πληττόμενοι δὲ ἀνέχοιντο, πυγμὴν ἐπήσκησαν, καὶ τὰ πρόσωπα οὕτω ἐνεγυμνάζοντο. Προιόντες δὲ μεθῆκαν τὸ πυκτεύειν καὶ τὸ παγκρατιάζειν ὁμοίως, αἰσχρὸν ἡγούμενοι διαγωνίζεσθαι ταῦτα, ἐν οἷς ἔστιν, ἑνὸς ἀπειπόντος, διαβεβλῆσθαι τὴν Σπάρτην, ὡς μὴ εὔψυχον.

[10] Ὥπλιστο δὲ ἡ ἀρχαία πυγμὴ τὸν τρόπον τοῦτον· εἰς στρόφιον οἱ τέτταρες τῶν δακτύλων ἐνεβιβάζοντο, καὶ ὑπερέβαλλον τοῦ στροφίου τοσοῦτον, ὅσον εἰ συνάγοιντο, πὺξ εἶναι· ξυνείχοντο δὲ ὑπὸ σειρᾶς, ἣν καθάπερ ἔρεισμα ἐβέβληντο ἐκ τοῦ πήχεος. Νυνὶ δὲ αὖ μεθέστηκε· ῥινοὺς γὰρ τῶν πιοτάτων βοῶν ἕψοντες ἱμάντα ἐργάζονται πυκτικὸν ὀξὺν καὶ προεμβάλλοντα. Ὁ δέ γε ἀντίχειρ οὐ ξυλλαμβάνει τοῖς δακτύλοις τὸ πλήττειν, ὑπὲρ συμμετρίας τῶν τραυμάτων, ὡς μὴ πᾶσα ἡ χεὶρ μάχοιτο· ὅθεν τοὺς ἱμάντας τοὺς ἀπὸ τῶν συῶν ἐκκρίνουσι τῶν σταδίων, ὀδυνηρὰς ἡγούμενοι τὰς ἀπ´ αὐτῶν πληγὰς καὶ δυσιάτους.

[11] Πάλη δὲ καὶ παγκράτιον ὡς ἐς τὸ πρόσφορον τῷ πολέμῳ εὕρηται. Πρῶτον μὲν δηλοῖ τὸ Μαραθῶνι ἔργον, διαπολεμηθὲν οὕτως Ἀθηναίοις, ὡς ἀγχοῦ πάλης φαίνεσθαι, προσόντος πολέμου τῷ ἔργῳ· δεύτερον δὲ, τὸ ἐν Θερμοπύλαις, ὅτε Λακεδαιμόνιοι, κλασθέντων αὐτοῖς ξιφῶν τε καὶ δοράτων, πολλὰ ταῖς χερσὶ γυμναῖς ἔπραξαν. Ὁπόσα δέ ἐστιν ἐν ἀγωνίᾳ, προτετίμηται πάντων τὸ παγκράτιον, καίτοι συγκείμενον ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς· προτετίμηται δὲ παρ´ ἕτερα. Ὡς Ἠλεῖοί γε, τὴν πάλην καρτερὰν νενομίκασι καὶ ἀλεγεινὴν κατὰ τοὺς ποιητάς, οὐ μόνον ἐπὶ ταῖς διαπλοκαῖς τῶν παλαισμάτων, αἷς δεῖ τοῦ σώματος ὑγροῦ καὶ εὐκόλου, ἀλλὰ καὶ τῷ πρὸ αὐτῶν ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων. Παγκράτιόν γε οὖν, καὶ πυγμὴν, καὶ πάλην ἀκονιτὶ στεφανοῦν δεινὸν ἡγούμενοι, τὸν παλαιστὴν οὐκ ἀπελαύνουσιν, ἐπειδὴ ὁ νόμος τὴν τοιάνδε νίκην μόνῃ ξυγχωρεῖν φησι τῇ γυρᾷ καὶ ταλαιπώρῳ πάλῃ. Καὶ σαφὴς ἐμοίγε οὖν ἡ αἰτία δι´ ἣν ὁ νόμος οὕτω προστάττει· τοῦ γὰρ δὴ ἀγωνίσασθαι ἐν Ὀλυμπίᾳ δεινοῦ ὄντος, χαλεπώτερον ἔτι τὸ γυμνάζεσθαι δοκεῖ. Τὰ μὲν οὖν τῶν κούφων γυμνάζεται ὁ δολιχοδρόμος, καὶ ὁ πένταθλος· χαλεπὸν [δὲ] ἀπὸ τῶν τοιούτων οὐδέν; ὁ γὰρ τρόπος τῶν γυμνασίων ὁ αὐτὸς, ἤν τε Ἠλεῖοι γυμνάζωσιν, ἤν τε ἕτεροι· ὁ δὲ βαρύτερος ἀθλητὴς γυμνάζεται μὲν ὑπὸ Ἠλείων κατὰ τὴν ὥραν τοῦ ἔτους, ὅτε μάλιστα ὁ ἥλιος τὴν  ἰλὺν ἐν κοίλῃ Ἀρκαδίᾳ αἴθει, κόνιν δὲ ἀνέχεται θερμοτέραν τῆς Αἰθιόπων ψάμμου· καρτερεῖ δὲ ἐκ μεσημβρίας ἀρξάμενος. Καὶ τούτων οὕτω ταλαιπώρων ὄντων, τὸ ἐπιπονώτατον οἱ παλαισταί εἰσιν· ὁ μὲν γὰρ πύκτης ἐπειδὰν ὁ τοῦ σταδίου καιρὸς ἥκῃ, τρωθήσεται, καὶ τρώσει, καὶ προσβήσεται ταῖς κνήμαις· γυμναζόμενος δὲ, σκιὰν τῆς ἀγωνίας ἐπιδείξεται. Καὶ ὁ παγκρατιαστὴς ἀγωνιεῖται μὲν πάντα τρόπον, ὁπόσοι ἐν παγκρατίῳ εἰσίν· γυμνάζεται δὲ ἄλλοτε ἄλλῳ. Πάλη δὲ, ταὐτὸν μὲν ἐν προαγῶνι, ταὐτὸν δὲ καὶ ἐν ἀγῶνι· παρέχεται γὰρ ἑκατέρα πεῖραν, ὁπόσα οἶδε καὶ ὁπόσα δύναται. Γυρά τε εἰκότως εἴρηται· γυρὸν γὰρ πάλης καὶ τὸ ὀρθόν, ὅθεν Ἠλεῖοι στεφανοῦσι τὸ γυμναστικώτατον, καὶ μονονοὺ τοῦ γεγυμνάσθαι.

[12] Παρελθεῖν δὲ ταῦτα οὐχ ὁμοῦ πάντα εἰς τοὺς ἀγῶνας, ἐπ´ ἄλλῳ δὲ ἄλλο εὑρισκόμενόν τε ὑπὸ τῆς γυμναστικῆς, καὶ ἀποτελούμενον· ἦν μὲν γὰρ [τὰ] πάλαι ὀλύμπια ἐς τὴν τρίτην ἐπὶ δέκα ὀλυμπιάδας, σταδίου μόνου· καὶ ἐνίκων ἐν αὐτοῖς Ἠλεῖοι τρεῖς, ἑπτὰ Μεσσήνιοι, Κορίνθιος, Δυμαῖος, Κλεωναῖος, ἄλλος ἄλλην ὀλυμπιάδα· δύο δὲ οὐδεὶς ὁ αὐτός. - Ἐπὶ δὲ τῆς τετάρτης ἐπὶ δέκα δίαυλος μὲν ἤρξατο· Ὑπήνου δὲ ἐγένετο Ἠλείου ἡ ἐπ´ αὐτῷ νίκη. Μετ´ ἐκείνην δολίχου ἀγὼν, καὶ ἐνίκα Σπαρτιάτης Ἄκανθος. - Ἀνδρῶν δὲ πένταθλον καὶ ἀνδρῶν πάλην ἤσκησεν ἡ ὀγδόη ἐπὶ δέκα ὀλυμπιάσιν· ἐνίκα δὲ, πάλην μὲν, Εὐρύβατος Λουσιεύς· τὰ δὲ πέντε, Λάμπις Λάκων. Εἰσὶ δὲ οἳ καὶ τὸν Εὐρύβατον Σπαρτιάτην γράφουσιν. - Ἡ δὲ τρίτη καὶ εἰκοστὴ ὀλυμπιὰς, ἄνδρα ἤδη ἐκάλει πύκτην, καὶ κρατίστως ὁ Σμυρναῖος Ὀνόμαστος πυκτεύσας ἐνίκησεν, ἐπιγράψας τὴν Σμύρνην ἔργῳ καλῷ· ὁπόσαι γὰρ πόλεις ἰωνικαί τε καὶ λύδιοι, ὅσαι καθ´ Ἑλλήσποντόν τε καὶ Φρυγίαν, καὶ ὁπόσα ἔθνη ἀνθρώπων ἐν Ἀσίᾳ εἰσί, ταῦτα ὁμοῦ ξύμπαντα ἡ Σμύρνα ὑπερεβάλετο, καὶ στεφάνου ὀλυμπικοῦ πρώτη ἔτυχεν. Καὶ νόμους ἔγραψεν ὁ ἀθλητὴς οὗτος πυκτικούς, οἷς ἐχρῶντο οἱ Ἠλεῖοι διὰ σοφίαν τοῦ πύκτου· καὶ οὐκ ἤχθοντο οἱ Ἀρκάδες, εἰ νόμους ἔγραψεν αὐτοῖς ἐναγωνίους ἐξ Ἰωνίας ἥκων τῆς ἁβρᾶς. - Κατὰ δὲ τὴν τρίτην καὶ τριακοστὴν ὀλυμπιάδα, παγκράτιον μὲν ἐτέθη, μήπω τεθὲν, Λύγδαμις δὲ ἐνίκα Συρακούσιος. Μέγας δὲ οὕτω τις ὁ Σικελιώτης ἦν, ὡς τὸν πόδα ἰσόπηχυν εἶναι· τὸ γοῦν στάδιον ἀναμετρῆσαι λέγεται τοσούτοις ἑαυτοῦ ποσίν ὅσοι τοῦ σταδίου πήχεις νομίζονται.

[13] Φασὶ καὶ παίδων πένταθλον παρελθεῖν ἐκεῖ κατὰ τὴν ὀγδόην καὶ τριακοστήν· ὅτε νικῆσαι μὲν Εὐτελίδαν Λακεδαιμόνιον, τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ. - Ὁ δὲ νικήσας τὸ τῶν παίδων στάδιον κατὰ τὴν ἕκτην καὶ τεσσαρακοστὴν ὀλυμπιάδα· τότε γὰρ πρῶτον ἐτέθη· παῖς ἦν καλὸς Πολυμήστωρ ὁ Μιλήσιος, ὃς τῇ ῥύμῃ τῶν ποδῶν λαγὼν ἔφθανε. - Πυγμὴν δὲ παίδων, οἱ μὲν φασὶν ἐπὶ τῆς πρώτης καὶ τεσσαρακοστῆς ἄρξασθαι ὀλυμπιάδος, καὶ Φιλητᾶν Συβαρίτην νενικηκέναι· οἱ δὲ ἐπὶ τῆς ἑξηκοστῆς λέγουσι. [καὶ ὅτι]  ὁ Κρέων ἐκ Κέω τῆς νήσου. - Δαμάρετος δὲ κατὰ τὴν ἑξηκοστὴν πέμπτην, πρῶτος ὁπλίτου λέγεται τυχεῖν, Ἡραιεύς, οἶμαι, ὤν. - Ἑκατοστῇ καὶ τεσσαρακοστῇ καὶ πέμπτῃ ὀλυμπιάδι παιδὸς παγκρατιαστοῦ [ἆθλα] ἐπεγράφη. οὐκ οἶδα [δὲ] ἐξ ὅτου βραδέως αὐτὰ ἐννοήσαντες, εὐδοκιμοῦντα ἤδη παρ´ ἑτέροις· ὀψὲ γὰρ τῶν ὀλυμπιάδων Αἰγύπτου ἤδη στεφανουμένης, ἤρξατο· κἀκείνη δὲ ἡ νίκη καὶ Αἰγυπτία ἐγένετο. Ναύκρατις οὖν ἀνερρήθη, νικῶντος Αἰγυπτίου Φαιδίμου. - Ταῦτα οὐκ ἄν μοι δοκεῖ καθ´ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ [ἡ] γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά· καὶ γὰρ αὐταὶ τῶν ἀθλητῶν αἱ νῖκαι τοῖς γυμνασταῖς οὐ μεῖον ἢ τοῖς ἀθληταῖς πρόσκεινται.

[14] Τί οὖν χρὴ περὶ γυμναστικῆς γινώσκειν; Τί δ´ ἄλλο ἢ σοφίαν αὐτὴν ἡγεῖσθαι, ξυγκειμένην μὲν ἐξ ἰατρικῆς τε καὶ παιδοτριβικῆς, οὖσαν δὲ τῆς μὲν τελεωτέραν, τῆς δὲ μόριον. Ὁπόσον δὲ ἀμφοῖν μετέσχηκεν, ἐγὼ δηλώσω. Παλαισμάτων εἴδη ὁπόσα ἐστὶ, δηλώσει ὁ παιδοτρίβης, καιρούς τε ὑποτιθέμενος, καὶ ὁρμὰς καὶ μέτρα· καὶ ὅπως ἄν τις ἢ φυλάττοιτο, ἢ φυλαττομένου κρατοίη. Διδάξει δὲ καὶ ὁ γυμναστὴς εἰδότα μήπω τὸν ἀθλητὴν ταῦτα· ἀλλ´ ἔστιν ὅπου δεῖ μεταχειρίσασθαι πάλην, ἢ παγκράτιον, ἢ καὶ πλεονέκτημα ὑπάρχον ἀντιπάλων διαφυγεῖν ἢ ἐκκροῦσαι, ὧν οὐδὲν ἂν ἐς ἐπίνοιαν ἴοι τῷ γυμναστῇ, μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι. Κατὰ μὲν τοῦτο δὴ ἴσαι αἱ τέχναι· χυμοὺς δὲ ἀποκαθῆραι, καὶ τὰ περιττὰ ἀφελεῖν καὶ λεᾶναι τὰ κατεσκληκότα, καὶ πιᾶναί τι ἢ μεταβαλεῖν ἢ θάλψαι αὐτῶν γυμναστικῆς ἐν σοφίᾳ. Ἐκεῖνα ἢ οὐκ ἐπιστήσεται ὁ παιδοτρίβης· ἢ εἰ γιγνώσκοι, πονήρως ἐπὶ τοῖς παισὶ χρήσεται, βασανίζων ἐλευθερίαν ἀκραιφνοῦς αἵματος. Τῆς μὲν δὴ προειρημένης ἐπιστήμης ἡ γυμναστικὴ τοσούτῳ τελεωτέρα· πρὸς δέ γε ἰατρικὴν ὧδε ἔχει· νοσήματα ὁπόσα κατάῤῥους καὶ ὑδέρους, καὶ φθόας ὀνομάζομεν, καὶ ὁπόσαι ἱεραὶ νόσοι, ἰατροὶ μὲν παύουσιν, ἐπαντλοῦντές τι ἢ ἀποκλύζοντες, ἢ ἐπιπλάττοντες· γυμναστικὴ δὲ τὰ τοιαῦτα διαίταις ἴσχει, καὶ τρίψει. Ῥήξαντα δέ τι ἢ τρωθέντα, ἢ θολωθέντα τὸ ἐν ὀφθαλμοῖς φῶς, ἢ ὀλισθήσαντά τινα τῶν ἄρθρων, εἰς ἰατροὺς χρὴ φέρειν, ὡς οὐδὲν ἡ γυμναστικὴ πρὸς τὰ τοιαῦτα.

[15] Ἐκ τούτων μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην ἡ γυμναστική ἐστι· δοκῶ δέ μοι κἀκεῖνα ἐν αὐτῇ ὁρᾷν· ἰατρικὴν πᾶσαν ὁ αὐτὸς οὐδεὶς ἂν, ἀλλ´ ὁ μὲν ῥηγμάτων ἐπαίειν, ὁ δὲ ξυνιέναι πυρεττόντων, ὁ δὲ ὀφθαλμιώντων, ὁ δὲ φθισικῶν ὑγιῶς ἁπάντων. Καὶ μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς, φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν· γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν· ὁ γὰρ τὰ δρομικὰ εἰδὼς, τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται· καὶ ὁ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.

[16] Ξυμμετοχὴ μὲν τῆς τέχνης ἥδε· γένεσις δὲ αὐτῆς, τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν καὶ πυκτεῦσαι, καὶ δραμεῖν ὀρθόν· καὶ γὰρ οὐδ´ ἓν ἂν γένοιτό τι τῶν τοιούτων, μὴ προυπάρχοντος τουτοῦ, δι´ ὃ γίγνεται· Καὶ ὥσπερ χαλκευτικῆς γένεσις ὁ σίδηρος, καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ, καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν, οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. Καὶ λόγος δὲ ᾄδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς δὲ εἴη· καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος, γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε αὐτὸς τοῦ εὑρήματος, καὶ παλαίστρα γε Ἑρμοῦ πρώτη, καὶ οἱ πλασθέντες γε ἐκ Προμηθέως (ἄνθρωποι οἵδε ἄρα οὗτοι εἶεν) τῷ πηλῷ γυμνασάμενοι ἐν ᾧ ἦσαν, πλάττεσθαι ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.

[17] Πυθοῖ μὲν οὖν καὶ Ἰσθμοῖ, καὶ ὅπου ποτὲ τῆς γῆς ἐτέθησαν ἀγῶνες, τρίβωνα ὁ γυμναστὴς ἀμπεχόμενος, ἀλείφει τὸν ἀθλητὴν, καὶ οὐδεὶς ἀποδύσει ἄκοντα· ἐν Ὀλυμπίᾳ δὲ γυμνὸς ἐφέστηκεν, ὡς μὲν δόξα ἐνίων, διελέγχοντες Ἠλεῖοι τὸν γυμναστὴν ὥρᾳ ἔτους, εἰ καρτερεῖν οἶδε καὶ θέρεσθαι· ὡς δὲ Ἠλεῖοί φασι, Φερενίκη ἡ Ῥοδία ἐγένετο Διαγόρου θυγάτηρ τοῦ πύκτου, καὶ τὸ ἦθος ἡ Φερενίκη οὕτω τι ἔῤῥωτο, ὡς Ἠλείοις τὰ πρῶτα ἀνὴρ δόξαι. Εἶρκται γε οὖν ὑπὸ τρίβωνι ἐν Ὀλυμπίᾳ καὶ Πεισίδωρον τὸν ἑαυτῆς υἱὸν ἐγύμναζε. Πύκτης δὲ ἄρα κἀκεῖνος ἦν, εὔχειρ τὴν τέχνην, καὶ μείων οὐδὲν τοῦ πάππου. Ἐπεὶ δὲ ξυνῆκαν τῆς ἀπάτης, ἀποκτεῖναι μὲν τὴν Φερενίκην ὤκνησαν, ἐνθυμηθέντες τὸν Διαγόραν καὶ τοὺς Διαγόρου παῖδας· ὁ γὰρ Φερενίκης οἶκος ὀλυμπιονῖκαι πάντες· νόμος δὲ ἐγράφη τὸν γυμναστὴν ἀποδύεσθαι, καὶ μηδὲ τοῦτον ἀνέλεγκτον αὐτοῖς εἶναι.

[18] Φέρει δὲ καὶ στλεγγίδα ὁ γυμναστὴς ἐκεῖ, διὰ τοῦτο ἴσως· ἐγκονίεσθαι παλαίστρᾳ τὸν ἀθλητὴν ἐν Ὀλυμπίᾳ καὶ ἡλιοῦσθαι ἀνάγκη· ἵν´ οὖν μὴ λυμαίνοιντο τὴν ἕξιν, ἡ στλεγγὶς ἀναμιμνήσκει τὸν ἀθλητὴν ἐλαίου, καί φησι δεῖν ἐπάγειν αὐτὸ οὕτως ἀφθόνως, ὡς καὶ ἀποστλεγγίζειν ἀλείψαντα. Εἰσὶ δὲ οἵ φασιν ὡς γυμναστής ἐν Ὀλυμπίᾳ τεθηγμένῃ τῇ στλεγγίδι τὸν ἀθλητὴν ἀπέκτεινε μὴ καρτερήσαντα ὑπὲρ τῆς νίκης. Καὶ ξυγχωρῶ τῷ λόγῳ· βέλτιον γὰρ πιστεύεσθαι ἢ ἀπιστεῖσθαι. Ξίφος μὲν δὴ ἐπὶ τοὺς πονηροὺς τῶν ἀθλητῶν στλεγγὶς ἔστω. Καὶ ἐχέτω δή τι ὑπὲρ τὸν Ἑλλανοδίκην ὁ γυμναστὴς ἐν Ὀλυμπίᾳ.

[19] Λακεδαιμόνιοι δὲ καὶ τακτικὴν ἐβούλοντο καὶ αὐτοὺς τοὺς γυμναστὰς εἰδέναι, μελέτην τῶν πολεμικῶν τοὺς ἀγῶνας ἡγούμενοι. Καὶ οὐ χρὴ θαυμάζειν, ὅπου καὶ τὴν ὄρχησιν, τὸ ῥᾳθυμότερον τῶν ἐν εἰρήνῃ, Λακεδαιμόνιοι πάντως ἐς τὰ πολεμικὰ ἀνέφερον, ὀρχούμενοι τρόπον ὃν φυλάξεταί τις βέλος ἢ ἀφήσει ἢ ἀρθήσεται ἀπὸ τῆς γῆς καὶ τῇ ἀσπίδι εὐμεταχειρίστως χρήσεται.

[20] Ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς, ἢ παρακελευσάμενοί τι, ἢ ἐπιπλήξαντες, ἢ ἀπειλήσαντες, ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα, καὶ πλείω λόγου· λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν τὸν Καρύστιον, ἀπιστούμενον ἐν Ὀλυμπίᾳ τήν πυγμὴν τῷ ἀντιπάλῳ, Τισίας ὁ γυμναστὴς εἰς νίκην ἤγαγε παρακελευσάμενος  « τὰν ἀπ´ ἀρότρου πλῆξαι·  » τουτὶ δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά· τὴν γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι, σφυρηδὸν τῇ δεξιᾷ πλήξας.

[21] Ἀρριχίωνα δὲ τὸν παγκρατιαστὴν δύο μὲν ἤδη ὀλυμπιάδας νικῶντα, τρίτην δὲ ἐπ´ ἐκείναις ὀλυμπιάδα μαχόμενον περὶ τοῦ στεφάνου, καὶ ἤδη ἀπαγορεύοντα, Ἐρυξίας ὁ γυμναστὴς εἰς ἔρωτα θανάτου κατέστησεν, ἀναβοήσας ἔξωθεν  « ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.  »

[22] Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς ἐρῶντος. Ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων·  « Ὦ Πρόμαχε, εἶπε, δοκεῖς μοι ἐρᾶν·  »  ὡς δὲ εἶδεν ἐρυθριῶντα·  « Ἀλλ´ οὐκ ἐλέγξων, ἔφη, ταῦτα ἠρόμην, ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος· καὶ γὰρ ἂν καὶ διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ. »  Καὶ διαλεχθεὶς οὐδὲν, ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι·  « οὐκ ἀπαξιοῖ τοί σε, ἔφη, [εἶναι ?] τῶν ἑαυτῆς παιδικῶν νικῶντα ὀλυμπίαζε.  »  Καὶ ὁ Πρόμαχος ἀναπνεύσας ἐφ´ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πολυδάμαντα τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς ὁ Πουλυδάμας ᾑρήκει παρ´ Ὤχῳ τῷ Πέρσῃ.

[23] Μανδρογένους δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν, ᾗ ἐκέχρητο ἀφ´ ἡλικίας εἰς τὰ παγκράτια, τῷ γυμναστῇ ἀνατιθέντος· τεθνάναι μὲν γὰρ τὸν πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον * ἀρρενῆ τε καὶ γυναῖκα· πρὸς ἣν γράψαι τὸν γυμναστὴν ἐπιστολὴν τοιαύτην·  « Τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον· εἰ δὲ ἡττώμενον, ἀπίστει.  »  Ταύτην δὲ ἔφασκεν αἰδούμενος τὴν ἐπιστολὴν, εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.

[24] Ἄτταλος δὲ ὁ Αἰγύπτιος ἐνίκησεν, ἀγωνισάμενος εἰς δεύτερον, ἆθλον, τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρ´ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον· ἔκκριτόν τε νομίζεσθαι πρότερον, ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος. Οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα, ὑπέθηκεν ἑαυτὸν ὁ γυμναστὴς τῷ νόμῳ, καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν εἰς νίκην δευτέραν· τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι.

[25] Ἐπεὶ δὲ ἐπιῤῥεῖ τῶν τοιούτων ὄχλος, ἐγκαταμιγνύντων ἡμῶν παλαιοῖς νέα, σκεψώμεθα τὸν γυμναστὴν αὐτόν, ὁποῖός τις ὢν καὶ ὁπόσα εἰδὼς, τῷ ἀθλητῇ ἐφεστήξει. Ἔστω δὴ ὁ γυμναστὴς μήτε ἀδολέσχης, μήτε ἀγύμναστος τὴν γλῶτταν, ὡς μήτε  τὸ ἔνεργον τῆς τέχνης ἐκλύοιτο ὑπὸ τῆς ἀδολεσχίας, μήτε ἀγροικότερον φαίνοιτο μὴ ξὺν λόγῳ δρώμενον. Φυσιογνωμονικήν τε ἐπεσκέφθω πᾶσαν. Τουτὶ δὲ κελεύω διὰ τόδε· παῖδα ἀθλητὴν ἑλλανοδίκης μέν τις ἢ ἀμφικτύων κρίνουσιν ἀπὸ τῶν τοιῶνδε· εἰ φυλὴ τῷδε καὶ πατρίς, εἰ πατὴρ καὶ γένος, εἰ ἐξ ἐλευθέρων, καὶ μὴ νόθος· ἐπὶ πᾶσιν εἰ νέος, καὶ μὴ ὑπὲρ παῖδα· εἰ δ´ ἐγκρατὴς, ἢ ἀκρατής; εἰ μεθυστής, εἰ λίχνος· εἰ θαρσαλέος, ἢ δειλός. Οὔτε εἰ γιγνώσκοιεν οὐδὲν, οἱ νόμοι σφίσιν ὑπὲρ τῶν τοιούτων διαλέγονται· τὸν δὲ γυμναστὴν ἐξεπίστασθαι ταῦτα, φύσεώς που κριτὴν ὄντα. - Γιγνωσκέτω δὴ τὴν ἐν ὀφθαλμοῖς ἠθικὴν πᾶσαν· ὑφ´ ἧς δηλοῦνται μὲν οἱ νωθροὶ τῶν ἀνθρώπων, δηλοῦνται δὲ οἱ ξύντονοι· εἴρωνές τε καὶ ἧττον καρτερικοὶ καὶ ἀκρατεῖς· ἄλλα γὰρ μελανοφθάλμων, ἄλλα δὲ χαροπῶν τε καὶ γλαυκῶν καὶ ὑφαίμων ὀφθαλμῶν ἤθη· ἕτερα δὲ ξανθῶν καὶ ὑπεστιγμένων, προπαλῶν τε καὶ κοίλων· ἡ γὰρ φύσις ὥρας μὲν ἄστροις ἐσημήνατο, ἤθη δὲ ὀφθαλμοῖς. Ἤθη δὲ αὖτῶν σώματος, ὥσπερ ἐν ἀγαλματοποιίᾳ, ὧδε ἐπισκεπτέον· σφυρὸν μὲν καρπῷ ὁμολογεῖν· κνήμῃ δὲ πῆχυν, καὶ βραχίονα μηρῷ ἀντικρίνεσθαι, καὶ ὤμῳ γλουτόν· μετάφρενα θεωρεῖσθαι πρὸς τὰ ἕτερα, καὶ στέρνα ἐκκεῖσθαι παραπλησίως τοῖς ὑπὸ τὸ ἰσχίον, κεφαλήν τε, σχῆμα τοῦ παντὸς οὖσαν, πρὸς ταῦτα πάντα ἔχειν συμμέτρως.

[26] Τούτων ὧδέ μοι εἰρημένων, μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ καὶ ἀποδιίστασθαι τὸν γυμναζόμενον, καὶ ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ὅποῦ γὰρ δεῖ κυνῶν τε καὶ ἵππων, τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς· ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, [τοῖς δὲ ἐς τόδε] τῶν κυνηγενετικὸν χρῆσθαι· τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας· καὶ μηδὲ ἁπλῶς τούτοις· ἀλλ´ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι, ἢ σειρᾶ τοῦ ἅρματος. Ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἀθλεῖν, ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα. Κελεύω δὴ, καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι τὸν ποιητὴν, ἣν εἶπον· πρὸς δὲ τῆς ἀναλογίας, καὶ τὰ τῶν χυμῶν ἤθη.

[27] Καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ ἐδόκει τῷ Σπαρτιάτῃ· παριστάμενος γὰρ τῇ Λακεδαίμονι πολεμικοὺς ἀθλητὰς· γυμναζέσθων, φησὶν, αἱ κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν, ὑπὸ τοῦ ἐῤῥῶσθαι τὸ σῶμα· ἀφικομένη γὰρ ἐς ἀνδρὸς, ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν, διὰ τὸ ἠσκῆσθαι ἐκ νέας. Εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει· καὶ γὰρ εὐμήκη καὶ ἰσχυρὰ, καὶ ἄνοσα. Καὶ ἐγένετο ἡ Λακεδαίμων τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε ἐπραττετο.

[28] Ἐπειδὴ τοίνυν ἐκ γονῆς ἀνθρώπου προσήκει ἄρχεσθαι, ἴτω ὁ γυμναστὴς ἐπὶ τὸν παῖδα τὸν ἀθλητήν, ἐκ γονέων αὐτὸν ὁρῶν πρῶτον εἰ νέοι ξυνηρμόσθησαν καὶ γενναῖοι, καὶ ἄνοσοι νόσων, ὁπόσαι ἐς νεῦρα ἀπερείδονται καὶ ὀφθαλμῶν ἕδρας, κἀς ὦτα ἐκφοιτῶσιν ἢ σπλάγχνα· ταυτὶ γὰρ τὰ νοσήματα καὶ ξυνυποικουρεῖ ποτε τῇ φύσει· καὶ παιδία μὲν ὄντα ἀφανῶς ὑποδέδυκε, μεταβολὴν ἴσχόντος τοῦ αἵματος ἐν ταῖς τῆς ἡλικίας τροπαῖς. Νέων (δέ γε?) γονέων [σπορὰ], ἢν ἄμφω καὶ γενναῖοι ξυνέλθωσιν, ἰσχύν τε ξυμβάλλεται καὶ ῥώμην ἀθλητῇ, καὶ αἷμα ἀκήρατον, καὶ ὀστῶν κράτος, καὶ χυμοὺς ἀκραιφνεῖς, καὶ ἴσον μέγεθος. Ἔτι δ´ ἂν φαίην, ὅτι καὶ ὥραν φέρουσιν. Ἀγνοείσθων (Ἀγνοείθωσαν?) μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν, πως βασανιοῦμεν τὴν σποράν· ἐς εὔηθες γὰρ ἐκπεσεῖται ὁ λόγος, εἰ τὸν ἀθλητὴν ἐφεστηκότα ἤδη τῷ σταδίῳ, καὶ τοῦ κοτίνου τε καὶ τῆς δάφνης ἐχόμενον, ἐς τὸν πατέρα ἀναβαλλόμεθα καὶ τὴν μητέρα, τάχα που καὶ τεθνεῶτας ἐπὶ νηπίῳ. Δεῖ δὲ τὴν κυρίαν [ἐπεσκέφθαι], καθ´ ἣν ἐς γυμνὸν τὸν ἀθλητὴν βλέψαντες, οὐδὲ τὰ τῶν προγόνων ἠγνοηκέναι δόξομεν, ὅπη αὐτῷ ἔχει. Xαλεπὸν μὲν τὸ ἐνθύμημα καὶ οὐ πάντη ῥᾴδιον· οὐ μὴν πρόσω [γε] τὸ τῆς τέχνης. Παραδίδωμι οὖν αὐτὸ ἐς γνῶσιν.

[29] Ἡ μὲν οὖν γενναία σπορὰ καὶ νεανίας ὁποίους ἀνήσει δεδήλωκα· ἡ δὲ ἐκ τῶν προηκόντων ὧδε ἐλεγκτέα· λεπτὸν μὲν τούτοις τὸ δέρμα· κυαθώδεις δὲ αἱ κλεῖδες· ὑπανεστηκυῖαι δὲ αἱ φλέβες καθάπερ τοῖς πεπονηκόσι· καὶ ἰσχίον τούτοις ἄναιμον· καὶ τὰ χυμώδη ἀσθενῆ. Γυμναζομένων δὲ πλείους ἔλεγχοι· καὶ γὰρ νωθροὶ καὶ ὠμοὶ τὸ αἷμα ὑπὸ ψυχρότητος· καὶ οἱ ἱδρῶτες ἐπιπολάζοντες μᾶλλον ἢ τῶν κυρτῶν τε καὶ κοίλων ἀνίσχοντες· καὶ οὐδὲ ἐπανθοῦσιν οὗτοι τοῖς πόνοις, εἰ μὴ ἀμύνοιμεν τοὺς ἱδρῶτας· τινὲς οὐδὲ ἐπιτήδειοι ἆραι οὐδὲν· ἀλλὰ ἀνοχῶν δέονται· ἀναλίσκονται δὲ καὶ πόνοις ὑπὲρ τὰ πονηθέντα. Ἐγὼ δὲ τούτους πάντων ἀπαξιῶ τῶν ἐν ἀγωνίᾳ· τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ· παγκρατίου δὲ καὶ πυγμῆς μάλιστα· εὐάλωτοι γὰρ πληγαῖς τε καὶ τραύμασιν οἱ μηδὲ τὸ δέρμα ἐῤῥωμένοι. Γυμναστέοι δὲ ὅμως, μᾶλλον δὲ κολακευτέον τῷ γυμνάζοντι, ἐπειδὴ δέονται τούτου καὶ πονοῦντες καὶ γυμναζόμενοι. - Εἰ δὲ κατὰ τὸν ἕτερον τῶν τοιούτων ἡ σπορὰ παρηβηκυῖα φαίνεται, τὰ μὲν ἐλαττώματα ἔσται ὅμοια, ἧττον δὲ ἐπίδηλα. Τὰς δὲ νοσώδεις τῶν ἕξεων ἐξελέγξει τὸ αἷμα· θολερὸν γάρ που ἀνάγκη αὐτὸ φαίνεσθαι, καὶ βεβυθισμένον ὑπὸ τῆς χολῆς. Τὸ δὲ τοιοῦτον αἷμα κἂν ἔμπνουν ποτὲ ὑπὸ γυμναστοῦ γίγνηται, μεθίσταται αὖ καὶ θολοῦται· χαλεπὰ γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα.

[30] Δηλούτο τι καὶ προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες, καὶ αὐχὴν ἀνεστηκὼς, καὶ ἄγαν ὑπολισθάνων καθ´ ὃ ξυμβάλλουσιν αἱ κλεῖδες. Καὶ μὴν καὶ οἱ ξυγκεκλιμένοι τὰ πλευρὰ καὶ ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι· τοῖς μὲν γὰρ πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα, καὶ μὴ εὔρουν τὸ πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις, φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι· τοῖς δὲ βαρέα τε εἶναι τὰ σπλάγχνα, καὶ ἀπηρτημένα ἔσται, καὶ ἀμβλὺ τὸ ἀπ´ αὐτῶν πνεῦμα· καὶ ὁρμῇ ὕπτιον. Καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις, ἐς γαστέρα χωροῦντα μᾶλλον, ἢ ἐς τροφὴν τοῦ σώματος. Ταυτὶ μὲν περὶ τροφῆς τῶν ἀγωνιουμένων· τὸν δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον, ὧδε χρὴ ἐξετάζειν.

[31] Ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς μᾶλλον ἢ οἱ κοῦφος, καὶ κοῦφος μᾶλλον ἢ βαρὺς, εὐμήκης εὐπαγὴς, ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη, μὴ κεκολασμένος. Ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως, καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως, διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου, ἢ καὶ τοῦ δίσκου, διά τε τὸ ἅλμα· ἀλυπότερον γὰρ πηδήσει, καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον κατερείσῃ τῇ βάσει. Καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν, καὶ εὐμήκη τοὺς δακτύλους· δισκεύσει γὰρ πολλῷ ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου. Καὶ εὐκολώτερον κινήσει τὸ ἀκόντιον, ἂν τοῦ μεσαγκύλου ἄνω ψαύωσιν οἱ δάκτυλοι, μὴ σμικροὶ ὄντες.

[32] Ὁ δὲ ἄριστα δολιχοδρομήσων, τοὺς μὲν ὤμους καὶ τὸν αὐχένα κεκρατύνθω παραπλησίως πεντάθλῳ, σκελῶν δὲ λεπτῶς ἐχέτω καὶ κούφως, ὥσπερ οἱ τοῦ σταδίου δρομεῖς· ἐκεῖνοι μὲν γὰρ σκέλη χερσὶ κινοῦσιν ἐς τὸν ὀξὺν δρόμον, οἷον πτερούμενοι ὑπὸ τῶν χειρῶν· δολιχοδρόμοι δὲ τουτὶ μὲν περὶ τέρμα πράττουσι, τὸν [δὲ] ἄλλον χρόνον σχεδὸν οἷον διαβαίνουσιν, ἀνέχοντες ἐν προβολῇ τὰς χεῖρας· ὅθεν ἐῤῥωμενεστέρων τῶν ὤμων δέονται.

[33] Ὁπλίτην δὲ καὶ σταδίου ἀγωνιστὴν καὶ διαύλου διακρίνει μὲν οὐδεὶς ἔτι ἐκ χρόνων, οὓς Λεωνίδας ὁ Ῥόδιος ἐπ´ ὀλυμπιάδας τέτταρας ἐνίκα τὴν τρττὺν ταύτην. Διακριτέοι δὲ ὅμως οἵ τε καθ´ ἓν ἀγωνιζόμενοι ταῦτα, χοἱ ὁμοῦ πάντα. Τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω, ὦμος εὐτραφὴς, καὶ σιμὴ ἐπιγουνίς, ἵν´ εὐφοροῖτο ἡ ἀσπὶς ἀνεχόντων αὐτὴν τούτων· σταδιοδρόμοι δέ, τὸ κουφότατον τῶν ἐν ἀγωνίᾳ, κράτιστοι μὲν καὶ οἱ ξύμμετροι, βελτίους δὲ τούτων, οἱ μὴ ὑπερμήκεις, ἀλλὰ μικρὸν τῶν ξυμμέτρων εὐμηκέστεροι· τὸ γὰρ ὑπερβάλλον μῆκος ἁμαρτάνει τοῦ βεβαίου, καθάπερ τῶν φυτῶν τὰ ὑπερανεστηκότα. Συγκείσθω δὲ εὐπαγής· ἀρχὴ γὰρ τοῦ εὖ δραμεῖν τὸ εὖ στῆναι. Ἁρμονία δὲ αὐτῶν ἥδε· τὰ σκέλη ἰσόῤῥοπα εἶναι τοῖς ὤμοις· τὸν θώρακα εἶναι μείω συμμέτρου καὶ εὔσπλαγχνον, ἐλαφρὰν ἐπιγουνίδα, κνήμην ὀρθήν, χεῖρας ὑπὲρ τὸν λόγον. Ἔστω δὲ αὐτοῖς καὶ τὸ μυῶδες σύμμετρον· οἱ γὰρ περιττοὶ μύες δεσμοὶ τοῦ τάχους. - Διαύλου δὲ ἀγωνισταὶ κατεσκευάσθων ἐῤῥωμενέστεροι, μὲν [ἢ] οἱ τὸ στάδίον, κουφότεροι δὲ τῶν ὁπλιτευόντων. - Οἱ δὲ τῶν τριῶν ἀγωνισταὶ δρόμων ἀριστίνδην συντετάχθων, συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα. Τουτὶ δὲ μὴ τῶν ἀπόρων ἡγείσθω τις· δρομεῖς γὰρ καὶ ἐφ´ ἡμῶν τοιοῦτοι ἐγένοντο.

[34] Ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς· καὶ τὸν βραχίονα μέν ἀναρρεπὴς, καὶ τοὺς ὤμους, [καὶ] εὔλοφος καὶ ὑψαύχην. Καρποὶ δὲ πήχεων, οἱ μὲν παχεῖς βαρύτεροι ἔστω πλήττειν· οἱ δὲ ἧττον βαρεῖς, ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. Ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές· ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, ᾧ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. Παχυκνήμους δὲ, οὔτ´ ἄλλου μὲν οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ, καὶ εὐάλωτοι τῷ προσιόντι. Ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν καὶ ξυμμέτρως μηρῶν ἀπηλλαγμένων καὶ ἀφεστηκότων· ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί. Γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη· κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. Ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ
πυκτεύοντι· τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.

[35] Ἴωμεν ἐπὶ τοὺς παλαίσοντας. Ὁ παλαιστὴς ὁ κατὰ λόγον εὐμήκης μὲν ἔστω μᾶλλον ἢ ξύμμετρος. Ἡρμόσθω δὲ ὥσπερ οἱ ξύμμετροι, μήτε ὑψαύχην μήτε ὤμοις τὸν αὐχένα ἐπεζευγμένος, τουτὶ γὰρ δὴ προσφυὲς μέν, παραπλήσιον δὲ κεκολασμένῳ μᾶλλον ἢ γεγυμνασμένῳ τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων ὅσῳ ἡδίω καὶ θεοειδέστερα τὰ ἐλευθέριά τε καὶ μὴ ξυντράχηλα. Ἀλλ´ ἔστω αὐχὴν μὲν ἀνεστηκώς, ὥσπερ ἐν ἵππῳ καλῷ καὶ ἑαυτοῦ ξυνιέντι, καθήκουσα δὲ ἐς κλεῖν ἑκατέραν ἡ βάσις τῆς δειρῆς, συναγωγοὶ δὲ ἐπωμίδες. Κεφαλαὶ ὤμων ἀνεστηκυῖαι μέγεθός τε ξυμβάλλονται τῷ παλαίσοντι, καὶ γενναιότητα εἴδους καὶ ἰσχὺν, καὶ τὸ παλαίειν ἄμεινον· οἱ γὰρ τοιοίδε ὦμοι καὶ καμπτομένου τοῦ αὐχένος, καὶ στρεβλουμένου ὑπὸ τῆς πάλης, ἀγαθοὶ φύλακες, προσερείδοντες τὴν κεφαλὴν ἐκ τῶν βραχιόνων. Βραχίων εὔσημος, ἀγαθὸν πάλης· βραχίονα δὲ καλῶ εὔσημον τὸν τοιόνδε· εὐρεῖαι φλέβες ὥσπερ οἱ κιρσοί. Οἷς δὲ ἂν βαθεῖαι τύχωσι καὶ ὑποκυμαίνουσαι, ἐκθερμαίνουσι τούτοις τὸ εὔδιον τῶν χειρῶν πνεῦμα καὶ τὸν βραχίονα προηκόντων μὲν ὑπονεάζουσι, νεαζόντων δὲ λήγουσι, ὁρμητήν τε φαίνεσθαι, καὶ ἐν ἐπαγγελίᾳ πάλης. Στέρνα δὲ ἀμείνω τὰ προέχοντά τε καὶ ἐκκείμενα· τὰ γὰρ σπλάγχνα αὐτοῖς ὥσπερ ἐν οἰκίσκῳ στερεῷ τε καὶ εὐσχήμονι ἵδρυται, γενναῖα, ἰσχυρὰ, ἄνοσα, θυμοειδῆ ξὺν καιρῷ· καὶ μυόεντα δὲ τῶν στέρνων, καὶ τὰ μετρίως μὲν ἐκκείμενα, περιεσκληκότα δὲ σὺν γραμμαῖς· ἰσχυρά τε γὰρ ταῦτα καὶ εὔφορα· καὶ παλαῖσαι μὲν ἥττονα, παλαιστικώτερα δὲ τῶν ἄλλων. Μικρὰ δὲ στέρνα καὶ ἐσέχοντα οὔτε ἀποδύειν ἀξιῶ, οὔτε γυμνάζειν· καὶ γὰρ κακοστόμαχοι ἁλίσκονται, καὶ οὐκ εὔσπλαγχνοι, καὶ τὸ πνεῦμα στενοί. Γαστὴρ δὲ ὑπεστάλθω μὲν πρὸς τὸ ἦτρον· οὐ γὰρ χρηστὸν ἄχθος ἡ γαστὴρ τῷ παλαίοντι. Ἐποχείσθω δὲ μὴ κενοῖς τοῖς βουβῶσιν, ἀλλ´ ἔστω τι κἀκείνων εὐτραφές· οἱ γὰρ τοιοίδε βουβῶνες συνδῆσαί τε ἱκανοὶ πᾶν ὅπερ [ἂν] ἡ πάλη παραδιδῷ, καὶ ξυνδεθέντες ἀνιάσουσι μᾶλλον ἢ ἀνιάσονται. Νῶτα δὲ χαρίεντα μὲν ὀρθά· γυμναστικώτερα δὲ τὰ ὑπόγυρα, ἐπειδὴ καὶ προσφυέστερα τῷ τῆς πλάτης ὀχήματι γυρῷ τε ὄντι καὶ προνεύοντι. Κρινέτω δὲ αὐτὰ μὴ κοίλη ῥάχις· ἐπιλείψει γὰρ μυελοῦ τοῦτο. Καὶ οἱ σπόνδυλοι ἐκεῖ κάμπτοιντο, καὶ προσαναγκάζοιντο ὑπὸ τῶν παλαισμάτων καὶ ὀλισθῆσαί τε (τί?) ποτε εἰς τὸ ἔσω, ἀλλ´ ὑπονοείσθω τάδε μᾶλλον ἢ ἔστω. Τὸ δὲ ἰσχίον οἷον ἄξονα ἐμβεβλημένον τοῖς ἄνω τε καὶ κάτω μέλεσιν, ὑγρόν τε εἶναι χρὴ, καὶ εὔστροφον, καὶ ἐπιστρεφές. Τουτὶ δὲ ἐργάζεται μῆκός τε αὐτοῦ, καί νὴ Δία εὐσαρκία περιττοτέρα τοῦ λόγου. Τὰ δὲ ὑπὸ τῷ ἰσχίῳ μήτε ὑπόλισπα ἔστω, μήτ´ αὖ περιττά· τὸ μὲν γὰρ ἀσθενές, τὸ δὲ ἀγύμναστον, ἀλλ´ ἐκκείσθω σφοδρῶς τε καὶ προσφυῶς τῷ παλαίσοντι. Πλευρὰ δὲ εὐκαμπὴς καὶ προσεγείρουσα τὸ στέρνον ἱκανῶς ποιεῖ παλαίειν τε καὶ παλαίεσθαι· καὶ γὰρ ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε, καὶ οὐκ εὔφοροι ὑποκειμένοις. Γλουτοὶ δὲ, οἱ μὲν στενοὶ ἀσθενεῖς, οἱ δὲ εὐρύτεροι ἀργοί· οἱ δ´ εὐάγωγοι ἱκανοὶ ἐς πάντα. Μηρὸς δὲ εὐπαγὴς, καὶ ἐς τὸ ἔξω ἐπεστραμμένος ξὺν ὥρᾳ ἔῤῥωται, καὶ ἀνέχει εὖ πάντα, καὶ μᾶλλον ἣν μηδαμοῦ ἐκκλίνουσα κνήμη φέρηται, ἀλλ´ ὀρθῶς ὁ μηρὸς ἐποχῆται τῆς ἐπιγουνίδος. Σκέλη δὲ μὴ ὀρθὰ τῶν σφυρῶν, ἀλλὰ λοξά τε καὶ εἰς τὸ ἔσω διανενευκότα σφάλλει τὸ σῶμα, καθάπερ τοὺς ἐδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις. Τοιόσδε μὲν ὁ παλαιστής.

[36] Καὶ παγκρατιάσει γε ὁ τοιοῦτος τὸ κάτω παγκράτιον, ἀκροχειριεῖταί τε οὐχ ἧττον. Τελεώτεροι [δὲ] τῶν παγκρατιαστῶν οἱ ξυγκείμενοι παλαιστικώτερον ἢ οἱ πύκται, πυκτικώτερον δὲ ἢ οἱ παλαίσοντες. Γενναῖοι τῶν ἀθλητῶν καὶ οἱ ἐν μικρῷ μεγάλοι· τούτους δὲ ἡγώμεθα τοὺς ὑποδεεστέρους μὲν τὸ μέγεθος, εἰ τετράγωνοι τε καὶ σύμμετροι, τὸ δὲ σῶμα διηρθρωμένους μεγαλοειδῶς τε καὶ ὑπερφυεστέρως τοῦ μήκους, καὶ μᾶλλον, ἢν μὴ κατεσκληκέναι δοκῶσιν, ἀλλὰ καὶ τοῦ εὐσάρκου τι ὑποφαίνωσι. Κηρύττει δὲ αὐτοὺς πάλη μᾶλλον· εὔστροφοί τε γὰρ καὶ πολύτροποι, καὶ σφοδροὶ, καὶ κοῦφοι, καὶ ταχεῖς, καὶ ὁμότονοι, καὶ πολλὰ τῶν ἀπόρων τε καὶ δυσπαλαίστων διαφεύγουσιν, ἐπιστηριζόμενοι τῇ κεφαλῇ, καθάπερ βάσει. Παγκρατίου δὲ καὶ πυγμῆς οὐκ ἀγαθοὶ προστάται, τῷ τε πλήττοντι ὑποκείμενοι, καὶ γελοίως ἀπὸ τῆς γῆς ἑαυτοὺς ἐπαίροντες, ὁπότε αὐτοὶ πλήττοιεν. Παράδειγμα δὲ ποιώμεθα τῶν ἐν μικρῷ μεγάλων τὰς εἰκόνας τοῦ παλαιστοῦ Μάρωνος ὃν Κιλικία ποτὲ ἤνεγκε. Παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας· διαφυγεῖν μὲν γὰρ πάλης ἱκανοὶ καὶ οἵδε; καταπαλαῖσαι δὲ ἀχρεῖοι διὰ τὸ ἐπικαθῆσθαι τοῖς σκέλεσι.

[37] Λεοντώδεις δὲ καὶ ἀετώδεις, καὶ σχιζίαι, καὶ ὡς ἐπονομάζουσιν, ἄκουσον τοιάδε ἀθλητῶν εἴδη· οἱ λεοντώδεις, εὔστερνοι μὲν καὶ εὔχειρες, ὑποδεέστεροι δὲ κατόπιν· [ἀετώδεις δὲ], τὸ μὲν σχῆμα [ὅμοιοι] τούτοις, διάκενοι δὲ τοὺς βουβῶνας, ὥσπερ τῶν ἀετῶν οἱ ὀρθούμενοι. Ἄμφω δὲ, τολμητάς τε ἀποφαίνουσι καὶ σφοδροὺς καὶ ἀθρόους· ἀθυμοτέρους γε μὴν τὰς διαμαρτίας. Καὶ οὐ χρὴ θαυμάζειν, ἐνθυμουμένους τὰ λεόντων τε καὶ ἀετῶν ἤθη.

[38] Σχιζίαι τε [καὶ] ἱμαντώδεις, εὐμήκεις μὲν ἄμφω καὶ μακροὶ τὰ σκέλη, καὶ ὑπέρχειρες· διενηνόχασι δὲ ἀλλήλων μικρά τε καὶ μείζω· οἱ μὲν γὰρ στρυφνοί τε καταφαίνονται, καὶ εὔγραμμοι, καὶ πολυσχιδεῖς· ὅθεν, οἶμαι, καὶ ἡ ἐπωνυμία αὐτοῖς ἥκει· οἱ δὲ μανοί τέ εἰσι, καὶ ἀνειμένοι μᾶλλον, καὶ ὑγροὶ ἅμα ἐν ταῖς περιστροφαῖς κατὰ ταὐτὰ τοῖς μάσθλησιν. Εἰσὶ δὲ αὐτῶν οἱ μὲν ἰταμώτεροι τὰς συμπλοκάς, οἱ δὲ ἱμαντώδεις συνεκτικώτεροί τε καὶ εἴροντες.

[39] Καρτερικῶν τε ἀθλητῶν εἴδη· *  χολερικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα, ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ αὐτῶν μὲν ἐοίκασιν ἀτρομικώτατοι οἱ μεγαλόστερνοι, καὶ αὐτῶν οἱ φλεγματώδεις· οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι καὶ διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.

[40] Οἱ δὲ ταῖς ἄρκτοις ὁμοιούμενοι στρογγύλοι τέ εἰσι καὶ ὑγροὶ, καὶ εὔσαρκοι, καὶ ἧττον διηρθρωμένοι, καὶ περιεχεῖς μᾶλλον ἢ ὀρθοί, δυσπάλαιστοί τε καὶ διολισθάνοντες, καρτερῶς [δὲ] εἴροντες. Καὶ σπαράξει δὲ τούτους τὸ πνεῦμα, καθάπερ ταῖς ἄρκτοις ἐν τοῖς δρόμοις.

[41] Οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες, τήν τε ἰσχὺν ἄῤῥηκτοι, καὶ δυσφύλακτοι, καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος, πλέον ἰσχύον τῶν ἀρτίων. Τουτὶ δὲ ὁπόθεν, λέγω· Μῦς ὁ Αἰγύπτιος, ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, ἀνθρώπιον μὲν ἦν οὐ μέγα· ἐπάλαιε δὲ πρόσω τέχνης· τούτῳ νοσήσαντι ἐπέδωκε τὰ ἀριστερά. Τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον· ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις ἢ τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. Καὶ ἀληθὴς ἡ ὄψις· τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων, χαλεπὸς ἦν τοῖς ἀντιπάλοις· καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι. Τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ, μὴ ὡς γιγνόμενον, ἀλλ´ ὡς γενόμενον· καὶ Θεοῦ δοκείτω μᾶλλον, ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.

[42] Περὶ μὲν δὴ σώματος ἀναλογίας, καὶ εἴτε ὁ τοιόσδε βελτίων, εἴτε ὁ τοιόσδε. Εἰσί που καὶ δεκταὶ ἀναλογίαι παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα. Περὶ δὲ κράσεων, πόσαι εἰσίν, οὔτε ἀντείρηταί που, οὔτε ἀντιλεχθείη ἂν, τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι· ξύγκειται γὰρ ὥσπερ τὰ πολυτελῆ τῶν ἀγαλμάτων, ἐξ ἀκηράτου τε καὶ καθαρᾶς ὕλης. Ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς χολῆς ἐπαναπλεῖ νᾶμα· ἀκάματοι δὲ ἃ χρὴ μοχθεῖν, καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ τῶν νόσων ἀναφέροντες· εὐάγωγοί τε καὶ εὐήνιοι γυμνάσαι ποικίλως δι´ εὐμοιρίαν κράσεως ἀρίστης. Οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν, θερμοὶ μέν, ξηροὶ δὲ τὴν κρᾶσιν, καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. Ἔῤῥωνται δὲ ὅμως τῷ ἑτοίμῳ τῆς γνώμης· περίεστι γὰρ αὐτοῖς τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος. [οἱ μὲν φλεγματικοὶ] γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι· οἱ δὲ ἐπίχολοι, βάδην καὶ διαπνέοντες· τοῖς μὲν γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. Χρὴ δὲ τοὺς μὲν ξυνάγειν τῇ κόνει· τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.

[43] Ταῦτα εἰρήσθω νυνὶ περὶ κράσεως ἐκ τῆς νῦν γυμναστικῆς· ὡς ἡ ἀρχαία γε οὐδὲ ἐγίγνωσκε κρᾶσιν, ἀλλὰ μόνην τὴν ἰσχὺν ἐγύμναζεν. Ἐγυμνάζοντο δὲ, οἱ παλαιοὶ οἱ μὲν ἄχθη φέροντες οὐκ εὔφορα·  οἱ δὲ ὑπὲρ τάχους ἁμιλλώμενοι πρὸς ἵππους καὶ πτῶκας· οἱ δὲ ὀρθοῦντές τε καὶ κάμπτοντες σίδηρον ἐληλαμένον ἐς παχύ· οἱ δὲ βουσὶ συνεζευγμένοι καρτεροῖς τε καὶ ἁμαξεῦσιν· οἱ δὲ ταύρους ἐπαυχενζοντες· οἱ δὲ αὐτοὺς λέοντας. Ταῦτα δὲ δὴ Πολυμήστορες καὶ Γλαῦκοι, καὶ Ἀλησίαι, καὶ Πουλυδάμας ὁ Σκοτουσσαῖος. Τίσανδρον δὲ τὸν ἐκ τῆς Νάξου πύκτην περὶ τὰ ἀκρωτήρια τῆς νήσου νέοντα, παρέπεμπον αἱ χεῖρες ἐπὶ πολὺ τῆς θαλάττης παραπεμπόμεναι, γυμναζόμεναί τε καὶ γυμνάζουσαι. Ποταμοί τε αὐτοὺς ἔλουον καὶ πηγαὶ· καὶ χαμευνίαν ἐπήσκουν, οἱ μὲν ἐπὶ βυρσῶν ἐκταθέντες, οἱ δὲ εὐνὰς ἀμήσαντες ἐκ λειμώνων. Σιτία δὲ αὐτοῖς αἵ τε μᾶζαι, καὶ τῶν ἄρτων οἱ ἄπεπτοι καὶ μὴ ζυμῖται, καὶ τῶν κρεῶν τὰ βόειά τε καὶ ταύρεια καὶ τράγεια τούτους ἔβοσκε, καὶ δόρκοι. Κότινου τε καὶ φυλίας ἔχριον αὐτοὺς λίπα· ὅθεν ἄνοσοί τε ἤσκουν καὶ ὀψὲ ἐγήρασκον. Ἠγωνίζοντό τε οἱ μὲν ὀκτὼ ὀλυμπιάδας, οἱ δὲ ἐννέα, καὶ ὁπλιτεύειν ἀγαθοὶ ἦσαν. Ἐμάχοντό τε ὑπὲρ τειχῶν, οὐδὲ ἐκεῖ πίπτοντες, ἀλλ´ ἀριστείων τε ἀξιούμενοι καὶ τροπαίων, καὶ μελέτην ποιούμενοι, πολεμικὰ μὲν γυμναστικῶν, γυμναστικὰ δὲ πολεμικῶν ἔργα.

[44] Ἐπεὶ δὲ μετέβαλε ταῦτα, καὶ ἀστράτευτοι μὲν ἐκ μαχομένων, ἀργοὶ δὲ ἐξ ἐνεργῶν, ἀνειμένοι δὲ ἐκ κατεσκληκότων ἐγένοντο, σικελική τε ὀψοφαγία ἴσχυσεν, ἐξενευρίσθη τὰ στάδια; καὶ πολλῷ μᾶλλον, ἐπειδὴ κολακευτική [γε] ἐγκατελέχθη τῇ γυμναστικῇ. Ἐκολάκευσε δὲ πρῶτον μὲν ἰατρικὴ, παρισταμένη ξύμβουλον ἀγαθὴν μὲν τέχνην, μαλακωτέραν δὲ ἢ ἀθλητῶν ἅπτεσθαι· ἔτι τε ἀργίαν ἐκδιδάσκουσα καὶ τὸν πρὸ τοῦ γυμνάζεσθαι χρόνον καθῆσθαι σεσαγμένους, οἷον ἄχθη λιβυκὰ ἢ αἰγύπτια, ὀψοποιούς τε καὶ μαγείρους ἥδοντας παραφέρουσα, ὑφ´ ὧν λίχνοι τε ἀποτελοῦνται καὶ κοῖλοι τὴν γαστέρα, ἄρτοις τε μηκωνείοις καὶ ἀπεπτουμένοις ἑστιῶσα, ἰχθύων παρανομωτάτης βρώσεως ἐμφοροῦσα, καὶ φυσιολογοῦσα τοὺς ἰχθῦς ἀπὸ τῶν τῆς θαλάττης δήμων· ὡς παχεῖς μὲν οἱ ἐξ ἰλύων, ἁπαλοὶ δὲ οἱ ἐκ πετρῶν, κρεώδεις δὲ οἱ πελάγιοι· λεπτούς τε βόσκουσι θαλεῖαι, τὰ φυκία δὲ ἐξιτήλους· ἔτι τε τὰ χοίρεια τῶν κρεῶν σὺν τερατολογίᾳ ἄγουσα· μοχθηρὰ μὲν γὰρ ἡγεῖσθαι κελεύει τὰ ἐπὶ θαλάττῃ συβόσια διὰ τὸ σκόροδον τὸ θαλάττιον, οὗ  μεστοὶ μὲν αἰγιαλοί, μεσταὶ δὲ θῖνες· φυλάττεσθαι δὲ καὶ τὰ ἀγχοῦ ποταμῶν διὰ τὴν καρκίνων βρῶσιν· μόνων δὲ ἀναγκοφαγεῖν τῶν ἐκ κρανείας τε καὶ βαλάνου.

[45] Τὸ δὲ οὕτω τρυφᾷν, δριμὺ μὲν, καὶ ἐς ἀφροδισίων ὁρμήν· ἦρξε δὲ ἀθληταῖς καὶ τῆς ὑπὲρ χρημάτων παρανομίας, καὶ τοῦ πωλεῖν τε καὶ ὠνεῖσθαι τὰς νίκας· οἱ μὲν γὰρ καὶ ἀποδίδονται τὴν ἑαυτῶν εὔκλειαν, διὰ, οἶμαι, τὸ πολλῶν δεῖσθαι· οἱ δὲ ὠνοῦνται τὸ μὴ ξὺν πόνῳ νικᾷν διὰ τὸ ἁβρῶς διαιτᾶσθαι. Καὶ ἀργυροῦν μὲν ἢ χρυσοῦν περισπῶντι ἀνάθημα, ἢ διαφθείροντι ὀργὴν οἱ νόμοι, ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι [ποιοῦσι]· στέφοουσι δὲ Ἀπόλλωνος ἢ Ποσειδῶνος, ὑπὲρ οὗ καὶ αὐτοὶ οἱ Θεοὶ μέγα ἤθλησαν. Ἄδεια μὲν ἀποδίδοσθαι, ἄδεια δὲ ὠνεῖσθαι· πλὴν ὅσα Ἠλείοις ὁ κότινος ἄσυλος μένει, κατὰ τὴν ἐκ παλαιοῦ δόξαν. Οἱ δὲ ἄλλοι τῶν ἀγώνων οὐπη ὧδε· ἓν ἐκ πολλῶν εἰρήσθω μοι, ἐν ᾧ πάντα παῖς ἐνίκα πάλην, ἴσθμια τρισχιλίας ἑνὶ τῶν ἀντιπάλων ὁμολογήσας ὑπὲρ τῆς νίκης. Ἥκοντες οὖν τῆς ὑστεραίας εἰς τὸ γυμνάσιον, ὁ μὲν ἀπῄτει τὰ χρήματα, ὁ δὲ οὐκ ὀφείλειν ἔφη· κεκρατηκέναι γὰρ δὴ ἄκοντος. Ὡς δὲ οὐδὲν ἐπέραινεν, ὅρκῳ τρέπουσι· καὶ παρελθόντες ἐς τὸ τοῦ ἰσθμίου ἱερὸν ὤμνυε δημοσίᾳ ὁ τὴν νίκην ἀποδόμενος, πεπρακέναι τοῦ Θεοῦ τὸν ἀγῶνα·  τρισχιλίας γὰρ ὡμολογῆσθαί οἱ. Καὶ ὡμολόγει ταῦτα λαμπρᾷ τῇ φωνῇ, μηδὲ τῇ φωνῇ, μηδὲ τῇ ἀσαφεῖ δηλώσας· ὅσῳ γὰρ ἀληθεστέρα, εἰ οὐδ´ ἄνευ μαρτύρων, τοσῷδε ἀνιερωτέρα καὶ ἐπιρρητοτέρα. Ὤμνυε δὲ Ἰασοῖ, καὶ ταῦτα, κατ' ὀφθαλμοὺς τῆς Ἑλλάδος. Τί μὲν οὐκ ἂν Ὀλυμπίια γένοιτο ἐπ' αἰσχύνῃ αἰῶνος; Οὐκ ἀφίημι τοὺς γυμναστὰς καὶ ἀθλητὰς ἐπὶ τῇ διαφθορᾷ ταύτῃ· πάρεισι μὲν γὰρ μετὰ χρημάτων ἐπὶ τὸ γυμνάζειν, καὶ δανείζοντες τοῖς ἀθληταῖς ἐπὶ τόκοις μείζοσιν ἢ ὧν ἔμποροι θαλαττεύοντες. Τῆς μὲν τῶν ἀθλητῶν δόξης ἐπιστρέφονται οὐδέν· τοῦ δὲ πωλεῖν τε καὶ ὠνεῖσθαι ξύμβουλοι γίγνονταί σφισι, προνοοῦντες τοῦ ἑαυτῶν κέρδους. Καὶ ταυτὶ μὲν κατὰ καπηλευόντων εἰρήσθω μοι· καπηλεύουσι γάρ που τὰς τῶν ἀθλητῶν ἀρετὰς τὸ ἑαυτῶν εὖ τιθέμενοι.

[46] Ἁμαρτάνουσι δὲ κἀκεῖνοι [οἳ] παῖδα ἀθλητὴν ἀποδύσαντες, γυμνάζουσιν ὡς ἤδη ἄνδρα, τήν τε γαστέρα προβαρύνειν κελεύοντες καὶ βαδίζειν μεταξὺ τοῦ γυμνάζεσθαι, καὶ ἐρεύγεσθαι· δι´ ὧν ὥσπερ οἱ κακῶς παιδεύοντες ἀφελόντες τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα, ἀργίαν γυμνάζοντες, καὶ ἀναβολὰς, καὶ νωθροὺς εἶναι, καὶ ἀτολμοτέρους τῆς αὑτῶν ἀκμῆς. Κίνησιν ἐχρῆν γυμνάζειν, ὡς ἡ παλαίστρα· κίνησιν δὲ λέγω τήν τε ἀπὸ τῶν σκελῶν ὁπόση ἐκ μαλαττόντων, τήν τε ἀπὸ τῶν χειρῶν, ὁπόση ἐκ τριβόντων. Καὶ παρακροτείτω ὁ παῖς, ἐπειδὴ ἀγερωχότερα τὰ τούτων γυμνάσια. Τὸν Φοίνικα Ἕλικα ἥδε [ἡ] ἰδέα ἐγύμναζεν, οὐκ ἐν παισὶ μόνον, ἀλλὰ καὶ ἐς ἄνδρας ἥκοντα, καὶ λόγου θαυμασιώτερος ἐγένετο παρὰ πάντας, οὓς οἶδα τὴν ῥᾳστώνην ἐκμελετῶντας ταύτην.

[47] περὶ τετράδος. - Προσεκτέα δὲ οὔτε ταῖς τῶν γυμναστῶν τετράσιν, ὑφ´ ὧν ἀπόλωλε τὰ ἐν γυμναστικῇ πάντα. Ἡγώμεθα δὲ τὴν τετράδα κύκλον ἡμερῶν τεττάρων, ἄλλο ἄλλην πράττουσαν· ἡ μὲν γὰρ παρασκευάζει τὸν ἀθλητήν, ἡ δὲ ἐπιτείνει· ἡ δὲ ἀνίησιν, ἡ δὲ μεσεύει. Ἔστι δὲ τὸ παρασκευάζον γυμνάσιον σύντονος πρὸς βραχὺ καὶ ταχεῖα κίνησις, ἐγείρουσα τὸν ἀθλητὴν καὶ ὀξὺν τῷ μέλλοντι μόχθῳ ἐφιστᾶσα· τὸ δὲ ἐπιτεῖνον ἔλεγχος ἀπαραίτητος τῆς ἐναποκειμένης ἰσχύος τῇ ἕξει· ἡ [δὲ] ἄνεσις, ὡς ὥρα κίνησις καὶ ξὺν λόγῳ ἀνακτωμένη· ἡ δὲ μεσεύουσα τῶν ἡμερῶν διαφεύγειν μὲν τὸν ἀντίπαλον, ὑποφεύγοντα δὲ, μὴ ἀνιέναι [διδάσκει]. Καὶ τὴν τοιάνδε ἰδέαν πᾶσαν ἁρμονικῶς γυμνάζοντες, καὶ τὰς τετράδας ταύτας ὧδε ἀνακυκλοῦντες, ἀφαιροῦνται τὴν ἐπιστήμην τοῦ ξυνιέναι τοῦ ἀθλητοῦ τοῦ γυμνοῦ, καὶ ὅσα ἱκανὰ μὲν σιτία...

[48] Λυπεῖ δὲ οἶνος, κλοπαί τε πάλιν σιτίων, καὶ ἀγωνίαι, καὶ κόποι, καὶ πλείω ἕτερα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. Πῶς ἰασόμεθα τοῦτον τετράζοντες, καὶ κληροῦντες; Τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα, καὶ κοῖλον ἆσθμα, καὶ κύαθοι κλειδῶν ἀνεστηκότες, καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι· τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ, καὶ αἷμα ἱλαρώτερον, καὶ ἰκμὰς, ἡ μὲν κενεῶνος, ἡ δὲ ἐπιγουνίδος. Τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει· τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες,  καὶ στενοὶ τὸ πνεῦμα, καὶ τὰς ὁρμὰς ἄτολμοι, καὶ ἀπανθοῦντες τῶν πόνων. Καὶ τὰ τοιαῦτα  μὲν ἅλίς κείσθω. ἀποδύντας δὲ κλεῖς τε ἂν ἐνδείξαιτο κοίλη, καὶ ἰσχίον ἄναιμον, καὶ πλευρὰ ὑποχαράττουσα, καὶ ψυχρότης αἵματος, εἰ ἐφαπτοίμεθα. Οὓς δέ ἂν στέφοι ἀγωνία, λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας· λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σῖτα· βολαί τε ὀφθαλμῶν πεπλανημέναι, καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.

[49] Οἱ δὲ ὀνειρώττοντες, ἀποκάθαρσις μὲν τῆς ἐπιπολαζούσης εὐεξίας, ὁρῶνται δὲ ὅμως ὕπωχροι, καὶ δροσίζοντες, καὶ ὑποδεέστεροι μὲν τὴν ἰσχύν, εὐτραφεῖς δὲ ὑπὸ τοῦ καθεύδειν, καὶ ἀνεύθυνοι τὸ ἰσχίον, καὶ διαρκεῖς τὸ πνεῦμα. Ἐν χώρᾳ τε τῶν ἀφροδισιαζόντων ὄντες [οὐ] ταὐτόν εἰσιν. οἱ μὲν γὰρ καθαιροῦνται τὴν ἕξιν· οἱ δὲ, τήκονται.

[50] Κόπων δὲ ἀγαθὴ μάρτυς ἥ τε ἔξωθεν περιβολὴ τοῦ σώματος, λεπτοτέρα ἑαυτῆς δοκοῦσα, καὶ ἀνοιδοῦσα φλὲψ, καὶ κατηφὴς βραχίων, καὶ τὰ μυώδη κατεσκληκότα. Οἱ μὲν δὴ ὑπερσιτήσαντες, ἤν τε κούφων τύχωσιν, ἤν τε βαρυτέρων ἀγωνισταί, μεταχειριστέοι ταῖς ἐς τὸ κάτω τρίψεσιν, ἵνα τῶν κυριωτέρων τὰ περιττὰ ἀπάγοιτο· γυμναστέοι δὲ, πένταθλοι μέντοι ἀπὸ τῶν κούφων· δρομεῖς δὲ μὴ ξυντείνοντες, ἀλλὰ σχολαῖοι καὶ μεῖζόν τι διαβαίνοντες· πύκται δὲ, ἀκροχειριζέσθων ἐλαφροί τε καὶ ἀερίζοντες. Πάλη δὲ καὶ παγκράτιον, ὀρθοὶ μὲν καὶ οἵδε μᾶλλον· [εἰ] δὲ ἀνάγκη κυλίεσθαι, κυλιέσθων μέν, ἀλλ´ ἐπικείμενοι μᾶλλον ἢ ὑποκείμενοι, καὶ μηδαμῇ περικυβιστῶντες, ὡς μὴ ἄν πω τινὶ ἕλκει πηροῖεν τὸ σῶμα. Μεταχειριζέσθω τε γυμναστῇ κοῦφοι τε ὁμοίως καὶ βαρεῖς, τῶν διὰ μετρίου ἐλαίου τρίψεων, τῶν κάτω μάλιστα, καὶ τοῦ τε ἀπομάττειν ἀπολιμπάνοντες.

[51] Οἶνος δὲ περιττεύσας ἀθλητῶν σώμασιν, ἱδρῶτος πολλοῦ πάντα μεστὰ ὄντα [διὰ] τῶν γυμνασίων ἐκκαλεῖσθαι. οὔτε γὰρ (γε?) ἐπιγυμνάζειν χρὴ τοὺς τοιούτους, οὔτε ἀνιέναι· τὸ γὰρ διεφθορὸς ὑγρὸν ἀποχετεύειν ἄμεινον, ὡς μὴ τὸ αἷμα ἀπ´ αὐτοῦ κακουργοῖτο. Ἀποματτέτω δὲ ὁ γυμναστὴς καὶ ἀποστλεγγιζέτω, ξυμμέτρῳ χρώμενος [ἐλαίῳ], ὡς μὴ ἀποφράττοιντο αἱ ἐκβολαὶ τοῦ  ἱδρῶτος.

[52] Εἰ δὲ ἐξ ἀφροδισίων, καὶ ἄμεινον μὲν μὴ γυμνάζειν· οἱ γὰρ στεφάνων καὶ κηρυγμάτων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι, ποῦ ἄνδρες; Εἰ δὲ ἄρα γυμνάζοιντο, ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι τὴν ἰσχὺν καὶ τὸ πνεῦμα· ταυτὶ γὰρ μάλιστα αἱ τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. - Ἡ δὲ τῶν ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια δὲ, ὡς ἔφην. Γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς, κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις. Ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. Δεῖ δὲ αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει· τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ ἀνίησιν.

[53] Ἀγωνιῶντες δὲ ἀθληταὶ θεραπευέσθων μὲν καὶ τὰς γνώμας λόγῳ παραθαρσύνοντί τε αὐτοὺς καὶ καθιστάντι. Γυμναζέσθων δ´ ἐν χώρᾳ [τοῖς] τῶν ἀϋπνούντων τε καὶ μὴ εὐσίτων. Εὖ τούτοις ἔχει τὸ ἁρμονικὸν γυμνάσιον· αἱ γὰρ περιδεεῖς γνῶμαι προθυμότεραί εἰσι μανθάνειν ἃ προσήκει φυλάττεσθαι. Κόποι δὲ οἱ μὲν αὐτόματοι νόσων ἀρχαὶ· καὶ ἀπόχρη τοὺς μὲν πηλῷ καὶ παλαίστρᾳ πονήσαντας ἀνιέναι μακρῶς τε καὶ ὡς εἶπον· τοὺς δὲ ἐν κόνει πεπονηκότας ἐπιγυμνάζειν τῆς ὑστεραίας ἐν πηλῷ ξὺν μικρᾷ ἐπιτάσει· ἡ γὰρ ἀθρόα μετὰ τὴν κόνιν ἄνεσις, ἰατρὸς πονηρὸς κόπων· οὐ γὰρ θεραπεύει τὴν ἰσχὺν ἀλλ´ ἀποκρεμάννυσιν. Ἡ μὲν δὴ σοφωτέρα γυμναστικὴ καὶ ξυντείνουσα εἰς τὸν ἀθλητὴν τοιάδε ἂν εἴη.

[54] Ἔλεγχος δὲ τῶν τετράδων ἃς παρῃτησάμην καὶ ἡ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ ἁμαρτία, οὗ τὸ σῆμα Ἀθήνησιν ἐν δεξιᾷ τῆς Ἐλευσῖνα ὁδοῦ. Ναυκρατίτης μὲν γὰρ ἦν οὗτος, καὶ τῶν ἄριστα παλαισάντων, ὡς τὰ ὑπ' αὐτῖω γε δηλοῦσιν·

ΑΡΙΣΤΑ ΑΓΩΝΙΣΑΜΕΝΟΣ

Ἐτύγχανε μὲν οὗτος ἐν Ὀλυμπίᾳ νενικηκώς· τρίτῃ δὲ ἀπ´ ἐκείνης ἡμέρᾳ, πίνων τὴν ἑαυτοῦ νίκην καί τινας τῶν γνωρίμων ἑστιῶν, ὀψοφαγίᾳ ἀήθει χρησάμενος ἀπηνέχθη τοῦ ὕπνου. Ἥκων οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὡμολόγει πρὸς τὸν γυμναστὴν, ὠμός τε εἶναι, πονήρως τε ἔχειν πῃ. Ὁ δὲ ἠγρίαινέ τε καὶ ξὺν ὀργῇ ἤκουε, καὶ χαλεπὸς ἦν ὡς ἀνιέντι, καὶ τὰς τετράδας διασπῶντι, ἔς τε ἀπέκτεινε τὸν ἀθλητὴν ἐν αὐτῷ τῷ γυμνάζειν. Ἀγνωσίᾳ [καὶ] προειπόντος ἃ γυμνάζειν ἔδει, καὶ σιωπῶντος. - Τοιῶνδε μὲν δὴ τῶν τετράδων τούτων, καὶ ὧδε ἀγυμνάστων ἀπαιδεύτοις γυμνοῦ [οὐ] μέτρια πάθη· τὸ γὰρ τοιοῦδε ἀθλητοῦ ἁμαρτεῖν τὰ στάδια, πῶς οὐ βαρύ; Οἱ δὲ ἀσπαζόμενοι τὰς τετράδας, τί χρήσονται αὐταῖς ἐς Ὀλύμπια νικῶντες; παρ´ οἷς κόνις μέν, ὁποίαν εἴρηκα, γυμνάσια δὲ προστεταγμένα. Γγυμνάζει δὲ ὁ Ἑλλανοδίκης οὐ τῇ προῤῥήσει, ἀλλ´ ἐπεσχεδιασμένα πάντα τῷ καιρῷ, μάστιγος καὶ τῷ γυμναστῇ ἐπηρτημένης, ἵν' εἴ τι παρακελεύουσι, πράττοιτο. Κελεύουσι δὲ ἀπαραίτητα, ὡς παραιτουμένους ταῦτα ἕτοιμοι ὀλυμπίων εἴργεσθαι. Περὶ μὲν δὴ τῶν τετράδων τοσαῦτα, οἷς ἑπόμενοι, σοφίαν τε γυμναστικὴν ἐνδειξόμεθα, καὶ τοὺς ἀθλητὰς ἐπιῤῥώσομεν, καὶ ἀνηβήσει τὰ στάδια ὑπὸ τοῦ εὖ γυμνάζειν.

[55]  Ἁλτὴρ δὲ, πεντάθλων μὲν εὕρημα· εὕρηται δὲ ἐς τὸ ἅλμα, ἀφ´ οὗ δὴ καὶ ὠνόμασται· οἱ γὰρ νόμοι τὸ πήδημα χαλεπώτερον ἡγούμενοι τῶν ἐν ἀγῶνι, τῷ τε αὐλῷ προσεγείρουσι τὸν πηδῶντα, καὶ τῷ ἁλτῆρι προσελαφρύνουσι· πομπός τε γὰρ τῶν χειρῶν ἀσφαλὴς, καὶ τὸ βῆμα ἑδραῖόν τε καὶ εὔσημον εἰς τὴν γῆν ἄγει. Τουτὶ δὲ ὁπόσου ἄξιον οἱ νόμοι δηλοῦσιν· οὐ γὰρ ξυγχωροῦσι διαμετρεῖν τὸ πήδημα, ἢν μὴ ἀρτίως ἔχῃ τοῦ ἴχνους. Γυμνάζουσι δὲ οἱ μὲν μακροὶ τῶν ἁλτήρων ὤμους τε καὶ χεῖρας· οἱ δὲ σφραιροειδεῖς καὶ δακτύλους. Παραληπτέοι δὲ καὶ κούφοις ὁμοίως καὶ βαρέσιν εἰς πάντα γυμνάσια, πλὴν τοῦ ἀναπαύοντος.

[56] Κόνις δὲ ἡ μὲν πηλώδης, ἱκανὴ ἀποῤῥύψαι καὶ ξυμμετρίαν δοῦναι τοῖς περιττοῖς· ἡ δὲ ὀστρακώδης ἀνοῖξαί τε ἐπιτηδεία, καὶ ἐς ἱδρῶτα ἀγαγεῖν τὰ μεμυκότα· ἡ δὲ ἀσφαλτώδης ὑποθάλπειν τὰ ἐπεψυγμένα. Μέλαινα δὲ καὶ ξανθὴ κόνις, γεώδεις μὲν ἄμφω, καὶ ἀγαθαὶ μαλάξαι τε καὶ ὑποθρέψαι· ἡ δὲ ξανθὴ κόνις καὶ στιλπνοὺς ἐργάζεται, καὶ ἡδίους ἰδεῖν, ὥσπερ εἰ γενναίῳ τε καὶ ἠσκημένῳ σώματι. Ἐπισκεδαννύναι δὲ χρὴ τὴν κόνιν ὑγρῷ τῷ καρπῷ καὶ διεστῶσι τοῖς δακτύλοις διαῤῥαίνοντα μᾶλλον ἢ ἐπιπάττοντα, ἵν´ ἐς τὸν ἀθλητὴν ἡ ἄχνη πίπτῃ.

[57] Κώρυκος δὲ ἀνήφθω μὲν καὶ πύκταις· πολὺ δὲ μᾶλλον τοῖς ἐπὶ τὸ παγκράτιον φοιτῶσιν. Ἔστω δὲ καὶ κοῦφος μὲν ὁ πυκτικός, ἐπειδὴ κωρύκου γυμνάζονται μόναι αἱ τῶν πυκτῶν χεῖρες· ὁ δὲ τῶν παγκρατιαστῶν ἐμβριθέστερος καὶ μείζων, ἵνα γυμνάζοιντο μὲν τὴν βάσιν, ἀνθιστάμενοι τῇ τοῦ κωρύκου ἐπιφορᾷ, γυμνάζοιντο δὲ ὤμους τε καὶ δακτύλους, ἐς ἀντίπαλόν τι παίοντες. Ἡ κεφαλὴ ἐναραττέτω καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου τὰ ὀρθὰ εἴδη.

[58] Θέρους δὲ, οἱ μὲν ἀμαθεῖς αὐτὸ πράττοντες ἐν ἅπαντι τῷ ἡλίῳ καὶ πάντας· οἱ δὲ ξὺν ἐπιστήμῃ καὶ λόγῳ, οὔτε ἀεὶ, καὶ ὁπόσοις λῷον· οἱ μὲν γὰρ βόρειοι τῶν ἡλίων, καὶ οἱ νήνεμοι καθαροί τέ εἰσι καὶ εὔειλοι, ἅτε δὴ λευκοῦ ἐκβάλλοντες τοῦ αἰθέρος· οἱ δὲ νότιοί τε καὶ ἐκνεφίαι, ὑγροί τέ εἰσι καὶ ὑπερκαίοντες, οἷοι ἐπιθρύψαι μᾶλλον τοὺς γυμναζομένους ἢ θάλψαι. Τὰς μὲν δὴ εὐηλίους τῶν ἡμερῶν εἴρηκα· ἡλιωτέοι δὲ οἱ φλεγματώδεις μᾶλλον, ἵνα τοῦ περιττοῦ ἐξικμάζοιντο· ἐπιχόλους δὲ ἀπάγειν χρὴ δὴ τούτου, ὡς μὴ πυρὶ πῦρ ἐπαντλοῖτο. Καὶ ἡλιούσθων οἱ μὲν προήκοντες ἀργοὶ κείμενοι καὶ πρόσειλοι κατὰ ταὐτὰ ὀπτωμένοις· οἱ δὲ σφριγῶντες, ἐνεργοὶ, καὶ γυμναζόμενοι πάντα, καθάπερ Ἠλεῖοι νομίζουσι. Τὸ δὲ πυριᾶσθαι καὶ ξηραλοιφεῖν, ἐπειδὴ τῆς ἀγροικοτέρας γυμναστικῆς ἔχεται, Λακεδαιμονίοις ἀφῶμεν ὧν τὰ γυμνάσια, οὔτε παγκρατίῳ, οὔτε πυγμῇ εἴκασται. Φασὶ δὲ αὐτοὶ Λακεδαιμόνιοι, μηδὲ ἀγωνίας ἕνεκα γυμνάζεσθαι τὴν ἰδέαν ταύτην, ἀλλὰ καρτερίας μόνης· ὅπερ δὴ μαστιγουμένων ἐστίν, ἐπειδὴ νόμος αὐτοῖς ἐπὶ τοῦ βωμοῦ ξαίνεσθαι.

ΤΕΛΟΣ

 

FIN DU LIVRE DE PHILOSTRATE.