Diogène Laërce
Βιβλίον Β'
ΣΙΜΩΝ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
[122] Σίμων Ἀθηναῖος, σκυτοτόμος.Οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο· ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. Εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ·
Περὶ θεῶν,
[123] Τί τὸ
καλόν, Οἱ δέ,
Περὶ τοῦ βουλεύεσθαι, Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. Ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.
[124]
Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος
ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός. |