Diogène Laërce
Βιβλίον Β'
ΜΕΝΕΔΗΜΟΣ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
ΜΕΝΕΔΗΜΟΣ [Μενέδημος] Οὗτος τῶν ἀπὸ Φαίδωνος, Κλεισθένους τοῦ τῶν Θεοπροπιδῶν καλουμένων υἱός, ἀνδρὸς εὐγενοῦς μέν, ἀρχιτέκτονος δὲ καὶ πένητος· οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασι καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον· ὅθεν γράψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν ὡς οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν. Πεμφθεὶς δὲ φρουρὸς ὁ Μενέδημος ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα ἀνῆλθεν εἰς Ἀκαδήμειαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν. [126] Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνα, οὗπερ ἀμφότεροι διήκουσαν· κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. Καὶ μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο· Ἐρετρικοὶ δ' ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ ὁ λόγος. Φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι· ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι· Φλιάσιόν τ' Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην. Ὁ δὲ Τίμων οὕτως· Ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ. [127] Οὕτω δ' ἦν σεμνὸς ὡς Εὐρύλοχον τὸν Κασανδρέα μετὰ Κλεϊππίδου Κυζικηνοῦ μειρακίου κληθέντα ὑπ' Ἀντιγόνου ἀντειπεῖν· φοβεῖσθαι γὰρ μὴ Μενέδημος αἴσθηται. Ἦν γὰρ καὶ ἐπικόπτης καὶ παρρησιαστής. Μειρακίου γοῦν καταθρασυνομένου εἶπε μὲν οὐδέν· λαβὼν δὲ κάρφος διέγραφεν εἰς τοὔδαφος περαινομένου σχῆμα· ἕως ὁρώντων πάντων συνὲν τὸ μειράκιον τὴν ὕβριν ἀπηλλάγη. Ἱεροκλέους δὲ [τοῦ] ἐπὶ τοῦ Πειραιῶς συνανακάμπτοντος αὐτῷ ἐν Ἀμφιαράου καὶ πολλὰ λέγοντος περὶ τῆς ἁλώσεως τῆς Ἐρετρίας, ἄλλο μὲν οὐδὲν εἶπεν, ἠρώτησε δὲ εἰς τί αὐτὸν Ἀντίγονος περαίνει. [128] Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, « Ἀγνοεῖς, » ἔφη, « ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίδες; » Πρὸς δὲ τὸν νεώτερον κεκραγότα, « Σκέψαι, » ἔφη, « μή τι ὄπισθεν ἔχων λέληθας. » Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστιν. Πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχει· φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, « Πορεύου τοίνυν, » ἔφη, « κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν. » Πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη, « Πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ; » φήσαντος δ' εἶναι, « Ἑγὼ τοίνυν, » εἶπε, « γεγάμηκα. » [129] Πρὸς δὲ τὸν εἰπόντα πολλὰ τὰ ἀγαθὰ ἐπύθετο πόσα τὸν ἀριθμὸν καὶ εἰ νομίζει πλείω τῶν ἑκατόν. Μὴ δυνάμενος δὲ τῶν καλούντων ἐπὶ δεῖπνόν τινος περιελεῖν τὴν πολυτέλειαν, κληθείς ποτε οὐδὲν μὲν εἶπε· σιωπῶν δ' αὐτὸν ἐνουθέτησε μόνας ἐλαίας προσενεγκάμενος. Διὰ οὖν δὴ τὸ παρρησιαστικὸν τοῦτο μικροῦ καὶ ἐκινδύνευσεν ἐν Κύπρῳ παρὰ Νικοκρέοντι σὺν Ἀσκληπιάδῃ τῷ φίλῳ. Τοῦ γάρ τοι βασιλέως ἐπιμήνιον ἑορτὴν τελοῦντος καὶ καλέσαντος καὶ τούτους ὥσπερ τοὺς ἄλλους φιλοσόφους, τὸν Μενέδημον εἰπεῖν ὡς εἰ καλὸν ἦν ἡ τῶν τοιούτων ἀνδρῶν συναγωγή, καθ' ἑκάστην ἡμέραν ἔδει γίνεσθαι τὴν ἑορτήν· εἰ δ' οὔ, περιττῶς καὶ νῦν.
[130] Πρὸς
δὲ τοῦτο ἀπαντήσαντος τοῦ τυράννου καὶ εἰπόντος ὡς ταύτην τὴν ἡμέραν
ἔχοι σχολάζουσαν πρὸς τὸ διακούειν φιλοσόφων, ἔτι καὶ μᾶλλον
αὐστηρότερον ἐνέκειτο, δεικνὺς ἐπὶ τῆς θυσίας ὡς χρὴ πάντα καιρὸν
φιλοσόφων ἀκούειν· ἕως εἰ μή τις αὐλητὴς αὐτοὺς διεπέμψατο, κἂν
ἀπώλοντο. Ὅθεν χειμαζομένων ἐν τῷ πλοίῳ τὸν Ἀσκαληπιάδην φασὶν
εἰπεῖν ὡς ἡ μὲν τοῦ αὐλητοῦ εὐμουσία σέσωκεν αὐτούς, ἡ δὲ τοῦ
Μενεδήμου παρρησία ἀπολώλεκεν. [131] Ἀγωνιάτης μέντοι, φασίν, ἦν ἄλλως καὶ φιλόδοξος· ὥστε τὸ πρότερον τέκτονι συνοικοδομοῦντες αὐτός τε καὶ ὁ Ἀσκληπιάδης, ὁ μὲν Ἀσκληπιάδης ἐφαίνετο γυμνὸς ἐπὶ τοῦ τέγους τὸν πηλὸν παραφέρων, ὁ δὲ εἴ τιν' ἴδοι ἐρχόμενον, παρεκρύπτετο. Ἐπεὶ δ' ἥψατο τῆς πολιτείας, οὕτως ἦν ἀγωνιάτης ὥστε καὶ τὸν λιβανωτὸν τιθεὶς διήμαρτε τοῦ θυμιατηρίου. Καί ποτε Κράτητος περιισταμένου αὐτὸν καὶ καθαπτομένου εἰς τὸ ὅτι πολιτεύεται, ἐκέλευσέ τισιν εἰς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν· τὸν δὲ μηδὲν ἧττον τηρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν. [132] Ἦν δέ πως ἠρέμα καὶ δεισιδαιμονέστερος. Σὺν γοῦν Ἀσκληπιάδῃ κατ' ἄγνοιαν ἐν πανδοκείῳ ποτὲ κρεάτων ῥιπτουμένων φαγών, ἐπειδὴ μάθοι, ἐναυτία τε καὶ ὠχρία ἕως Ἀσκληπιάδης ἐπετίμησεν αὐτῷ ὡς οὐδὲν [, εἰπών,] ἠνώχλησεν αὐτὸν τὰ κρέα, ἀλλ' ἡ περὶ τούτων ὑπόνοια. Τὰ δ' ἄλλα μεγαλόψυχος ἀνὴρ ἦν καὶ ἐλευθέριος. Κατά τε τὴν ἕξιν τὴν σωματικὴν ἤδη καὶ πρεσβύτης ὑπάρχων οὐδὲν ἧττον ἀθλητοῦ στερεός τε καὶ ἐπικεκαυμένος τὸ εἶδος, πίων τε καὶ τετριμμένος· τὸ δὲ μέγεθος σύμμετρος, ὡς δῆλον ἐκ τοῦ εἰκονίου τοῦ ἐν Ἐρετρίᾳ ἐν τῷ ἀρχαίῳ σταδίῳ. Ἔστι γάρ, ὡς ἐπίτηδες, παράγυμνον, τὰ πλεῖστα μέρη φαῖνον τοῦ σώματος.
[133] Ἦν δὲ
καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων
συμπόσια· ἐν οἷς καὶ ποιητῶν καὶ μουσικῶν.
Ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς,
[134] Ταῦτα
δ' ἐστὶν Ἀχαιοῦ ἐκ τῆς σατυρικῆς Ὀμφάλης· ὥστε πταίουσιν οἱ λέγοντες
μηδὲν αὐτὸν ἀνεγνωκέναι πλὴν τῆς Μηδείας τῆς Εὐριπίδου, ἣν ἔνιοι
Νεόφρονος εἶναι τοῦ Σικυωνίου φασίν. [135] Ἀνῄρει δέ, φασί, καὶ τὰ ἀποφατικὰ τῶν ἀξιωμάτων, καταφατικὰ τιθείς· καὶ τούτων τὰ ἁπλᾶ προσδεχόμενος τὰ οὐχ ἁπλᾶ ἀνῄρει, λέγω δὲ συνημμένα καὶ συμπεπλεγμένα. Φησὶ δ' Ἡρακλείδης ἐν μὲν τοῖς δόγμασι Πλατωνικὸν εἶναι αὐτόν, διαπαίζειν δὲ τὰ διαλεκτικά· ὥστε Ἀλεξίνου ποτὲ ἐρωτήσαντος εἰ πέπαυται τὸν πατέρα τύπτων, « Ἀλλ' οὔτε ἔτυπτον, » φάναι, « Οὔτε πέπαυμαι. » Πάλιν τ' ἐκείνου λέγοντος ὡς ἐχρῆν εἰπόντα ναί ἢ οὔ λῦσαι τὴν ἀμφιβολίαν, « Γελοῖον, » εἶπε, « τοῖς ὑμετέροις νόμοις ἀκολουθεῖν, ἐξὸν ἐν πύλαις ἀντιβῆναι. » Βίωνός τε ἐπιμελῶς κατατρέχοντος τῶν μάντεων, νεκροὺς αὐτὸν ἐπισφάττειν ἔλεγε.
[136] Καί
ποτέ τινος ἀκούσας ὡς μέγιστον ἀγαθὸν εἴη τὸ πάντων ἐπιτυγχάνειν ὧν
τις ἐπιθυμεῖ, εἶπε, « Πολὺ δὲ μεῖζον τὸ ἐπιθυμεῖν ὧν δεῖ. » Φησὶ δ'
Ἀντίγονος ὁ Καρύστιος γράψαι αὐτὸν μηδὲν μηδὲ συντάξαι, ὥστε μηδ'
ἐπὶ δόγματός τινος στηρίζειν. Ἐν δὲ ταῖς ζητήσεσι, φησίν, ὧδε
μάχιμος ἦν ὥσθ' ὑπώπια φέρων ἀπῄει.
[137] Φίλος
τε ἦν μάλιστα, ὡς δῆλον ἐκ τῆς πρὸς Ἀσκληπιάδην συμπνοίας, οὐδέν τι
διαφερούσης τῆς Πυλάδου φιλοστοργίας. [138] Ὁ μέντοι Ἀσκληπιάδης προκατέστρεψεν ἐν Ἐρετρίᾳ γηραιὸς ἤδη, συζήσας τῷ Μενεδήμῳ σφόδρα εὐτελῶς ἀπὸ μεγάλων· ὅτε καὶ μετὰ χρόνον ἐλθόντος ἐπὶ κῶμον ἐρωμένου τοῦ Ἀσκληπιάδου καὶ τῶν νεανίσκων ἀποκλειόντων αὐτόν, ὁ Μενέδημος ἐκέλευσεν εἰσδέξασθαι, εἰπὼν ὅτι Ἀσκληπιάδης αὐτῷ καὶ κατὰ γῆς ὢν τὰς θύρας ἀνοίγει. Ἦσαν δ' οἱ σωματοποιήσαντες αὐτοὺς Ἱππόνικός τε ὁ Μακεδὼν καὶ Ἀγήτωρ ὁ Λαμιεύς· ὁ μὲν ἑκατέρῳ δοὺς τριάκοντα μνᾶς, ὁ δ' Ἱππόνικος Μενεδήμῳ εἰς ἔκδοσιν τῶν θυγατέρων δισχιλίας δραχμάς. Ἦσαν δὲ τρεῖς, καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι. [139] Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον· προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας· ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστ' εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου· εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, ἀνεχώρουν· εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. Ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. Τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου· τράγημα θέρμος ἢ κύαμος, ἔστι δ' ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὦχροι ἢ νὴ Δί' ἰσχάδες. [140] Ἃ πάντα φησὶν ὁ Λυκόφρων ἐν τοῖς πεποιημένοις σατύροις αὐτῷ, οὓς Μενέδημος ἐπέγραψεν, ἐγκώμιον τοῦ φιλοσόφου ποιήσας τὸ δρᾶμα· ὧν καί τινά ἐστι τοιαυτί·
Ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ Τὰ μὲν οὖν πρῶτα κατεφρονεῖτο, κύων καὶ λῆρος ὑπὸ τῶν Ἐρετριέων ἀκούων· ὕστερον δ' ἐθαυμάσθη, ὥστε καὶ τὴν πόλιν ἐγχειρίσασθαι. Ἐπρέσβευσε δὲ καὶ πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον, τιμώμενος πανταχοῦ· οὐ μὴν ἀλλὰ καὶ πρὸς Δημήτριον. Καὶ τῆς πόλεως διακόσια τάλαντα τελούσης πρὸς ἔτος αὐτῷ, τὰ πεντήκοντα ἀφεῖλε· πρὸς ὃν διαβληθεὶς ὡς τὴν πόλιν ἐγχειρίζων Πτολεμαίῳ, ἀπολογεῖται δι' ἐπιστολῆς ἧς ἡ ἀρχή· [141] « Μενέδημος βασιλεῖ Δημητρίῳ χαίρειν. Ἀκούω πρὸς σὲ ἀνατεθῆναι περὶ ἡμῶν. » Λόγος δὲ διαβαλεῖν αὐτὸν τῶν ἀντιπολιτευομένων τινὰ Αἰσχύλον. Δοκεῖ δ' ἐμβριθέστατα πρεσβεῦσαι πρὸς Δημήτριον ὑπὲρ τοῦ Ὠρωποῦ, ὡς καὶ Εὔφαντος ἐν Ἱστορίαις μνημονεύει. Ἠγάπα δὲ αὐτὸν καὶ Ἀντίγονος καὶ μαθητὴν ἀνεκήρυττεν αὑτόν. Καὶ ἡνίκα ἐνίκα τοὺς βαρβάρους περὶ Λυσιμαχίαν, γράφει ψήφισμα αὐτῷ Μενέδημος ἁπλοῦν τε καὶ ἀκόλακον, οὗ ἡ ἀρχή·
[142] « Οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον. Ἐπειδὴ βασιλεὺς
Ἀντίγονος μάχῃ νικήσας τοὺς βαρβάρους παραγίνεται εἰς τὴν
ἰδίαν, καὶ τὰ ἄλλα πάντα πράσσει κατὰ γνώμην, ἔδοξε τῇ βουλῇ
καὶ τῷ δήμῳ ... » [143] Φησὶ δ' Ἡρακλείδης αὐτὸν πᾶν τοὐναντίον, πρόβουλον γενόμενον τῶν Ἐρετριέων πολλάκις ἐλευθερῶσαι τὴν πατρίδα ἀπὸ τῶν τυράννων ἐπαγόμενον Δημήτριον· οὐκ ἂν δὴ οὖν προδοῦναι αὐτὸν Ἀντιγόνῳ τὴν πόλιν, ἀλλὰ διαβολὴν ἀναλαβεῖν ψευδῆ· φοιτᾶν τε πρὸς τὸν Ἀντίγονον καὶ βούλεσθαι ἐλευθερῶσαι τὴν πατρίδα· τοῦ δὲ μὴ εἴκοντος ὑπ' ἀθυμίας ἀσιτήσαντα ἑπτὰ ἡμέρας τὸν βίον μεταλλάξαι. Τὰ ὅμοια τούτῳ καὶ Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ. Μόνῳ δὲ Περσαίῳ διαπρύσιον εἶχε πόλεμον· ἐδόκει γὰρ Ἀντιγόνου βουλομένου τὴν δημοκρατίαν ἀποκαταστῆσαι τοῖς Ἐρετριεῦσι χάριν Μενεδήμου κωλῦσαι.
[144] Διὸ
καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν ἐν λόγοις τά τε
ἄλλα ἔφη καὶ δὴ καί, « Φιλόσοφος μέντοι οὗτος, ἀνὴρ δὲ καὶ τῶν
ὄντων καὶ τῶν γενησομένων κάκιστος. »
Ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης
Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπ' αὐτῶν, μετιτέον δὲ
ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημείας κατάρξαντα, καὶ τοὺς ἀπ'
αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι. |