table des matières de DIOGENE LAERCE
Diogène Laërce
LIVRE VI
ΚΡΑΤΗΣ
pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe
|
LIVRE VI. ΚΡΑΤΗΣ [85] Κράτης Ἀσκώνδου Θηβαῖος. Καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. Τούτου Παίγνια φέρεται τάδε·
Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ
οἴνοπι τύφῳ, [86] Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα·
τίθει μαγείρῳ μνᾶς δέκ',
ἰατρῷ δραχμήν, Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε·
Ταῦτ' ἔχω ὅσσ' ἔμαθον καὶ
ἐφρόντισα καὶ μετὰ Μουσῶν Καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο Θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. Φέρεται δ' αὐτοῦ κἀκεῖνο·
Ἔρωτα παύει λιμός. Εἰ δὲ μή,
χρόνος· [87] Ἤκμαζε δὲ κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα. Τοῦτόν φησιν Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς θεασάμενον ἔν τινι τραγῳδίᾳ Τήλεφον σπυρίδιον ἔχοντα καὶ τἄλλα λυπρὸν ᾆξαι ἐπὶ τὴν κυνικὴν φιλοσοφίαν· ἐξαργυρισάμενόν τε τὴν οὐσίαν-καὶ γὰρ ἦν τῶν ἐπιφανῶν-ἀθροίσαντα πρὸς τὰ [ἑκατὸν] διακόσια τάλαντα, τοῖς πολίταις ἀνεῖναι ταῦτα. Αὐτὸν δὲ καρτερῶς οὕτω φιλοσοφεῖν ὡς καὶ Φιλήμονα τὸν κωμικὸν αὐτοῦ μεμνῆσθαι. Φησὶ γοῦν·
Καὶ τοῦ θέρους μὲν εἶχεν
ἱμάτιον δασύ, Φησὶ δὲ Διοκλῆς πεῖσαι αὐτὸν Διογένην τὴν οὐσίαν μηλόβοτον ἀνεῖναι καὶ εἴ τι ἀργύριον εἴη, εἰς θάλατταν βαλεῖν. [88] Καὶ Κράτητος μέν, φησίν, ὁ οἶκος ὑπ' Ἀλεξάνδρου, Ἱππαρχίας δὲ ὑπὸ Φιλίππου. Πολλάκις τε τῇ βακτηρίᾳ τῶν συγγενῶν τινας προσιόντας καὶ ἀποτρέποντας ἐδίωκε, καὶ ἦν γενναῖος. Φησὶ δὲ Δημήτριος ὁ Μάγνης τραπεζίτῃ τινὶ παρακαταθέσθαι τἀργύριον, συνθέμενον, εἰ μὲν οἱ παῖδες ἰδιῶται γενηθεῖεν, αὐτοῖς ἀποδοῦναι· εἰ δὲ φιλόσοφοι, τῷ δήμῳ διανεῖμαι· μηδενὸς γὰρ ἐκείνους δεήσεσθαι φιλοσοφοῦντας. Ἐρατοσθένης δέ φησιν ἐξ Ἱππαρχίας, περὶ ἧς λέξομεν, γενομένου παιδὸς αὐτῷ ὄνομα Πασικλέους, ὅτ' ἐξ ἐφήβων ἐγένετο, ἀγαγεῖν αὐτὸν ἐπ' οἴκημα παιδίσκης καὶ φάναι τοῦτον αὐτῷ πατρῷον εἶναι τὸν γάμον· [89] τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, <οὓς> φυγάς τε καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι. Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου. Χάριεν δ' αὐτοῦ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. Φησὶ γάρ· παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, « Τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα; » ἔλεγέ τ' ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, « Νικόδρομος ἐποίει. » [90] Τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας. Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, « Εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον. » Δῆλον οὖν ὡς ὕδωρ ἔπινεν. Ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, « Καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον· » ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. Ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς - οἱ δέ, ἐν Κορίνθῳ ὑπ' Εὐθυκράτους - καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν, Ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο. [91] Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. Ἔπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, « Ἔνδον Ἀσκληπιάδης. » Ἐφ' ᾧ δυσχεράναντα τὸν Μενέδημον ἕλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν. Ζήνων δ' ὁ Κιτιεὺς ἐν ταῖς Χρείαις καὶ κῴδιον αὐτόν φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. Ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. Εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, « Θάρρει, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος· [92] τούτους δ' ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ. » Ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. Ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν· οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. Συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,
Στείχεις δή, φίλε κυρτών, [93] Πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη, « Καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει. » Ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης ἀνεπιβουλεύτου φθόνῳ. Μέμνηται δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Διδύμαις οὕτως·
Συμπεριπατήσεις γὰρ τρίβων'
ἔχουσ' ἐμοί,
Μαθηταὶ δ'
αὐτοῦ· |