table des matières de DIOGENE LAERCE
Διογένης Λαέρτιος
Βιβλίον Δ'
pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe
|
ΚΡΑΝΤΩΡ [24] Κράντωρ Σολεὺς θαυμαζόμενος ἐν τῇ ἑαυτοῦ πατρίδι ἀπῆρεν εἰς Ἀθήνας καὶ Ξενοκράτους διήκουσε Πολέμωνι συσχολάζων. Καὶ κατέλιπεν ὑπομνήματα εἰς μυριάδας στίχων τρεῖς, ὧν τινά τινες Ἀρκεσιλάῳ προσάπτουσι. Φασὶ δὲ αὐτὸν ἐρωτηθέντα τίνι θηραθείη ὑπὸ Πολέμωνος, εἰπεῖν τῷ μήτ' ὀξύτερον μήτε βαρύτερον ἀκοῦσαι φθεγγομένου. Οὗτος νοσήσας εἰς τὸ Ἀσκληπιεῖον ἀνεχώρησε κἀκεῖ περιεπάτει· οἱ δὲ πανταχόθεν προσῄεσαν αὐτῷ, νομίζοντες οὐ διὰ νόσον, ἀλλὰ βούλεσθαι αὐτόθι σχολὴν συστήσασθαι. Ὧν ἦν καὶ Ἀρκεσίλαος θέλων ὑπ' αὐτοῦ συστῆναι Πολέμωνι, καίπερ ἐρῶντος, ὡς ἐν τῷ περὶ Ἀρκεσιλάου λέξομεν. [25] Ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφ' ᾧ καὶ μάλιστα θαυμασθῆναι. Λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάῳ, ταλάντων οὖσαν δυοκαίδεκα. Καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν· Ἐν γῆς φίλης ὄχθοισι κρυφθῆναι καλόν. Λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐπὶ τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. Καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί·
Ἥνδανεν
ἀνθρώποις, ὁ δ' ἐπὶ πλέον ἥνδανε Μούσαις [26] Ἐθαύμαζε δὲ ὁ Κράντωρ πάντων δὴ μᾶλλον Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες ἐν τῷ κυρίῳ τραγικῶς ἅμα καὶ συμπαθῶς γράψαι. Καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου Οἴμοι· τί δ' οἴμοι; θνητά τοι πεπόνθαμεν. Λέγεται δὲ καὶ Ἀνταγόρα τοῦ ποιητοῦ ὡς Κράντορος εἰς Ἔρωτα πεποιημένα φέρεσθαι ταυτί·
Ἐν δοιῇ
μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον, Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. Τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. Θαυμάζεται δὲ αὐτοῦ μάλιστα βιβλίον τὸ Περὶ πένθους. Καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν·
Ἐπέκλυσε
καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
|