table des matières de DIOGENE LAERCE
Διογένης Λαέρτιος
Βιβλίον Δ'
pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe
|
ΚΛΕΙΤΟΜΑΧΟΣ [67] Κλειτόμαχος Καρχηδόνιος. οὗτος ἐκαλεῖτο μὲν Ἀσδρούβας καὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν πατρίδα ἐφιλοσόφει. ἐλθὼν δ' εἰς Ἀθήνας ἤδη τετταράκοντ' ἔτη γεγονὼς ἤκουσε Καρνεάδου· κἀκεῖνος ἀποδεξάμενος αὐτοῦ τὸ φιλόπονον γράμματά τ' ἐποίησε μαθεῖν καὶ συνήσκει τὸν ἄνδρα. ὁ δὲ ἐς τοσοῦτον ἤλασεν ἐπιμελείας, ὥστε ὑπὲρ τὰ τετρακόσια βιβλία συνέγραψε. καὶ διεδέξατο τὸν Καρνεάδην καὶ τὰ αὐτοῦ μάλιστα διὰ τῶν συγγραμμάτων ἐφώτισεν. ἀνὴρ ἐν ταῖς τρισὶν αἱρέσεσι διατρίψας, ἔν τε τῇ Ἀκαδημαϊκῇ καὶ περιπατητικῇ καὶ Στωικῇ. Καθόλου δὲ τοὺς Ἀκαδημαϊκοὺς ὁ Τίμων οὕτω διασύρει· οὐδ' Ἀκαδημαϊκῶν πλατυρημοσύνης ἀναλίστου. Ἡμεῖς δὲ τοὺς Ἀκαδημαϊκοὺς τοὺς ἀπὸ Πλάτωνος διεληλυθότες ἔλθωμεν ἐπὶ τοὺς ἀπὸ Πλάτωνος περιπατητικούς, ὧν ἦρξεν Ἀριστοτέλης.
|