retour à l'entrée du site  

table des matières de l'œuvre D'ANDOCIDE

 

ANDOCIDE

 

 

TRADUCTION DES QUATRE DISCOURS D'ANDOCIDE

 

DISCOURS SUR LES MYSTÈRES

 

Oeuvre numérisée par Marc Szwajcer

 

texte grec

 

SUR SON RETOUR        SUR LA PAIX AVEC LES LACÉDÉMONIENS

 

 

Εἰπόντος δ' ἐμοῦ πρὸς αὐτὴν τά τε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δ' ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.

[2] Καὶ ταῦτ' ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους ἦ μὴν μετ' εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας, ὥστε με, ὦ ἄνδρες δικασταί, - εἰρήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές - ταῦτα πεπεῖσθαι. Οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἡμῶν τὴν φύσιν ἔρως, προσλαβὼν γυναικὸς [συνεργ]ίαν. Ἐκείνη γοῦν φενακίζουσα πάντα ταῦτα, προσπεριέκοψεν αὑτῇ δῶρον εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.

[3] Ἴσως μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐδέν ἐστι θαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τοῦτον παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφ' ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα ... εν ... οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν. Καίτοι εἰ καθ' ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί χρὴ' αὐτὴν νῦν ἐπιτελεῖν προσδοκᾶν, ἔχουσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον.

[4]  Τέλος δ' οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη με πάλιν ὕστερον, εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.

[5]  Συναγαγὼν δ' ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας, καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν· κἀκείνη συνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην καὶ διήλλαξε καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. Καὶ ἔγωγ' ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ, καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω· σὺ μὲν ὡς ὀφλὼν  ἀργύριον ἐπ' ἐλευθερίᾳ κατάβαλλε τοῦ Μίδα καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα τῶν μὲν μηδεὶς ἐνοχλῇ μηδὲ διαφθείρῃ τὸν Μίδας, μηδ' αὐτοὶ δὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον σου.

[6] Τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν δι' ἐμὲ γεγονέναι ἐλεύθεροι, ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθ' ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. - Ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ, καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· - ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλ' ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥᾳδίως.

[7]  Ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα· εἰ μὲν γὰρ ἐπ' ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλ' οὐδὲν δεινὸν ἔπασχον· - εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξασθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.

[8] Ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν. Ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι, ἐφ' ὃ ἧκον, τοῦτο διοικήσασθαι. - Καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ, ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετ' ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.

[9]  Ἐλθόντες δ' ἐπὶ τὸ μυροπώλιον, τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. - Τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστ' εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.

[10]  Ὡς δ' ᾐσθόμην οὗ ἦν κακοῦ, τότ' ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν, ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο - ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ - τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπ' ὀνομάτων, ἀλλ' ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, « καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.  »

[11] Καὶ τῶν ἐράνων εἷς μὲν οὖν, Δικαιοκράτης, ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δ' ἄλλοι, ἐφ' οἷς εἰλήφει πάντα ὁ Μίδας - νεοσύλλογοι δ' ἦσαν - τούτους δ' οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλ' ἀπεκρύψατο.

[12] Βουλευομένοις δ' ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι· καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. Ὁ δ' ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσεχοίη μοι τὸν νοῦν, γραμματεῖόν τ' εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. Πολλῶν δ' ἀνθρώπων συλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων δ' ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ὠὠόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. - Πρῶτον μὲν οὖν ὑμῖν τὰς συνθήκας ἀναγνώσεται, ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. Λέγε τὰς συνθήκας.

ΣΥΝΘΗΚΑΙ

[13] Τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθ' ἓν ἕκαστον ἀκηκόατε· - ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει  « ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, κύρια εἶναι. »  Τά γε δίκαια, ὦ βέλτιστε, τὰ δὲ μὴ, τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι· ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. - Καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.

[14] Ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων. Σὺ δὲ ψευσάμενος δόλους τ' ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατ' ἐμοῦ ἐφηύρου· ἐπεὶ ἐὰν δείξῃς προειπὼν ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι ἀλλ' ὁμολογῶ ὀφείλειν.

[15]  Μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν ὁμολογοῦντες ἀλλήλοις συμβάλλουσιν· ὅταν τις πωλῇ ἀνδράποδον, προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. - Καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; - Ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.

[16] Σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. Οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. Ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ. Ἀλλ' ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, «  ἐὰν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, » καὶ οὐκ ἐάν τις ψευσάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. Ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.

[17] Ἔτι δὲ καὶ ὁ περὶ τῶν διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν τις βούληται, πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. - Ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ ἐγγύαι καὶ αἱ διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε καὶ περὶ τῶν ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;

[18] Καὶ ἐὰν μέν τις εἰς διοίκησιν τῶν αὑτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, ὅτε δ' ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίστην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; - Εἶτα σὺ ταῖς συνθήκαις ἰσχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐσημήνασθε, καὶ ὑπὸ γυναικείας βουλεύσεως ὑμᾶς πεισθεὶς εὔνους εἶναι, ἐπὶ τούτοις προσηκάμην οἷς ἠθέλετε· καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα ἀπεστηρήκατέ με ὥσπερ ὑπο ... κατειλημμένον

[19] ...ς οὐκ ἠδύνατο τοὺς ἐράνους εἰδέναι τοὺς πρὸς Μίδαν αδήλως κατατεθέντα, ο)ύτε τὰ δανεισθέντα... εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα δὴ ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην· οὗτος δὲ ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δ' ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος ἤδη, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾖδει τὰ χρέα. - Ἀλλ' ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην αὐτίκα εὐήθης ἐγένετο· καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾖδει, τὰ δέ φησιν οὐκ εἰδέναι - ὅσα μὴ βούλεται. -

[20]  Ὁ δὲ τοιοῦτος αὐτοῦ λόγος, ὦ ἄνδρες δικασταί, οὐκ ἀπολόγημά ἐστιν, ἀλλ' ὁμολόγημα ὡς οὐδ' εἶχεν οὐδὲν ὑγιὲς εἰπεῖν· ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου ἅμα εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δ' οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος, ταῦτα πῶς δίκαιός εἰμι διαλύειν. - Ὅτι μὲν οὖν ᾖδεις, ὦ Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἑκ τε πολλῶν ἄλλων καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ ... τὰ χρέα ὄντα ἱκανὸν ... νο. Οὐ μὲν δὴ ἐγὼ ... τῷ λόγωι σοῦ τούτῳ...

... [21] ... ος καὶ οὐκ εἰλ ... νος καὶ τω ... τουτονὶ τὸν τρόπον.
Εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς ἐμοὶ πάντα τὰ χρέα, ἐγὼ δὲ, ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι, τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος ὅτ' ἐδανείζετο;  - Ἐγὼ μὲν γὰρ οἴομαι σέ. Εἰ δ' ἄρ' ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδ' οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλ' ὁ δημοτικώτατος Σόλων·

[22] ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει, ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀμαρτήματα διαλύειν τὸν δεσπότην παρ' ᾧ ἂν ἐργάσωνται οἱ οἰκέται· εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξῃ ἢ ἐργασίαν εὐροῦσαν ὁ δοῦλος, τοῦ κεκτημένου αὐτὸν γίγνεται. Σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ· καὶ ὁ μὲν Σόλων οὐδὲ τὸ δικαίως ἔγραφεν ψήφισμά οὐδενὸς νόμου οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων.

[23] Καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς ... εθελ ... δωρεὰν κε ... τὸν δὲ Μίδαν κελεύοι με ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· - ἐμὲ δ' οὐκ ἐθέλειν, ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. Καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν φασίν μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥσπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.

[24]  Τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι, φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. Τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν ἐμὸς εἴη ἂν μὴ ὠνῶμαι αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν· ἤδη δ' ἐμοῦ ὡμολογηκότος ἀντ' αὐτῶν καταθήσειν, τριῶν ὁμοῦ ὅσον τὸ ἀργύριον, προσελθὼν ὁ Ἀθηνογένης πρός ἐνίους τινας τῶν φίλων τῶν ἐμῶν...

[25] τί βούλεται, ἔφη, ἐπικρατὴς πράγματα ἔχειν ᾧ ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαι ... τὴν μὲν συκοφαντίαν ... ἐποιεῖτο τῷ δὲ λ ... ἀδικημάτων κα ... ἐπίστευσα ὡς ε ... τὸν μὲν παῖδα δι ... ν οὐκ ἤθελον ... οὖν τετταράκοντα μνᾶς ... πέντε τάλαντα

[26] Οὐ μυροπώλης εἰμὶ οὔτ' ἄλλην τέχνην ἔχω ἀγοραίαν, ἀλλ' ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρία ... ταῦτα γεωργῶ. Τί δὲ, τοῦ παιδὸς ἐρῶν, εἰς πάντων ὠνὴν ἐνεσείσθην· πότερα, νὴ Δία, εἰκός ἐστιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, ἤ σε καὶ τὴν ἑταίραν τοῖς ἐμοῖς ἐπιχανεῖν χρήμασιν; Ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς δικαίως, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂνεῖναι τά χρέα... ομην ἔχ... θηναι.. Καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα Ἀθηνογένει δὲ ..

[27] ενε ... πάντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ. - Καὶ τὸν μὲν Μίδαν τὸν τολ ... ξαι, ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτον ... λαβεῖν· - τὸν δὲ παῖδα τότε προῖκά μοί φησιν διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλ' ὥστε ὑφ' ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι.

[28] Αὐτὸς μέντοι οὐκ ἀξιῶ πρὸς [τοῖς ἄλλοις καὶ ἀτιμ]ωθῆνα[ι ὑ]π' Ἀθηνογένους. [Καὶ γὰρ ἂν] δεινὸν [ἂν συ]μβαίνοι μ[οι, ὦ ἄνδρες δικασ]ταί, εἰ μ ... ος ... ειο ... ν ἥμαρτο[ν] ... δ ... κ ... μία δὲ κ ... ου ... ισθ ... κηκεν ... θε ... δικησας π ... τιμήματι δ ... π ... ται πο[λ]ιτ ... νος εγω οτ ώτατοι τῶν με[τ]οίκων ἀφυλάκτως ἔρχεσθαι.

[29] Ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς τὸν Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε τὴν πόλιν, καὶ μεθ' ὑμῶν μὲν οὐ συνεστρατεύσατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. Καὶ ταῦτ' ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς. Καὶ τὰς θυγατέρας οὐκ ἠγ[γ]υη[σε] παρ' ὑμῖν οὐδὲ [τέκ]νᾳ ἐκθρέψα[ι  ἐνθάδ' ἠξί[ου, ἀλλ'] ἐξέδωκεν ἄ[λλοσ]ε· πάλιν η ... ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.

[30] Ταῦτα γὰρ ὑμ[ῖν] ... ασιν οἱ χρησ ... υτοι πο ... τῇ εἰρή[νῃ] ... πω ... ἐν τοῖς κινδ[ύνοις ...  μὲν ἐ[ν] Πλατα[ιαῖς ... δήσαντες ο ... [Ἀθη]νογ[ένου]ς ... π ... χειν ... νω ... το ... υθ

[31] Τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς, ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ ἐφρόντιζεν· ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπ' ἐκείνου κατασταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐνθάδε γὰρ φεύγουσιν.

[32] Καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον δι' ἐτῶν πλειόνων ἢ πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους ςνομένους τούτους ἀτυχοῦντας περισωθῆναι ὑφ' ὑμῶν· οὗτος δὲ ὁ μιαρός, ὁ δὴ ἀφεὶς ὑμᾶς καί ἐκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν πεφρόντικε πλέον, ἀλλ' οὕτως ὠμῶς τοῖς τῆς δεξαμένης αὐτὸν ἐχρήσατο ὥστε μετα ... το ἐν τῇ ἐκκλησίᾳ ... κατὰ τοῦτο ... ... ραν δεδιὼς ... ιν κατέφυγεν.

[33] Καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃσπερ οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων ψήφισμα ὃ ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ, δι' ὃ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. Ἀνάγνωθι.

ΝΟΜΟΣ ΜΑΡΤΥΡΙΑ ΨΗΦΙΣΜΑ

[34] Λαβέ μοι καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίαν ... μεν ουσια ... ειλα ... πα ... καταλειφθέντα ... αδ[ελφ ... ἐξῆς πάλιν ω ... ... π ... [τὴ]ν Ἀντιγ[όναν ... ε ... μαρτυρ

[35] Πραχθέντα καὶ ὃν [τρ]όπον ἐ[πιβεβούλευκέν] μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖ[ν] προδότης ηὕρηται. Τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν [καὶ τῆς πόλεως τὴν σωτηρίαν ἀπελπίσαν[τα καὶ τὴν χώραν ἐγκαταλιπόντα, καὶ παρ' οὓς ἐξ[ῴκησεν... ἀναστάτους ποιήσαντα, [τοῦτον κρινόμενον εἰληφότες οὐ κολάσετε;

[36] Kαὶ ἐγώ, ὦ ἄνδρες δικασταί, δέομαι ὑμῶν [καὶ ἀντιβολῶ ἐλεῆσαί] με, ἐκεῖνο σκεψαμένους, [ὅτι προσήκει ἐν] ταύτῃ τῇ δίκῃ ... ιν ἐλεεῖν οὐ τὸν  ... ἐὰν ἁλῷ, οὐδὲν πάσχων ... δε τοτ[ε] τα πα ... δ' ἂν ἀποφύγῃ μο ... [ἀπολο]ῦμαι· οὐ γὰρ ἂν δ[υναίμην] ... ν οὐδὲ, πολλοστὸν [μέρος] ... αν ... αιαχ ... [ὦ] ἄνδρες δικασταί, ...  ς ἐξ α[ὐτ]ῶν τ...

Fragment 1.

ος χρησαμενο[ς ... τ]α πεπραγμενᾶ

Fragment 2.

αντησο ... λεκεν ἄλλοις ... [ταῦ]τα πέπονθεν τ ... ων ἀναλωμ[άτων ...

Ftragment 3.

αλυσιτ ... ὀφείλουσι ... οποτε ἀπέλυσεν ... ὦ ἄνδρες δικασταί, οὐδεὶς ὑμῶν ... του ... κατα