retour à l'entrée du site

table des matières dE PROCOPE

ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΤΟΥ ΚΑΙΣΑΡΕΩΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΚΤΙΣΜΑΤΩΝ.

traduction française numérisée par Marc Szwajcer

 

Pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.

 

ΛΟΓΟΣ Δʹ.

ΚΕΦΑΛΑΙΟΝ Α'.

1. Πέλαγος μέγα νηὶ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθηρόν τε ἡγοῦμαι εἶναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς ἔμπλεων. Ταὐτὸ δέ ἐστι τὰς Ἰουστινιανοῦ βασιλέως οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. Ψυχῆς γὰρ μεγέθει ὁ βασιλεὺς οὗτος τά τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τὰ ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέπρακται κρείσσω. Ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουργίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπόνηται πρόχειρα. γεγένηται γὰρ ἐπαξίως τῷ τε γειτονήματι ποταμοῦ Ἴστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμένους τῇ χώρᾳ βαρβάρους ἀνάγκῃ. Ἔθνη γὰρ αὐτῇ γειτονοῦντα διακεκλήρωται Οὐννικά τε καὶ Γοτθικά, καὶ τὰ ἐν Ταύροις καὶ τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα Σκλαβηνοὶ καὶ ὅσα ἄττα, εἴτε Σαυρομάτας Ἁμαξοβίους εἴτε Μετανάστας ταῦτα δὴ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστοριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θηριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρύσθαι ἐνταῦθα ξυμβαίνει. Οἷς δὴ ἀπέραντα πολεμησείουσιν ὑπαντιάζειν διατεινομένῳ Ἰουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν ποιουμένῳ ἐπάναγκες ἦν ἐρύματά τε περιβάλλεσθαι ἀνάριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστήσασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ ἀνεπιμίκτοις ἐμπόδια εἴη. Οἷς δὴ τοῖς πολεμίοις τὸν πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις ποιεῖσθαι νόμος, οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθήκαις διαλῦσαί τισιν, ἢ κατὰ χρόνον ἀνακχεῦσαι, ἀλλ´ ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. Ἀλλὰ καὶ ὣς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα. Ἔργου γὰρ ἀρξαμένους τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι.  Ἐπεὶ καὶ ἄλλως ἂν οὐκ ἔξω κατηγορίας τὸ πρᾶγμα εἴη, βασιλέα μὲν τὸν ἡμέτερον εἰργάσθαι τὰ ἔργα, ἡμᾶς δὲτοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. Μέλλοντας δὲ τὰΕὐρωπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκο.δομήματα, ὀλίγα ἄττα ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον.

2. Ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς ἄλλης θαλάσσης ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ πλεῖστον ποιεῖται τὸν Ἰόνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπειρώτας τε καὶ τὰ ἐκείνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροὺς ἔχουσα, ἔν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περιλαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. Καθύπερθε δὲ ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς Ἴστρος γῆς τῆς Εὐρώπης νησοειδῆ τὴν γῆν τίθεται. Ἐνταῦθα οἰκοδομήματα πολλά τε καὶ ἀξιολογώτατα ὁ βασιλεὺς οὗτος πεποίηται. Πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισάμενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι, οἳ δὴ ὑπὲρ Ἴστρου ποταμοῦ ᾤκηνται.

3. Ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ᾗ πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ τοῦδε τὰς ἀπαρχὰς τοῦ λόγου δοτέον. Αὐτῇ γὰρ ἂν μόνῃ ὀγκοῦσθαί τε καὶ διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι πρέποι βασιλέα Ῥωμαίοις θρεψαμένῃ τε καὶ παρασχομένῃ τοιοῦτον, οὗ δὴ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ παρακαταθέσθαι ἀμήχανον.

4. Ἐν Δαρδάνοις που τοῖς Εὐρωπαίοις, οἳ δὴ μετὰ τοὺς Ἐπιδαμνίων ὅρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα, ὅπερ Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔνθεν Ἰουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς ὥρμηται. Τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισάμενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύργον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι πεποίηκε.

5. Παρ´ αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπιφανεστάτην ἐδείματο, ἥνπερ Ἰουστινιανὴν ὠνόμασε Πρῖμαν (πρώτη δὲ τοῦτο τῇ Λατίνων φωνῇ δύναται) ταῦτατῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. Καίτοι Ῥωμαίους ἐχρῆνἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα, ἐπεὶ καὶ σωτῆρα ἐθρέψατο ἡ χώρα κοινὸν ἅπασιν. Ἐνταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. Πολλὰ δὲ καὶ ἄλλα τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ διαπεπόνηται ἄξια. Θεοῦ μὲν τεμένη διαριθμεῖσθαι οὐ ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιάς, τὰ βαλανεῖα, τὰ πωλητήρια. Πόλις ἁπλῶς μεγάλη καὶ πολυάνθρωπος καὶ τὰ ἄλλα εὐδαίμων καὶ οἵα τῆς χώρας ἁπάσης μητρόπολις εἶναι. Εἰς ἀξιώματος γὰρ τοσόνδε ἥκει. Πρὸς δὲ καὶ τὸν Ἰλλυριῶν ἀρχιερέα διακεκλήρωται, τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος· ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντιφιλοτιμεῖται δεδημιουργηκέναι τὴν πόλιν. Καί μοι ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει. Ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτολογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες.

6. Ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομησάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. Ἦν δέ τις ἐν Δαρδάνοις ἐκ παλαιοῦ πόλις, ἥπερ Οὐλπιᾶνα ὠνόμαστο. Ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖστον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀχρεῖος) ἄλλα τε αὐτῇ παμπληθῆ ἐγκαλλωπίσματα ποιησάμενος, ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν Ἰουστινιανὴν ἐπωνόμασε. σεκοῦνδαν γὰρ τὴν δευτέραν Λατῖνοι λέγουσι.

7. Καὶ ἄλλην δὲ αὐτῇ πλησίον ἐδείματοπόλιν οὐ πρότερον οὖσαν, ἥνπερ Ἰουστινούπολιν τῷ θείῳ ὁμωνύμως ἐκάλεσεν. Ἀλλὰ καὶ Σαρδικῆς καὶ Ναϊσουπόλεως, ἔτι μέντοι Γερμαῆς τε καὶ Πανταλείας διερρωγότα τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν τῷ ἀσφαλεῖ ἄμαχα τοῖς πολεμίοις διεπράξατο εἶναι. Καὶ πολίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο τρία, Κρατίσκαρά τε καὶ Κουιμέδαβα καὶ Ῥουμισίανα. Οὕτω μὲν οὖν τάσδε τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. Πρόβολον δὲ ἰσχυρότατον αὐτῶν τε καὶ πάσης Εὐρώπης Ἴστρον ποταμὸν ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περιβάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστερον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τέθειται τῆς  ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε βαρβάροις. Ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισάμενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ διαπορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ παράπαν τοῖς ἀγροῖς οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδραποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται πάντα, οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν πεποίηται· οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις ἀπεργασάμενος ὥστε ἀγρὸς ἕκαστος ἢ φρούριον ἀποτετόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά τε κἀν τῇ Ἠπείρῳ τῇ τε νέᾳ καὶ τῇ παλαιᾷ καλουμένῃ. Οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται Ἰουστινιανούπολις, ἡ πρότερον Ἀδριανούπολις καλουμένη.

8. Ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν Φοινίκην ὠνομασμένην. Αἱ δύο αὗται πολίχναι, ἥ τε Φωτικὴ καὶ ἡ Φοινίκη, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο, ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. Διὸ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς θεμελίων συνθήκης περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν ἀγχοτάτω ἔν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο. Ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατακορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως 〈ἀξίου ἐπιτυχοῦσα〉. Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. Ταύτης δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ νῆσος κατὰ μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε. Διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. Ἔνθα δὴ βασιλεὺς τοὺς τῆς Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκοδομησάμενος ἐτειχίσατο.

ΚΕΦΑΛΑΙΟΝ Β.

1. Μετὰ δὲ τὴν Ἤπειρον ὅλην Αἰτωλούς τε καὶ Ἀκαρνᾶνας παραδραμόντι ὅ τε Κρισαῖος ἐκδέχεται κόλπος καὶ ὅ τε Ἰσθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς Ἑλλάδος χωρία. Ἔνθα δὴ τῆς παρ´ αὐτοῦ τὰ μάλιστα προνοίας ἠξίωνται. Μάλιστα 〈δὲ〉 πάντων θαυμάσειεν ἄν τις ὁπόσοις περιβόλοις ἐτειχίσατο τὴν Ῥωμαίων ἀρχήν. Τῶν τε γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν Θερμοπύλαις ἀνόδων. Πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος αὐτῷ ἀνέστη μέγα. Ἦν γάρ, εἴ τις προσίοι, εὐπετῶς ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει, ἀλλ´ ἀποτετριγχωμένα ἐδόκει εἶναι. Οἷς δὴ καὶ διπλᾶς τὰς ἐπάλξεις ἐντέθειται πάσας. Κατὰ ταὐτὰ δὲ κἀν τῷ φρουρίῳ ἐξείργασται, ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. Διαρκές τε γὰρ αὐτῷ ὕψος ἐντέθεικε καὶ διπλοῦς τοὺς προμαχῶνας πεποίηται. Πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. Ἔπειτα δὲ καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο.

2. Θαυμάσειεν ἄν τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, καὶ ταῦτα προδοτῶν Ἑλλήνων τυχών, ὁδῶν τε ἀτειχίστων ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι οὐσῶν. Ἥ τε γὰρ θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστομωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε ἀνόδους, καὶ σηράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐνταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρημένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. Ἐπεὶ πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. Διὸ δὴ οὐκ ἄν τις ἔτι φιλονεικοίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων, οἳ δὴ ἐς τὸν πάντα αἰῶνα γεγένηνται, Ἰουστινιανὸν βασιλέα προμηθέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ τε καὶ ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναντιωτάτοις διαφανῶς ἐναρμόζεσθαι, ἀνθρώπων τε προσχωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. Οὐ μέντοι οὐδὲ τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην τε τὴν Ἑλλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀνθρωπείας βεβουλευμένος, ᾗ βέβαιον οὐδὲν οὐδὲ ἀκαταγώνιστον γίνεται. ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ ὁτῳοῦν ἢ χρόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ φυλακτήρια διασώζοιτο. Καὶ μὴν καὶ σιτῶνας ἐν τῷ  ἀσφαλεῖ καὶ ὑδάτων ἔλυτρα πανταχόθι πεποίηται, στρατιώτας τε φρουροὺς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύσατο· ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ παντὸς χρόνου πεποίηκεν. Ἀφύλακτα γὰρ τὸ παράπαν τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων τε τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρμοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε αὐτοσχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα ἐφρούρουν, ἁλώσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου ῥᾷστα ξὺν τῇ Ἑλλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ ἡ χώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις.

3. Οὕτω μὲν Ἰουστινιανὸς βασιλεὺς τὰ ἐν Θερμοπύλαις ἐρύματα ἐκρατύνατο. Καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν οὖσαι, ξὺν ἐπιμελείᾳ πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἔν τε Σάκκῳ καὶ Ὑπάτῃ καὶ Κορακίοις καὶ Οὐννῷ καὶ Βαλέαις καὶ τῷ καλουμένῳ Λεονταρίῳ. Ἐν δὲ τῇ Ἡρακλείᾳ πεποίηται τάδε. Ἐξ Ἰλλυριῶν ἐς Ἑλλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρότατον ἀλλήλοιν ὡς ἀγχοτάτω ξυνίασι, στενωπὸν ἐν βραχεῖ ἀπεργαζόμενα τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι τὰ τοιαῦτα καλεῖν)· πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν ὕδωρ ἀπὸ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, ἐς ῥύακά τε ἀποκεκριμένη βραχύν. Ἐπειδὰν δὲ ὕοι, χειμάρρους ἐνταῦθα ἐπικυρτοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖστον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων τὸ ῥεῦμα. Ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ ἐπί τε Θερμοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ Ἑλλάδα. Τοῦ δὲ στενωποῦ ἐφ´ ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα ἦν, πὴ μὲν Ἡράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκὼς χώρᾳ. Ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ παλαιοῦ ὄντα Ἰουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ διατειχίσματι τὸν στενωπὸν ὀχυρωτάτῳ περιβαλών, τούτῳ τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίοδον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνάζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ ὅπῃ παρατύχοι ἰέναι.

4. Καὶ πόλεις δὲ τῆς Ἑλλάδος ἁπάσας, αἵπερ ἐντός εἰσι τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. Κατερηρίπεσαν γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν ἐπιγενομένων ἐξαισίων, Ἀθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν μήκει πεπονηκότες, ἐπιμελησαμένου δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώπων. Ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν ὡς οἱ βάρβαροι καταθέοντες, ἂν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμοπύλας χωρία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς ὄφελος ἔσεσθαι ὑπερβεβηκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους πανταχόθι γεγενημένης τῆς ἄλλης Ἑλλάδος, ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. Προσδοκία γὰρ  μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλομένης ὠφελείας ἐφίεται, ἀλλ´ ἀποδίδοται τῆς περὶ ταῦτα ὀκνήσεως τὴν μέλλουσαν τύχην.

5. Ταῦτα διαπεπραγμένος Ἰουστινιανὸς βασιλεύς, ἐπεὶ τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάνθανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν Ἰσθμὸν ὅλον ἐν τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ ἤδη. Φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατεστήσατο. Τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις ἅπαντα πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρία, εἰ καί τι ἐς τὸ ἐν Θερμοπύλαις ὀχύρωμα κακουργήσοιεν. Ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε.

 

ΚΕΦΑΛΑΙΟΝ Γ'.

1. Πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, Διοκλητιανούπολις ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος δὲ τοῦ χρόνου βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα καὶ οἰκητόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον· λίμνη δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἣ Καστορία ὠνόμασται. Καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι περιβέβληται. Μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης ἐν στενῷ λέλειπται, οὐ πλέον ἐς πεντεκαίδεκα διήκουσα πόδας. Ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον. Διὸ δὴ ὁ βασιλεὺς οὗτος τὸν Διοκλητιανουπόλεως ὑπεριδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπονθότα πολλῷ πρότερον ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε τῇ πόλει. Ἐπὶ μέντοι Ἐχιναίου τε καὶ Θηβῶν καὶ Φαρσάλου καὶ ἄλλων τῶν ἐπὶ Θεσσαλίας πόλεων ἁπασῶν, ἐν αἷς Δημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι καὶ Τρίκα, τοὺς περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφαλεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπετῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι.

2. Ἀλλ´ ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ Πηνειὸν ποταμὸν ἴωμεν. Ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, ὡράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὴ τοῦ μακροῦ χρόνου τὸ διαπόνημα. Φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. Εὔφορός τε οὖν ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι κατακορὴς ἄγαν, ὧνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περίφοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦντες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι σφίσιν· ἐπεὶ οὐδαμῆ τῶν ταύτῃ χωρίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες σωθήσονται. Ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπονηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι ἀτειχίστους εἶναι ξυνέβαινε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἄμφω τείχη ἰσχυρότατα ποιησάμενος γνησίᾳ τὴν χώραν ὐδαιμονίᾳ ξυνῴκισεν. Οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις· οἰκεῖα δὲ Κενταύροις τὰ ὄρη. Καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ μάχη, ὡς οἱ μῦθοι ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι  ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ ζῴων φύσιν τινὰ δυοῖν σύμμικτον. Ἀφῆκε δέ τι καὶ τῷ μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρουρίου ἐν τοῖς τῇδε ὄρεσιν ὄντος. Κενταυρόπολις γὰρ τὸ χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. Οὗπερ τὸ τεῖχος Ἰουστινιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικοδομησάμενος ἐκρατύνατο. Πολλὰ δὲ καὶ ἄλλα φρούρια ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν καταλόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον.

3. Ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς Ἑλλάδος ἀπολειφθείη μένον ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν τὴν νῆσον ἰτέον, ἐπεὶ Ἀθηνῶν τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. Εὔβοια τοίνυν ἡ νῆσος ἥδε προβέβληται μὲν τῆς Ἑλλάδος εἰς θάλασσαν, δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρότερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον· ῥήγνυσι γάρ τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις ἑκατέρωθι σφιγγομένη ἐς ῥύακος εὖρος. Καὶ νῆσος μὲν τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν· Εὔριπος δὲ ὁ πορθμὸς ἐπωνόμασται. Τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγχάνει οὖσα· ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη ποιεῖται δοκός· ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται δοκοῦσιν εἶναι καὶ εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται  γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ καὶ ἀφαιρέσει καὶ πεζεύουσι καὶ ναυτίλλονται· *** ἐντὸς καθειργμένην καλοῦσι Παλλήνην. Τὴν μέντοι εἴσοδον διατειχίσματι τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδείμαντο, ἣν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν ὀνομάζουσιν. Οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος διέφθειρε πάσας ὥστε δὴ Οὐννικόν τι ἔθνος οὐ πολλῷ πρότερον καταθέοντες τὰ ἐκείνῃ χωρία, ὥσπερ τι διαχειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύμβαμα τοῦτο καὶ τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄνθρωποι οὐ τειχομαχήσαντες πώποτε. Ἀλλὰ καὶ τοῦτο Ἰουστινιανῷ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ μεγαλοφροσύνην ἐνδείξασθαι. Τοῖς γὰρ ξυμπίπτουσι χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὑτοῦ πρόνοιαν, τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. Καὶ Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διεπράξατο διαφανῶς εἶναι. Ταῦτα μὲν οὖν ἐν πράξεσιν αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται.

4. Ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, Ῥήχιος ὄνομα· ὃς δὴ χώραν ἀγαθήν τε καὶ γεώδη περιερχόμενος τὰς ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται. Προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. Καὶ ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει, βαρβάροις δὲ λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημείοις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. Διὸ δὴ ὁ βασιλεὺς παρά τε τὰς τοῦ Ῥηχίου ποταμοῦ ἐκβολὰς καὶ τὴν τῆς θαλάσσης ἠϊόνα φρούριον ᾠκοδομήσατο ἐχυρώτατον, καινουργήσας αὐτός, ὅπερ Ἀρτεμίσιον ἐπωνόμασται.

 

ΚΕΦΑΛΑΙΟΝ Δ'.

Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώπης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. Καὶ εἰ μὲν παρ´ ἄλλοις ἀνθρώπων τισὶ μακράν τε ᾠκημένοις καὶ πολιτείαν ἑτέραν ἔχουσι τὸν κατάλογον ἐποιούμεθα τῶν τῇδε φρουρίων, ἅπερ Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελλεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ´ ὅτι μυθολόγος τε ἂν τῶν ἔργων τῷ ἀριθμῷ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως. Νῦν δὲ (ἥ τε γὰρ ὄψις οὐ μακράν που τυγχάνει οὖσα καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν ἄνθρωποι) φέρε δὴ νεανιευσάμενοι τὴν ἀλήθειαν ἐχέγγυον οὖσαν, ἀπαριθμησώμεθα μηδεμιᾷ ὀκνήσει τὰ ὀχυρώματα, ὅσα δὴ ἀμφὶ τὰς χώρας τάς μοι ἔναγχος δεδηλωμένας πεποίηται Ἰουστινιανὸς βασιλεύς, ἢ τὰ πεπονηκότα ἐρυμάτων ἀνανεούμενος, ἢ νέα τείχη ἐπιτεχνώμενος. Οὐδὲν δὲ χεῖρον ὡς ἐν καταλόγῳ ἐπελθεῖν ἅπαντα, ὡς μὴ τῶν ὀνομάτων ἐπιμιξίᾳ ὄχλος τις ἐπιγένηται τῷ λόγῳ πολύς.

Φρούρια μὲν οὖν νέα πρὸς τοῦ βασιλέως ἐν Ἠπείρῳ 〈νέᾳ〉 γεγένηται τάδε·

Βουλπιανσός.

Ἐπίστερβα.

Σκημινίτης.

Ἄονα.

Στεφανιακόν.

Ἄργος.

Ἀλίουλα.

Δυρράχιν.

Ὁ ἅγιος Σαβιανός.

Γέμενος.

Βακουστή.

Ἄλιστρος.

Πάταπα.

Ἐπιδοῦντα.

Βάκουστα.

Μάρτις.

Εἰρήνη.

Σπερέτιον.

Ἀοιών.

Στρέδην.

Γυναικομίτης.

Λάβελλος.

Ἐπίλεον.

Πισκιναί.

Δεύφρακος.

Δολέβιν.

Ἡδονία.

Τιτιάνα.

Κιθινάς.

Οὐλίβουλα.

Βρεβατή.

Θησαυρός.

 

Ἀνενεώθη δὲ τάδε·

Τοῦ ἁγίου Στεφάνου.

Κεθρέων.

Ἄπις.

Πήλεον.

Κώμη.

Πακούη.

Σκυδρέων πόλις.

Ἀντίπαγραι.

Τίθυρα.

Βρέβετα.

Βοῦπος.

Ἐνδύνεια.

Διόνυσος.

Τοῦ Πτωχείου.

Τυρκανός.

Κάπαζα.

Πούψαλος.

Γάβραιον.

Διόνοια.

Κλημεντιανά.

Ἰλλύριν.

Κιλικαί.

Ἀργυάς.

Θέρμα.

Ἀμάντεια.

Παρέτιον.

Ἐν δὲ Ἠπείρῳ παλαιᾷ, νέα μὲν φρούρια ἐγένοντο τάδε·

Παρμός.

Ὄλβος.

Κιόνιν.

Μαρκιανά.

Ἄλγος.

Κείμενος.

Ξηροπόταμος.

Εὐρώπη.

Χίμαιραι.

Ἡλέγα.

Ὁμόνοια.

Ἄδανον.

 

Ἀνενεώθη δὲ τάδε·

Μουρκίαρα.

Κάστινα.

Γενύσιος.

Πέρκος.

Μαρμάρατα.

Λίστρια.

Πετρωνιανά.

Κάρμινα.

Τοῦ ἁγίου Σαβίνου.

 

Καὶ ἐν φρουρίῳ Κώμῃ κινστάρνα.

Μάρτιος.

Πέζιον.

Ὄναλος.

 

Καὶ ἀπὸ Ἰουστινιανοπόλεως καὶ Φωτικῆς· φρούρια δύο τοῦ ἁγίου Δονάτου.

Συμφύγιον.

Προνάθιδον.

Ἥδωνες.

Κάστελλος.

Βουλιβάς.

Πάλυρος.

Τράνα.

Ποσειδών.

Κολοφωνία.

 

Ἐπὶ Μακεδονίας·

Κάνδιδα.

Κολοβῶνα.

Βασιλικὰ Ἀμύντου.

Μελίχιζα.

Πασκᾶς.

Αὐλών.

Βολβός.

Βριγίζης.

Ὀπτᾶς.

Πλευρόν.

Κάμινος.

Θέρμα.

Βογᾶς.

Νεάπολις.

Κάλαρνος.

Μουσεῖον.

Ἀκρέμβα.

Ἀδριάνιον.

Ἔδανα.

Σίκλαι.

Νύμφιον.

Μέτιζος.

Ἀργικιανόν.

Βάζινος.

Κασσωπᾶς.

Παρθίων.

Γεντιανόν.

Πρινίανα.

Θήστεον.

Κύρρου.

Γουρασσών.

Κουμαρκίανα.

Λιμνηδήριον.

Βουρβοώδην.

Βάβας.

Κρυνίανα.

Πέλεκον.

Λάγης.

Κραταιά.

Φασκίαι.

Πλακιδιανά.

Ὑγεά.

Λιμνααί.

Ὄπτιον.

Χάραδρος.

Κάσσωπες.

 

Ἀνενεώθη καὶ ἐπὶ Θεσσαλίας φρούρια τάδε·

Ἀλκών.

Λόσσονος.

Γεροντική.

Πέρβυλα.

Κερκινέου.

Σκιδρεοῦς.

Φράκελλαν.

 

Ἐπὶ Δαρδανίας δὲ πεποίηται τάδε. νέα μέν·

Λαβέριον.

Κάστιμον.

Ῥαβεστόν.

Καστέλλιον.

Ἀκρένζα.

Τεριάς.

Δροῦλλος.

Βικτωρίας.

 

Ἀνενεώθη δὲ τάδε·

Κεσίανα.

Τεζούλη.

Οὐσιανά.

Βεσίανα.

Μασκᾶς.

Λίστη.

Κελλιριανά.

Ζυσβάες.

Γένζανα.

Πετρίζην.

Εὐτυχιανά.

Μουλατώ.

Βελάς.

Κάτταρος.

Κατταρηκός.

Πέντζα.

Κατταφέτερος.

Δάβανος.

Κούβινος.

Γέρματζα.

Βικτωριανά.

Ἄζετα.

Δουρβουλιανά.

Σούρικον.

Κούσινες.

Τουττιανά.

Βαλλεσιανά.

Βήλλα.

Κατρέλατες.

Κασύελλα.

Μανίανα.

Πρισκούπερα.

Μιλετής.

Δαρδάπαρα.

Κέσουνα.

Βερινιανά.

Λάσβαρος.

Καστελλοβρέταρα.

Ἐδετζίω.

Δίνιον.

Κέκωλα.

Ἔμαστος.

Καστελῶνα.

Καπόμαλβα.

Σέρετος.

Πτωχεῖον.

Κουινώ.

Βέρζανα.

Βεσαΐανα.

Ἄρσα.

Βλεζώ.

Λάβουτζα.

Κυίντου.

Βερμέζιον.

Κατράσεμα.

Ῥοτοῦν.

Κοβέγκιλες.

Μαρκελλιανά.

Πριμονιανά.

Παμίλινος.

Ἀρία.

 

Ὑπὸ πόλιν Σαρδικήν·

Σκούπιον.

Στένες.

Μαρκίπετρα.

Βρίπαρον.

Ῥωμανιανά.

Στρούας.

Πρωτίανα.

Μακκουνιανά.

Σκοπέντζανα.

 

Ἐν δὲ τῇ Καβετζῷ χώρᾳ, νέον μὲν Βαλβαί. Ἀνενεώθη δὲ τάδε·

Βυρσία.

Σταμαζώ.

Κλεσβέστιτα.

Δουΐανα.

Τούρικλα.

Μέδεκα.

Πεπλαβιός.

Κοῦναι.

Βίνεος.

Τρισκίανα.

Παρνοῦστα.

Τζίμες.

Βιδζώ.

Στενεκόρτα.

Δανεδέβαι.

Ἀρδεία.

 

***. νέα μέν·

Βουγάραμα.

Βέτζας.

Βρεγεδάβα.

Βόρβρεγα.

Τουροῦς.

 

Ἀνενεώθη δέ·

Σαλεβρίες.

Ἀρκοῦνες.

Δουρίες.

Βουτερίες.

Βαρβαρίες.

Ἀρβατίας.

Κουτζούσουρα.

Ἐταιρίες.

Ἰταβερίες.

Βόττες.

Βιτζιμαίας.

Βαδζιάνια.

Βάνες.

Βιμηρός.

Τουσουδεάας.

Σκουάνες.

Σκεντουδίες.

Σκάρες.

Τουγουρίας.

Βεμάστες.

Στραμεντίας.

Λίγνιος.

Ἰταδεβά.

 

Ὑπὸ πόλιν Γέρμεννε, νέον μὲν Σκαπλιζώ. ἀνενεώθη δέ·

Γερμάς.

Κανδαράς.

Ῥολλιγεράς.

Σκινζερίες.

Ῥιγινοκάστελλον.

Σουεγωγμένσε.

Ὑπὸ πόλιν Παυτά·

Τάρπωρον.

Σουάβαστας.

Χερδούσκερα.

Βλέβοις.

Ζεαπουρίες.

 

Ἐν χώρᾳ Σκασσετάνᾳ·

Ἄλαρον.

Μαγιμιάς.

Λουκουνάντα.

Βάλαυσον.

Βούττις.

 

Ὑπὸ πόλιν δὲ.. νέα μέν·

Καλβεντία.

Φαράνορες.

Στρανβάστα.

Ἄλδανες.

Βαραχτέστες.

Σάρματες.

Ἄρσενα.

Βράρκεδον.

Ἐραρία.

Βερκάδιον.

Σαβινίριβες.

Τιμίανα.

Κάνδιλαρ.

Ἄρσαζα.

Βικούλεα.

Καστέλλιον.

Γρόφφες.

Γάρκες.

Πίστες.

Δούσμανες.

Βράτζιστα.

Ὁλόδορις.

Κασσία.

Γράνδετον.

Οὐρβρίανα.

Νώγετο.

Γούρβικον.

Λαύτζονες.

Δουλίαρες.

Μεδίανα.

Τιούγκωνα.

Καστέλλιον.

 

Ἀνενεώθη δέ·

Ἕρκουλα.

Μουτζιανικάστελλον.

Βούρδωπες.

Κάλις.

Μιλλάρεκα.

Δέδβερα.

Χεσδούπαρα.

 

Ἐν χώρᾳ Ῥεμισιανισίᾳ·

Βρίττουρα.

Σούβαρας.

Λαμπωνίανα.

Στρόγγες.

Δάλματας.

Πριμίανα.

Φρερραρία.

Τόπερα.

Τόμες.

Κούας.

Τζερτζενούτζας.

Στένες.

Αἰάδαβα.

Δέστρεβα.

Πρετζουρίες.

Κουμούδεβα.

Δευριάς.

Λούτζολο.

Ῥεπόρδενες.

Σπέλογκα.

Σκοῦμβρο.

Βρίπαρο.

Τουλκόβουργο.

Λογγίανα.

Λουποφαντάνα.

Δαρδάπαρα.

Βουρδόμινα.

Γριγκιάπανα.

Γραῖκος.

Δρασίμαρκα.

 

Ἐν χώρᾳ Ἀκυενισίῳ, νέον μὲν Τιμαθοχιώμ. τὰ δὲ ἀνανεωθέντα·

Πέτρες.

Σκουλκόβουργο.

Βινδιμίολα.

Βραίολα.

Ἀργανόκιλι.

Καστελλόνοβο.

Φλωρεντίανα.

Ῥωμυλίανα.

Σεπτέκασας.

Ἀργένταρες.

Αὐριλίανα.

Γέμβερο.

Κλέμαδες.

Τουρρίβας.

Γρίβο.

Χάλαρο.

Τζούτρατο.

Μουτζίπαρα.

Στένδας.

Σκαρίπαρα.

Ὀδρίουζο.

Κιπίπενε.

Τρασίανα.

Πότες.

Ἄμουλο.

Σέτλοτες.

Τιμακίολον.

Μερίδιο.

Μεριοπόντεδε.

Τρεδετετιλίους.

Βραίολα.

Μώτρεσες.

Βικάνοβο.

Κουαρτίανα.

Ἰουλιόβαλλαι.

Πόντζας.

Ζάνες.

 

ΚΕΦΑΛΑΙΟΝ Ε'.

Οὕτω μὲν σύμπασαν τὴν μεσόγειον Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. Τρόπον δὲ ὅντινα καὶ τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον ὀνομάζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρατύνατο, ἐγὼ δηλώσω. Οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτοκράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ Δανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατέλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῇ ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι. Ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσελθεῖν, εἴ τις προσίοι, ἀλλ´ ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον τὴν τοῦ ποταμοῦ ἠιόνα λελεῖφθαι· ἐπεὶ τειχομαχεῖν τοῖς ἐκείνῃ βαρβάροις οὐδαμῆ ἔγνωστο. Τὰ πολλὰ τῶν ἐρυμάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονοπύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. Καὶ τοῦτο τηνικάδε ἀπέχρη τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύεσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. Χρόνῳ δὲ ὕστερον Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαντιάζοντός οἱ οὐδενὸς ἐληΐσατο τὴν πολλήν. Ἀλλ´ Ἰουστινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, οὐχ ᾗπερ τὰ πρότερα ἦν, ἀλλ´ ἐς τοῦ ὀχυρώματος τὸ καρτερώτατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο καινουργήσας αὐτός. Ταύτῃ τε παντάπασιν ἀνεσώσατο ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. Ἅπερ ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω.

2. Κάτεισι μὲν ἐξ ὀρέων τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται· χώραν δὲ περιβάλλει πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνιαχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις.

3. Δακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διορίζων φαίνεται πρῶτον τούς τε βαρβάρους, οἳ δὴ αὐτοῦ τὰ ἐπ´ ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν. Διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν ταύτῃ Δακίαν· ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατίνων καλεῖται φωνῇ.

4. Πόλιν οὖν παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω χρόνοις ἐδείμαντο πρώτην. Ταύτην δὲ βάρβαροι προϊόντος τοῦ χρόνου ἑλόντες, ἔς τε τὸ ἔδαφος καθελόντες εὐθύς, ἔρημον ἀνθρώπων παντάπασι κατεστήσαντο. Τρόπῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστήσαντο τὰ πλεῖστα. βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεωσάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλών, πόλιν περιφανῆ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν αὖθις. Φρούριόν τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε νέον, πόλεως Σιγγηδόνου ὀκτὼ μάλιστα σημείοις διέχον, ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. Ἐπίπροσθεν δὲ αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρότερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν.

 

ΚΕΦΑΛΑΙΟΝ  Ϛ '..

1. Ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ Κούπους καὶ Νοβάς. Οἷς δὴ πρότερον ἥ τε οἰκοδομία καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. Ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς τά τε οἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆθος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκὼν μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐντέθεικε. Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἑστήκει, ὄνομα Λιτερατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. Ὃν δὴ ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον ὁ καθ´ ἡμᾶς βασιλεὺς μετεστήσατο. Μετὰ Νοβὰς δὲ  φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης καὶ Τανάτα καὶ Ζέρνης καὶ Δουκεπράτου. Ἐν δὲ τῇ ἀντιπέρας ἠπείρῳ ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων [καὶ ταῦτα] τῶν ἐσχάτων ἐδείματο. Μετὰ δὲ Καπούτβοες ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον, καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. Οἷσπερ ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. Τούτου δὲ τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες ὄνομα· ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπιστρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον, καὶ ἐφ´ ἑαυτὸν ἀναμίγνυται. Ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ´ ἀνθρώπων ἐπινοίαις ἀναγκασθείς. ὅτου δὲ δὴ ἕνεκα Πόντες τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε τὸν Ἴστρον, ἐγὼ δηλώσω.

2. Ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὢν καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ ἀπέραντος αὐτῷ ἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ ὁρίζεται. ζεῦξαι οὖν αὐτὸν γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς ἐπέκεινα βαρβάρους ἰόντι. ὅπως μὲν οὖν τὴν γέφυραν ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἂν ἐν σπουδῇ γένοιτο, Ἀπολλόδωρος δὲ ὁ Δαμασκηνός, ὁ καὶ παντὸς γεγονὼς ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. Οὐ μέντοι τις τὸ λοιπὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος ἐπιρρεύσας καθεῖλον. Πεποίηται δὲ Τραϊανὸς τότε καὶ φρούρια δύο τοῦ ποταμοῦ ἐφ´ ἑκάτερα, καὶ αὐτοῖν Θεοδώραν μὲν ἐπωνόμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Πόντες δὲ τὸ ἐπὶ Δακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη. Πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. Ἀλλ´ ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων τε καὶ θεμελίων [ἐνταῦθα] κειμένων, τούτου δὴ ἕνεκα τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύεσθαι τὸν αὑτοῦ δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἂν πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. ἄμφω μὲν οὖν καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος καὶ οὐχ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων διεφθάρθαι ξυνέβη. βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπιεικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρβάροις, προσήκειν οἱ ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾠκοδομήσατο καινουργήσας αὐτός, ἅπερ καλεῖται Μαρεβούργου τε καὶ Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου.

3.  Ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυὲς ὄνομα, οὗπερ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε.  Καὶ μετ´ ἐκεῖνο Βουργονόβορε καὶ Λακκόβουργο, καὶ τὸ Δορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ χρόνῳ ἐξίτηλον γεγενημένον, ἐς ὀχύρωμα νῦν ἐχυρώτατον κατεστήσατο. Καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρούριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαί 〈τε〉 καὶ εἶναι. Καὶ τὸ δὴ Βουργουάλτου ὠνομασμένον, ἔρημόν τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότερα ὄν, ἀλλὰ καὶ χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ, ὅνπερ ἐπικαλοῦσι Γόμβες. Καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. Ἐν δὲ Βονωνίᾳ τε καὶ Νοβῷ προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. Καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει, ὀρθὰ ἐστήσατο. Καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳ ξυνοῖσον ἢ βραχέα κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἢ συνέστειλε τὸ περιττὸν ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν βραχεῖ ἢ τῷ ἀμέτρῳ εὐέφοδα εἴη, ὥσπερ ἀμέλει Μωκατίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα φρούριον τανῦν τελεώτερον κατεστήσατο. Τὸ δέ γε Ἀλμοῦ, χώραν περιβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγαγὼν σὺν τῷ ἀσφαλεῖ ἄμαχον εἶναι τοῖς πολεμίοις εἰργάσατο. Καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα φρούριον ἐχυρώτατον κατεστήσατο. Ὃ δὴ περί τε Τρίκεσαν καὶ Πούτεδιν πεποίηκε. Καὶ μὴν καὶ ὀχυρώματα τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπηνώρθωσε· φρούριόν τε οὐ πρότερον ὂν ἐν Βιγραναῇ δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχιστα ἕτερον ἐν χωρίῳ, ἐφ´ οὗ δὴ πύργος εἷς τὰ πρότερα ὢν εἱστήκει μόνος, ὄνομα Ὄνος. Ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄποθεν· Αὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις. .νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραιφνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη, ὁμίλῳ οἰκητόρων ἐπιεικῶς πλήθει. Ἀλλὰ καὶ τὰ πεπονθότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βαριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν. Ἔτι μέντοι καὶ Βαλεριάναν, ἔρυμα πρότερον οὐδὲν ἔχουσαν, ἐτειχίσατο.

4. Πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποταμοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων ἐπεμελήσατο, πεσουμένων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχίσμασί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. Κάστρα Μάρτις τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται ταῦτα. Παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον παλαιόν, Οὔννων ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ ἀμφὶ τῷ περιβόλῳ πολλῆς. Ἔστι δέ τις χῶρος οὐ πολλῷ ἄποθεν τούτου δὴ τοῦ Οὔννων φρουρίου, ἔνθα δὴ ὀχυρώματα δύο Ἴστρου ποταμοῦ ἐφ´ ἑκάτερα ἦν, ἐν μὲν Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα. Ταῦτα καθῃρημένα τῷ χρόνῳ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνεχαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν ἔρυμα, ὅπερ Οὔτως ὠνόμασται. Ἐν ὑστάτῳ δὲ τῶν Ἰλλυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας  ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναριαβούργου καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστήσατο. Ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς διαπέπρακται. Οὐ μόναις δὲ ταῖς οἰκοδομίαις τὴν χώραν ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρὰς ἐν τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογωτάτας καταστησάμενος τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο.

 

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

1. Τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν Ἴστρον ταύτῃ πη ἔχει. Ἐπὶ Θρᾴκης δὲ νῦν ἰτέον ἡμῖν τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ βασιλεῖ εἴργασται. Οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω δὴ ἐπελθεῖν καὶ τὰ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα. Πρῶτον μὲν οὖν ἐπὶ Μυσοὺς ἐνθένδε ἴωμεν, οὕσπερ ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν Ἰλλυριοῖς ὅμορον ἔχουσι. Μετὰ τὸν χῶρον οὖν, ὅνπερ Λουκερναριαβοῦργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον ᾠκοδομήσατο Ἰουστινιανὸς βασιλεύς, καινουργήσας αὐτός. Ἐπέκεινά τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. Καὶ μετὰ τοῦτο πόλιν ἐδείματο οὐ πρότερον οὖσαν, ἥνπερ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. Ἔτι μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς τὰ πεπονθότα νέᾳ τινὶ διεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς Μαξεντίου πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο. Καὶ τὸ Κυντῶν ἐδείματο φρούριον οὐ πρότερον ὄν. Μεθ´ ὃ δὴ τὸ Τρασμαρίσκας ὀχύρωμά ἐστιν· οὗπερ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥωμαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένως ᾠκοδομήσατο, Δάφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. Ὃ δὴ προϊόντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων ἀρξάμενος. Μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτηνῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε κατὰ λόγον τῆς χρείας. Ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ Δορόστολος καὶ Συκιδάβα. ὧν δὴ ἑκάστου τὰ πεπονθότα οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. Καὶ Κούηστρις δέ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν τὴν ὁμοίαν πεποίηται. Καὶ Πάλματις ἐν στενῷ κείμενον μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καίπερ οὐ παρὰ τὴν ἀκτὴν τοῦ ποταμοῦ ὄν. Οὗ δὴ ἄγχιστα καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνεκὲς διαλανθάνοντες Σκλαβηνοὶ βάρβαροι ἐνταῦθα ἐνεδρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα ἐποίουν τὰ ἐκείνῃ χωρία. Καὶ φρούριον δὲ τὸ Τιλικίων ᾠκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα.

2. Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπί τε τῆς ἀκτῆς ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. Ἐπὶ Σκύθας  δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυρίλλου ἁγίου ἐπώνυμόν ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς βασιλεύς. Ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότων, διατριβήν τε αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα, ἐλέλειπτο ἔτι. Ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς τῶν Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι τὰ ἐκείνῃ χωρία. Ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπεπόνθει, ἅπερ ἀνανεωσάμενος οὐδεμιᾷ μελλήσει ἐχυρωτάτην διεπράξατο εἶναι. Φρούριόν τε δεδημιούργηκε νέον αὐτὸς μετ´ αὐτήν, ὅπερ Αἴγισσον ὀνομάζουσι. Καὶ ἄλλο δὲ φρούριον Σκυθίας ἐν ὑστάτῳ κεῖται, Ἅλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σαθρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο. Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ εἰπεῖν ἄξιον.

ΚΕΦΑΛΑΙΟΝ Η'.

1. Ὅσα μὲν δὴ ἔν τε Δαρδάνοις καὶ Ἠπειρώταις καὶ Μακεδόσι καὶ τοῖς ἄλλοις Ἰλλυριῶν ἔθνεσιν, ἔτι μέντοι καὶ ὅσα ἐπί τε τῆς Ἑλλάδος, καὶ ἀμφὶ ποταμὸν Ἴστρον οἰκοδομήματα Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἤδη μοι ἔμπροσθεν δεδιήγηται. Ἐπὶ τὴν Θρᾴκην δὲ τὸ λοιπὸν ἴωμεν, ἀρίστην πηγνύμενοί τινα τοῦ λόγου κρηπῖδα τὰ ἐπὶ Βυζαντίου χωρία, ἐπεὶ καὶ τῆς Θρᾴκης ἡ πόλις οὐ τῷ κράτει μόνον, ἀλλὰ καὶ χωρίων προέστηκε φύσει, τῇ  μὲν Εὐρώπῃ ὥσπερ τις ἀκρόπολις ἐπεμβαίνουσα, φραττομένη δὲ τῆς διοριζούσης αὐτὴν ἀπὸ τῆς Ἀσίας θαλάσσης τὸ πέρας. ἤδη μὲν οὖν τάς τε ἄλλας ἁπάσας τῆς πόλεως κτίσεις, καὶ ὅσα δὴ ἐπὶ τοῖς ἱεροῖς ἐντός τε καὶ ἐκτὸς τοῦ Κωνσταντινουπόλεως περιβόλου δεδημιούργηκεν, ἐν τοῖς ἔμπροσθεν δεδήλωκα λόγοις. Τὰ δὲ δὴ ἐνθένδε ἐρῶν ἔρχομαι.

2. Φρούριόν ἐστιν ἐν προαστείῳ τῆς πόλεως, ὅπερ Στρογγύλον ὁμωνύμως τῇ τοῦ ἐρύματος συνθέσει καλοῦσιν. Ἐἐντεῦθεν ἡ ἐς τὸ Ῥήγιον ὁδὸς ἄγουσα, ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνώμαλος οὖσα, ὄμβρων, ἂν οὕτω τύχοι, ἐπιπεσόντων, τελματώδης τε καὶ δυσπάριτος τοῖς τῇδε ἰοῦσιν ἐγίνετο. νῦν δὲ λίθοις αὐτὴν καταστρώσας ἁμαξιαίοις ὁ βασιλεὺς οὗτος εὐπετῆ τε κατεστήσατο καὶ ἄπονον ὅλως. Μῆκος μὲν τῇ ὁδῷ τῇδε ἄχρι ἐς Ῥήγιον· εὐρύνεται δὲ τοσοῦτον, ἐς ὅσον ἁμάξας οὐ στενοχωρεῖν δύο ἀπ´ ἐναντίας ἀλλήλαις ἰούσας. Τραχεῖς οἱ λίθοι διαφερόντως· εἰκάσαις ἂν αὐτοὺς μυλίτας εἶναι. Εὐμεγέθεις τέ εἰσι μάλιστα. ὥστε δὴ ἕκαστος γῆν μὲν ἐπικαλύπτει πολλήν, ἐς ἄγαν δὲ ὑψοῦ ἀνέχει. Ἐς δὲ τό τε ὁμαλὲς καὶ τό γε λεῖον ἐπιεικῶς ἐξειργασμένοι, οὐκ ἐνῆφθαι τῇ συνθέσει, οὐδέ πη ἐς τὸ ἀκριβὲς μεμυκέναι, ἀλλὰ συμπεφυκέναι δοκοῦσιν ἀλλήλοις. Ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.

3. Λίμνην δέ τινα εἶναι ἄγχιστα τοῦ Ῥηγίου καλουμένου ξυμβαίνει, ἐς ἣν τὰς ἐκβολὰς ἔχουσι ποταμοὶ ἐκ χωρίων τῶν ὕπερθεν τῇδε φερόμενοι. Διακέχυται δὲ ἡ λίμνη αὕτη μέχρι ἐς θάλασσαν· ὥστε μία τις ἀμφοτέραιν ἀκτὴ  ἐν στενῷ μάλιστα τυγχάνει οὖσα. Ταύτην δὲ ἄμφω ἐπικλύζουσι τὴν ἀκτὴν ἀντικυματοῦσαι καὶ ἀλλήλοις ἀντιμυκώμεναι. Ἀεί τε ἀλλήλαις εὐθὺ ἵενται τὴν ἠϊόνα ἐπικοινούμεναι. Ἐπειδὰν δὲ ὡς πλησιαίτατα ἵκωνται, ἀναχαιτίζουσι τὴν ἐπιρροήν, ἐφ´ ἑαυτὰς ἐπιστρέφουσαι, ὥσπερ ἐνταῦθα τὰ ὅρια σφίσι πηξάμεναι. Ἔστι δὲ καὶ ἀλλήλαις οὗ ἀναμίγνυνται, πορθμόν τινα μεταξὺ ἔχουσαι, ἄδηλον ὂν ὁποτέρα ποτὲ αὐτῶν τὸ τοῦ πορθμοῦ ὕδωρ διακεκλήρωται. Οὔτε γὰρ ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐς τὴν λίμνην ἀεὶ φέρεται οὔτε διηνεκὲς ἐς τὴν θάλασσαν ἡ λίμνη ἐκβάλλει, ἀλλ´ ὄμβρων μὲν ἐπιγενομένων πολλῶν, ἐπιπνεύσαντός τε ἀνέμου νότου, ἐκ τῆς λίμνης ὁ πορθμὸς προϊὼν φαίνεται. Ἢν δὲ ἀπὸ βορρᾶ τὸ πνεῦμα ἴοι, ἡ θάλασσα τὴν λίμνην ἐπικλύζειν δοκεῖ. Ἐν τούτῳ μέντοι ἡ θάλασσα τῷ χώρῳ ἐς βράχος κατατείνει παμμέγεθες, ὀλίγης τινὸς ἀπολελειμμένης μεταξὺ χώρας, ἥπερ διήκει ἐς ἄβυσσον. Ἐς τόσον δὲ στενὴ τυγχάνει οὖσα, ὥστε δὴ καὶ Μύρμηξ ὠνόμασται. Οὗτος δὲ ὁ πορθμός, ὅ τε τὴν θάλασσαν καὶ τὴν λίμνην ζευγνύων, ᾗπέρ μοι εἴρηται, πάλαι μὲν γεφύρᾳ ξυλίνῃ διαβατὸς ἦν ἐπὶ κινδύνῳ μάλιστα τοῖς τῇδε ἰοῦσιν, ἐπεὶ τοῖς ξύλοις, ἂν οὕτω τύχοι, 〈ξυν〉διεφθείροντο· νῦν δὲ αὐτὴν Ἰουστινιανὸς βασιλεὺς λίθοις λογάδην ἐμβεβλημένοις ἐς ἀψῖδος μετεωρίσας μέγα τι χρῆμα, τὴν ἐκείνῃ διάβασιν ἀκίνδυνον κατεστήσατο.

4. Τοῦ δὲ Ῥηγίου ἐπέκεινα πόλις ἐστί που, Ἀθύρας ὄνομα, ἧσπερ τοὺς οἰκήτορας δίψῃ δεινοτάτῃ ἐχομένους εὑρὼν  τὴν ἀπορίαν διέλυσε σφίσιν, ἔλυτρον ἐνταῦθα δειμάμενος, θησαυρίζων μὲν ἐπικαιριώτατα τὴν τῶν ὑδάτων οὐκ ἀναγκαίαν περιουσίαν, πρυτανεύων δὲ αὐτὴν ἐν ἐπιτηδείῳ τοῖς τῇδε ἀνθρώποις. Ἀνῳκοδομήσατο δὲ καὶ τὰ πεπονθότα τοῦ περιβόλου.

5. Ἔστι δὲ μετὰ τὴν Ἀθύραν τις χῶρος, ὅνπερ Ἐπισκοπεῖα καλοῦσιν οἱ ἐπιχώριοι. Ὃν δὴ κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ὑποκείμενον, ἐπὶ πλεῖστον δέ, ὡς οὐδαμῆ ὀχυρώματος ὄντος, ἀφύλακτα παντάπασιν ὄντα τὰ ἐκείνῃ χωρία, φρούριον ἐνταῦθα ἐδείματο· οὗ δὴ τοὺς πύργους πεποίηται οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ τοιῷδε. Προὔχει τις ἐκ τοῦ περιβόλου οἰκοδομία, στενωτάτη μὲν κατ´ ἀρχὰς οὖσα, τελευτῶσα δὲ ἐς εὖρος μέγα· ἐφ´ οὗ δὴ ἕκαστος ἐξείργασται πύργος. Ταύτῃ τε τοῖς πολεμίοις ἄγχιστά πη τοῦ τείχους ἰέναι ἀμήχανά ἐστιν, ἐπεὶ τῶν πύργων κατὰ μέσον γινόμενοι ἐν ἀμφιβόλῳ κατὰ κορυφὴν πρὸς τῶν ἐκείνῃ φρουρῶν ῥᾷστα βαλλόμενοι διαφθείρονται. Τάς τε πύλας ἐνταῦθα οὐ κατὰ τὰ ξυνειθισμένα τῶν πύργων μεταξὺ ἔθεντο, ἀλλ´ ἐκ πλαγίας κατὰ τὸ ἐν στενῷ προὖχον τοῦ τείχους, οὐχ ὁρωμένας τοῖς πολεμίοις, ἀλλ´ ὄπισθεν διαλανθανούσας. Ἐνταῦθα Θεόδωρος βασιλεῖ τὴν ὑπουργίαν παρέσχετο, σιλεντιάριος τὴν ἀρχήν, συνετὸς μάλιστα. Τοῦτο μὲν οὖν τὸ ἔρυμα τῇδε πεποίηται. Ἐπὶ τείχη δὲ τὰ μακρὰ ἐνθένδε ἰόντας ὀλίγα ὑπειπεῖν ἄξιον.

 

ΚΕΦΑΛΑΙΟΝ Θ'.

1. Ἡ θάλασσα ἐξ ὠκεανοῦ καὶ Ἱσπανίας γῆν τὴν Εὐρωπαίαν ἐν ἀριστερᾷ ποιουμένη μέχρι μὲν ἐς Θρᾴκην κατὰ ταὐτὰ χωρεῖ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ἔνθεν δὲ σχιζομένη πὴ μὲν ἐπὶ τὴν ἑῴαν στέλλεται μοῖραν, πὴ δὲ κατὰ βραχὺ ἐγκαρσία γεγενημένη τὸν Εὔξεινον καλούμενον ἀποτελεῖ πόντον. Ἐς Βυζάντιον δὲ ἀφικομένη ὥσπερ ἐπὶ νύσσης τινὸς καμπὴν ποιεῖται ἀμφὶ τὰ πρὸς ἕω τῆς πόλεως, πλαγία τε πολλῷ ἔτι μᾶλλον γιγνομένη ἐν πορθμῷ ἵεται, ἰσθμὸν τῆς Θρᾴκης τά τε πρόσω καὶ ὀπίσω, ὡς τὸ εἰκός, ἐργαζομένη. Οὐχ ὅτι ἐς ἐκροὰς ἐνταῦθα ἡ θάλασσα μερίζεται δύο, ᾗπερ ἐν τοῖς ἄλλοις ἰσθμοῖς εἴωθεν, ἀλλὰ περιστρεφομένη τε θαυμασίως ὡς καὶ περιβαλλομένη ἑκατέρωθεν Θρᾴκην τε τὴν ἄλλην καὶ διαφερόντως τὰ ἐπὶ Βυζαντίου προάστεια πάντα. Οἰκοδομοῦνται δὲ καὶ περιστέλλουσιν οἱ ταύτῃ ἄνθρωποι τὰ προάστεια οὐχ ὅσον ἐς χρείαν, ἀλλ´ ἐς ὕβριν τε καὶ τρυφὴν ὅρον οὐκ ἔχουσαν, καὶ ὅσα ἄλλα πλούτου ἐξουσία ἐς τοὺς ἀνθρώπους ἰοῦσα ποιεῖ. Ἔπιπλά τε κατατίθενται ἐνταῦθα πολλὰ καὶ διαπονήματα ἐν αὐτοῖς ἐνδελεχέστατα ἔχουσιν· ἐπειδὰν οὖν καταθεῖν τινας τῶν πολεμίων γῆν τὴν Ῥωμαίων ἐξαπιναίως ξυνενεχθείη, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις προστρίβεσθαι τὴν ζημίαν ἐνταῦθα ξυμβαίνει, ἀλλὰ κακοῖς ἄγαν τοῖς ἀνηκέστοις βαρύνεσθαι τὰ ἐκείνῃ χωρία.

2. Ὃ δὴ ἀναστέλλειν Ἀναστάσιος βασιλεὺς διὰ σπουδῆς ἔχων ἐν χώροις οὐχ ἧσσον ἢ σημείοις τεσσαράκοντα τοῦ Βυζαντίου διέχουσι μακρὰ οἰκοδομησάμενος τείχη, ἄμφω τῆς θαλάσσης τὰς  ἀκτὰς ἔζευξεν, οὗ δὴ ἀλλήλαιν διεστήκασιν ὁδῷ ἡμέραιν δυοῖν μάλιστα· ταύτῃ τε ἅπαντα ἐν τῷ ἐχυρῷ καθεστάναι τὰ ἐντὸς ᾤετο. Ἦν δὲ ἄρα μειζόνων τοῦτο συμφορῶν αἴτιον. Οὐδὲ γὰρ οἷόν τε ἦν οἰκοδομίαν τοσαύτην τὸ μέγεθος ἢ ἐς τὸ ἀσφαλὲς ἐξειργάσθαι, ἢ φρουρεῖσθαι ξὺν τῷ ἀκριβεῖ. Ἐπειδάν τε μοίρᾳ τινὶ τούτων δὴ τῶν μακρῶν τειχῶν ἐπισκήψαιεν οἱ πολέμιοι, καὶ τοὺς φρουροὺς ἅπαντας ὑποχειρίους ἐποιοῦντο οὐδενὶ πόνῳ, τοῖς τε ἄλλοις ἐπιπίπτοντες ἀπροσδόκητοι κακὰ οὐκ εὐδιήγητα ἐξειργάζοντο.

3. Ἀλλὰ βασιλεὺς τά τε πεπονθότα τούτων δὴ ἀνοικοδομησάμενος τῶν τειχῶν, τά τε σφαλερὰ ἐπὶ τὸ ἐχυρώτατον κρατυνάμενος τῶν φρουρῶν ἕνεκα, προσεπετεχνήσατο .τάδε. Τὰς μὲν ἐξόδους, αἵπερ ἐκ πύργου ἑκάστου ἐς τοὺς αὐτοῦ ἐχομένους ἐξάγουσιν, ἐφράξατο πάσας. ἄνοδον δὲ καθ´ ἕκαστον ἐκ τοῦ ἐδάφους ἔντοσθεν ἐτεκτήνατο μίαν· ἥνπερ ἐπὶ καιροῦ καθειργνύντες οἱ ταύτῃ φρουροὶ τοὺς πολεμίους περιφρονοῦσι τοῦ περιβόλου ἐντὸς γενομένους· ἐπεὶ πύργος ἐς ἀσφάλειαν ἕκαστος αὐτὸς κατὰ μόνας τοῖς φρουροῖς ἀπόχρη. Καὶ τούτων δὴ τῶν τειχῶν ἐντὸς τὰ ἐς ἀσφάλειαν ἐνδελεχέστατα διεπράξατο, τά τε ἄλλα πεποιημένος ᾗπέρ μοι ἔναγχος εἴρηται καὶ πόλεως Σηλυβρίας ἀνανεωσάμενος ὅσα πεπονθότα τοῦ περιβόλου ἐτύγχανεν. Ἐπὶ μὲν οὖν τῶν μακρῶν τειχῶν ταῦτα Ἰουστινιανῷ βασιλεῖ εἴργασται.

4. Ἡράκλεια δὲ ἡ πόλις ἥδε, ἡ παραλία, ἡ ἐν γειτόνων,  ἡ Πέρινθος (ᾗ πάλαι μὲν τὰ πρωτεῖα τῆς Εὐρώπης ἐδίδοσαν, νῦν δὲ δὴ μετά γε Κωνσταντινούπολιν τὰ δευτερεῖα παρέχονται) διψῶσά τε καὶ λίαν αὐχμῶσα ἔναγχος ἔκειτο, οὐχ ὅτι ἄνυδρος 〈ἦν〉 ἡ ἀμφ´ αὐτὴν χώρα οὐδὲ ὅτι ἀπημέλητο ταῦτα τοῖς ἐκ παλαιοῦ δειμαμένοις τὴν πόλιν, ἐπεὶ καὶ κατάρρυτος Εὐρώπη ταῖς κρήναις, καὶ ποιεῖσθαι τοῖς πάλαι ἀνθρώποις ὀχετοὺς ἔμελεν, ἀλλὰ τὰ ξυνειθισμένα ποιῶν ὁ χρόνος τῇ πόλει τὴν ὀχεταγωγίαν ἀνῄρηκεν, ἢ καταγεγηρακυῖαν τὴν οἰκοδομίαν ὑπεριδών, ἢ τῷ μὴ ἐπιμελεῖσθαι τοὺς Ἡρακλεώτας αὐτῆς ἐπὶ τὴν φθορὰν ποδηγούμενος. ὀλίγου τε ἀοίκητος διὰ τοῦτο Ἡράκλεια ἐλέλειπτο εἶναι. Ταὐτὸ δὲ τοῦτο καὶ τὰ ἐκείνῃ βασίλεια ὁ χρόνος ἐποίει ἀξιοθέατα ἐπιεικῶς ὄντα. Βασιλεὺς δὲ Ἰουστινιανὸς οὐ παρέργως, ἀλλὰ βασιλικῶς μάλιστα, τὴν πόλιν ἰδών, ὕδασί τε αὐτὴν ποτίμοις καὶ διειδέσιν ἐπέκλυσε, καὶ τῶν βασιλείων ἀποστερεῖσθαι τοῦ ἀξιώματος ὡς ἥκιστα ξυνεχώρησεν, ἀνοικοδομησάμενος ἅπαντα.

5. Ἡρακλείας δὲ ἄποθεν ἡμέρας ὁδὸν χωρίον ἐπιθαλασσίδιον ἦν, Ῥαιδεστὸς ὄνομα, παράπλου μὲν ἐφ´ Ἑλλησπόντου καλῶς κείμενον, εὐλίμενον δὲ καὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ ἐπιτηδείως ἔχον τοῖς 〈ἐπ´〉 ἐμπορίᾳ ναυτιλλομένοις καταίρειν τε καὶ ἀποφορτίζεσθαι προσηνῶς μάλιστα, καὶ αὖ πάλιν ἀνάγεσθαι οὐδενὶ πόνῳ ἐμπλησαμένοις τοῦ γόμου τὰ πλοῖα· βαρβάροις δὲ ἀποκείμενον καταθέουσιν, ἂν οὕτω τύχῃ, ἐξαπιναίως τὰ ἐκείνῃ χωρία, τῷ μήτε ἀποτετριγχωμένον μήτε τῇ φύσει δυσπρόσοδον εἶναι. ὥστε καὶ τοῖς ἐμπόροις δέει τοῦ κινδύνου ὑπεροφθὲν ἐν ὀλιγωρίᾳ ἐγένετο. νῦν δὲ βασιλεὺς Ἰουστινιανὸς οὐχ ὅσον τῷ χωρίῳ τὴν ἀσφάλειαν προσεποίησεν, Ἀλλὰ καὶ τοὺς περιοίκους ἐσώσατο πάντας. Ἐπὶ Ῥαιδεστοῦ γὰρ ἀνέστησε πόλιν, τείχει μὲν ἐρυμνήν, μεγέθει δὲ διαφερόντως ὑπέρογκον. Οὗ δὴ βαρβάρων σφίσιν ἐγκειμένων οἱ πλησιόχωροι ἅπαντες εἰς καιρὸν καταφεύγοντες σὺν τοῖς χρήμασι διασώζονται.

ΚΕΦΑΛΑΙΟΝ Ι'.

1. Τὰ μὲν οὖν ἐπὶ Ῥαιδεστοῦ Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ὅσα δὲ αὐτῷ ἀμφὶ Χερρονήσῳ διαπεπόνηται, ἐρῶν ἔρχομαι. Προβέβληται μὲν πάσης ἡ Χερρόνησος τῆς κατ´ αὐτὴν Θρᾴκης. Ἐπεμβαίνουσα γὰρ τῇ θαλάσσῃ καὶ ὥσπερ ἐχομένη τοῦ πρόσω, δόκησιν παρέχεται ὅτι δὴ ἐπὶ τὴν Ἀσίαν χωρεῖ. Ἀκτὴ δὲ αὐτῆς ἀμφὶ πόλιν Ἐλαιοῦντα προὔχουσα μία, σχίζει τε εἰς δύο τὴν θάλασσαν μοίρας, καὶ αὐτὴ τῷ ῥοθίῳ ἀποτεμνομένη τῆς ἄλλης ἠπείρου, καὶ προσιούσῃ ἐπίπροσθεν τῇ θαλάσσῃ ὑποχωροῦσα, τὸν Μέλανα καλούμενον ποιεῖ κόλπον. Νῆσος δὲ τὸ λοιπὸν ὀλίγου δέοντος γίνεται, ὄνομα τῷ ποιουμένῳ προσῆκον κτωμένη. Χερρόνησος γάρ, ὡς τὸ εἰκός, ὀνομάζεται, ἰσθμῷ διειργομένη βραχεῖ, μὴ νῆσος παντάπασιν εἶναι. Κατὰ τοῦτον οἱ πάλαι ἄνθρωποι τὸν ἰσθμὸν παρέργως τε καὶ λίαν ἀπημελημένως ἐδείμαντο διατείχισμα κλίμακι ἁλωτόν. Κῆπον γάρ πού τινα εἰκῆ κείμενον αἱμασιᾷ περιβάλλειν οἰόμενοι, ἰσχνόν τε αὐτὸ καὶ ὀλίγον τῆς γῆς ὑπερανεστηκὸς ἐξειργάσαντο. Πρὸς δὲ καὶ τὴν ἑκατέρωθι τοῦ ἰσθμοῦ θάλασσαν προβόλους τεκτηνάμενοι βραχεῖς τε καὶ φαύλους, οὕσπερ καλεῖν νενομίκασι μώλους, τὴν μεταξὺ χώραν τοῦ τε ῥοθίου καὶ τοῦ περιβόλου ἐφράξαντο, οὐ ταύτῃ τοὺς ἐπιβουλεύσοντας ἀπωσόμενοι, ἀλλ´ ἐπὶ τὰς εἰσόδους παρακαλέσοντες· οὕτω δὴ αὐτὸ εὐκαταφρόνητον ἐξειργάσαντο, καὶ τοῖς ἀποπειρασομένοις εὐάλωτον. Ἡγούμενοι δέ τι τοῖς πολεμίοις ἄμαχον πεποιῆσθαι ὀχύρωμα, τούτου δὴ τοῦ περιβόλου τὰ ἐντὸς ἅπαντα φυλακῆς οὐδεμιᾶς ἀξιοῦν ἔγνωσαν, ἐπεὶ οὔτε φρούριον οὔτε ἄλλο τι ἔρυμα ἐπὶ Χερρονήσου ξυνέβαινεν εἶναι, καίπερ ὀλίγου δέοντος ἐς τριῶν κατατεινούσης ὁδὸν ἡμερῶν. Ἔναγχος ἀμέλει γοῦν οἱ πολέμιοι καταθέοντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐγκεχειρήκασι μὲν ὡς ἀποπειρασόμενοι τῆς κατὰ τὴν ἠϊόνα εἰσόδου, δεδιξάμενοι δὲ τοὺς ταύτῃ φρουροὺς ἐσπεπηδήκασιν ὥσπερ τι ἄθυρμα παίζοντες, ἐντός τε τοῦ περιβόλου γεγένηνται οὐδενὶ πόνῳ.

2. Πολλὰ τοίνυν ἀμφὶ τῶν κατηκόων τῇ σωτηρίᾳ διασκοπούμενος Ἰουστινιανὸς βασιλεὺς ἐποίει τάδε. Πρῶτα μὲν αὐτῷ ἐξίτηλον τὸ παλαιὸν γεγένηται τεῖχος, οὐδὲ ὅσον ἴχνους οἱ ἀπολελειμμένου τινός. ἕτερον δὲ αὐτίκα ἐπὶ τῆς αὐτῆς χώρας ἀνέστη, ὅπερ ἐπιεικῶς εὐρυνόμενον ὑψοῦ ἀνέχει. ὑπεράνω τε τῶν ἐπάλξεων ἀνειλημμένη θόλος ἐν στοᾶς τρόπῳ ὄροφον ποιεῖται, καλύπτουσα τοὺς τοῦ περιβόλου ἀμυνομένους. ἄλλοι τε τῇ θόλῳ προμαχῶνες ἐγκείμενοι διπλασιάζουσι τοῖς τῇδε τειχομαχοῦσι τὸν πόλεμον. Ἔπειτα δὲ ἀμφοτέρωθι ἐς τοῦ περιβόλου τὰ πέρατα πρὸς αὐταῖς που τῆς θαλάσσης ταῖς ῥαχίαις μάλιστα, προβόλους πεποίηται, [οὓς μώλους καλοῦσιν,] ἐπὶ πλεῖστον μὲν τοῦ ῥοθίου διήκοντας, τῷ δὲ τείχει ξυναπτομένους, ὕψους δὲ πέρι τῷ ἐρύματι ἐναμίλλους ὄντας. Ἀλλὰ καὶ τὴν τάφρον τοῦ περιβόλου ἔκτοσθεν οὖσαν περικαθάρας τε καὶ κατορύξας ἐνδελεχέστατα μέγα τι αὐτῇ εὔρους τε καὶ βάθους ἐντέθειται χρῆμα. Καὶ μὴν καὶ στρατιωτῶν καταλόγους ἐν τούτοις ἱδρύσατο τοῖς μακροῖς τείχεσι πᾶσι βαρβάροις ἀντιτάξασθαι ἱκανοὺς ὄντας, ἤν τι τῆς Χερρονήσου ἀποπειρῶνται.

3. Οὕτω δὲ ταῦτα ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας καταστησάμενος καὶ τοῖς ἔνδον οὐδέν τι ἧσσον ὀχυρώματα προσεποίησεν. Ὥστε εἰ τοῖς μακροῖς τείχεσιν (ἀπέστω δὲ τοῦ λόγου) παθεῖν τι ξυμβαίη, οὐδέν τι ἧσσον Χερρονησιώτας ἐν ἀσφαλεῖ εἶναι. Πόλιν τε γὰρ Ἀφροδισιάδα ἐρύματι ἐχυρωτάτῳ περιεβάλλετο, ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ πρότερα οὖσαν, καὶ Κίβεριν πόλιν, ἐπ´ ἐδάφους κειμένην, τειχήρη πεποιημένος ξυνῴκισεν· ἔνθα δὴ καὶ βαλανεῖα καὶ ξενῶνας ᾠκοδομήσατο, οἰκία τε παμπληθῆ καὶ ὅσα ἄλλα πέφυκεν ἐπιφανῆ ἐνδείκνυσθαι πόλιν.

4. Ἀλλὰ καὶ τὴν Καλλίπολιν καλουμένην βεβαιότατα ἐτειχίσατο, ἐλπίδι τῶν μακρῶν τειχῶν ἀτείχιστον ἀπολελειμμένην τοῖς πρόσθεν ἀνθρώποις. Οὗ δὴ καὶ σιτῶνάς τε καὶ οἰνῶνας ἐδείματο δαπάνῃ τῇ πάσῃ τῶν ἐπὶ Χερρονήσου στρατιωτῶν ἱκανῶς ἔχοντας.

5. Ἔστι δέ τις Ἀβύδου καταντικρὺ πόλις ἀρχαία, Σηστὸς ὄνομα, καὶ αὐτὴ τὰ πρότερα παρέργως κειμένη, ὀχύρωμά τε οὐδὲν ἔχουσα. λόφος δὲ αὐτῇ τις ἰσχυρῶς ἀπότομος ἐπανέστηκεν· ἵνα δὴ φρούριον ἐδείματο ἀπρόσβατον ὅλως, ἑλεῖν τε, εἴ τις ἐγχειροίη, ἀμήχανον. Σηστοῦ δὲ  οὐ μακρὰν ἄποθεν τὴν Ἐλαιοῦντα ξυμβαίνει εἶναι. Πέτρα τε τῆς θαλάσσης ἀπορραγεῖσα ἐνταῦθα ἀνέχει, ἄκραν οὐρανομήκη ἐξαίρουσα τειχήρη φύσιν. Φρούριον οὖν καὶ τῇδε ὁ βασιλεὺς οὗτος ἐδείματο, δυσπάριτόν τε καὶ τοῖς προσιοῦσι παντελῶς ἄμαχον. Ἀλλὰ καὶ τὸ ἐν Θεσκῷ φρούριον ἐπὶ θάτερα τοῦ μακροῦ τείχους ἱδρύσατο, περιβόλῳ κρατυνάμενος ἐχυρῷ μάλιστα· ταύτῃ τε τοῖς Χερρονησιώταις τὴν ἀσφάλειαν πανταχόθεν αὐτὸς προσεποίησε.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'.

Μετὰ δὲ Χερρόνησον Αἶνος οἰκεῖται πόλις, ἐπὶ τοῦ οἰκιστοῦ τῆς προσηγορίας ὠνομασμένη. Αἰνείας γὰρ ἦν, ὥσπερ λέγουσιν, ὁ τοῦ Ἀγχίσου. Ταύτης ὁ περίβολος εὐάλωτός τε ἦν τῷ χθαμαλὸς εἶναι· οὐδὲ ὅσον γὰρ ἐς τὸ ἀναγκαῖον ἀνεῖχεν ὕψος· καὶ ἀναπεπταμένην τινὰ εἴσοδον κατὰ τῆς θαλάσσης τὸ γειτόνημα εἶχεν, ἀμηγέπη ἐπιψαύοντος αὐτοῦ τοῦ ῥοθίου. Ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἀνέστησε μὲν αὐτὸν ἐς ὕψος, μὴ ὅτι ἁλῶναι, ἀλλὰ καὶ ἀποπειρᾶσθαι ἀμήχανον. Ἐπεξαγαγὼν δὲ καὶ πανταχόσε φραξάμενος ἀνάλωτον Αἶνον παντάπασι κατεστήσατο. Καὶ ταύτῃ μὲν ἡ πόλις ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει· ἔμεινε δὲ τοῖς βαρβάροις ἡ χώρα καταθεῖν εὐπετής· ἐπεὶ Ῥοδόπη ὀχυρωμάτων ἐκ παλαιοῦ ὑπεσπάνιζεν. Ἦν δέ τις κώμη ἐν τῇ μεσογείᾳ, Βέλλουρος ὄνομα, πλούτου μὲν δυνάμει καὶ πολυανθρωπίᾳ ἴσα καὶ πόλις, τῷ μέντοι τειχήρης οὐδαμῆ εἶναι ληϊζομένοις διηνεκὲς ἐπαρκοῦσα βαρβάροις, ἀγροῖς τε τοῖς ἀμφ´ αὐτὴν κειμένοις πολλοῖς γε οὖσι ταὐτὸ πάσχουσα. Καὶ αὐτὴν δὲ ὁ βασιλεὺς οὗτος πολίζει τε καὶ ἀποτειχίζει, καὶ αὐτοῦ ἐπαξίαν τίθεται εἶναι. Καὶ μὴν καὶ ἄλλων τῶν ἐπὶ Ῥοδόπης πόλεων ὅσα δὴ ἐνδεῖν ἢ καταπεπονηκέναι ξυνηνέχθη τῷ χρόνῳ σπουδῇ τῇ πάσῃ ἀνέστησεν. Ἐν αἷς Τραϊανούπολίς τε καὶ Μαξιμιανούπολίς εἰσιν, ὧνπερ ἐπηνώρθωσε τὰ ἐν τοῖς προβόλοις σαθρὰ γεγονότα. Ταῦτα μὲν οὖν τῇδε πεποίηται.

2. Ἀναστασιούπολις δὲ ἡ τῇδε οὖσα τειχήρης μὲν καὶ πρότερον ἦν, ἐν δὲ τῇ παραλίᾳ κειμένη ἀφύλακτον εἶχε τὴν ταύτῃ ἠϊόνα. Τὰ πλοῖα πολλάκις ἀμέλει ἐνταῦθα καταίροντα ὑποχείρια βαρβάροις Οὔννοις ἐξαπιναίως γεγένηται· ὥστε καὶ τὰς νήσους ἐνθένδε τὰς τῇ χώρᾳ ἐπικειμένας ἠνώχλησαν. Ἰουστινιανὸς δὲ βασιλεὺς διατειχίσματι τὴν παραλίαν περιβαλὼν ὅλην, ταῖς τε ναυσὶ καὶ τοῖς νησιώταις τὴν ἀσφάλειαν ἀνεσώσατο.

3. Ἀλλὰ καὶ τὸν τοῦ ὕδατος ὀχετὸν ἐκ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, μέχρι ἐς τὴν πόλιν 〈ἐς〉 ὑπέρογκον ἀνέστησεν ὕψος.

4. Ἔστι δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἣ ποταμοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν. Ἀφ´ οὗ δὴ οὐ πολλῷ ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. Ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς μέγα τῷ περιβόλῳ ὕψος ἐντέθεικεν· ὥστε ὑπεραίρει τοσούτῳ τὸν λόφον, ὅσῳ δὴ αὐτοῦ καταδεέστερος τὰ πρότερα ἦν. Καὶ στοὰν μὲν ἐπανέστησεν ἐν θολωτῷ τείχει, ὅθεν δὴ τοῖς τειχομαχοῦσιν οἱ τῆς πόλεως ἀμυνόμενοι ἐκ τοῦ ἀσφαλοῦς διαμάχονται, τῶν δὲ πύργων ἕκαστον φρούριον ἐρυμνὸν ἐσκευάσατο εἶναι. Ἀλλὰ καὶ τὰ ἐκ τοῦ περιβόλου μέχρι ἐς τὸν ποταμὸν διατειχίσματι περιβαλὼν ἐκρατύνατο. Ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται.

5. Καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί τε τὴν ἄλλην Θρᾴκην καὶ τὴν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ δηλώσω. Πρῶτα μὲν Φιλιππουπόλεώς τε καὶ Βεροίας, ἔτι μέντοι Ἀδριανουπόλεώς τε καὶ Πλωτινουπόλεως τά τε ἐνδέοντα καὶ καταπεπονηκότα σπουδῇ τῇ πάσῃ ᾠκοδομήσατο· ἐπεὶ αὐτὰς ἐπιμαχωτάτας ξυνέβαινεν εἶναι, καίπερ ἔθνεσι γειτονούσας βαρβάρων πολλοῖς. Καὶ φρούρια δὲ ἀνάριθμα ἐπὶ Θρᾴκης ἱδρύσατο πάσης, δι´ ὧν τὴν χώραν, ἀποκειμένην τὰ πρότερα ταῖς τῶν πολεμίων ἐπιδρομαῖς, παντάπασιν τανῦν ἀδῄωτον κατεστήσατο. Ἔστι δὲ τὰ φρούρια, ὅσα ἡμᾶς μεμνῆσθαι αὐτῶν, πρὸς ὄνομα τάδε.

[Ὅσα φρούρια ὁ θειότατος ἡμῶν βασιλεὺς Ἰουστινιανὸς ἔκτισεν ἐν χώρᾳ τῇ καλουμένῃ Εὐρώπῃ καὶ Ῥοδόπῃ καὶ Θρᾴκῃ καὶ Αἱμιμόντῳ οὕτως.]

Ἐν Εὐρώπῃ·

Λυδικαί.

Ἐλαῖαι.

 

Ἐν Ῥοδόπῃ τὰ καινούργια·

Κασεήρα.

Θεοδωρούπολις.

Τὸ τοῦ Θράσου.

Σουδανέλ.

Μούνδεπα.

Θαρσάνδαλα.

Δένιζος.

Τόπαρον.

Δαλάταρβα.

Βρέ.

Κουσκάβιρι.

Κούσκουλις.

Θρᾴκης.

Βόσπαρα.

Βεσούπαρον.

Καπιστούρια.

Βηρίπαρα.

Ἰσγίπερα.

Ὀζόρμη.

Βηρηΐαρος.

Ταμονβαρί.

Σκέμνας.

Καράσθυρα.

Πίνζος.

Τουλεοῦς.

Ἄρζον.

Καστράζαρβα.

Ζωσίτερσον.

Βέργισον.

Δίγγιον.

Σάκισσος.

Κουρτουξοῦρα.

Ποταμουκάστελλον.

Εἰσδίκαια.

 

Τὸ ἐμπόριον Ταυροκεφάλων.

Βηλαϊδίπαρα.

Σκίτακες.

Βέπαρα.

Πουσινόν.

Ὑμαυπάρουβρι.

Σκαριωτασαλούκρα.

Αὐγούστας.

Οὐρδαούς.

Τοῦ ἁγίου Τραϊανοῦ.

Δέρταλλος.

Σολβανοῦ.

Βάσκον.

Ζίγκυρο.

Αἱμιμόντου.

Ζημάρκου.

Κηριπάρων.

Κασιβόνων.

Τὸ Οὔκου.

Ἀντωῖνον.

Γεσιλαφοσσᾶτον.

Χεροῖνον.

Προβίνου.

Τοῦ ἁγίου Θεοδώρου.

Βουρδέπτω.

Ῥακούλη.

Τοῦ ἁγίου Ἰουλιανοῦ.

Τζιταετοῦς.

Βηλαστύρας.

Γετρίνας.

Βρέδας.

Βῆρος.

Θωκύωδις.

Βία.

Ἀναγογκλί.

Σούρας.

Αὐθιπάρου.

Δορδᾶς.

Σαρμαθών.

Κλεισοῦρα.

Ὑλασιάναι.

Θρασαρίχου.

Βαῖκα.

Χρύσανθος.

Μαρκέρωτα.

Ζδεβρήν.

Τοῦ ἁγίου Θεοδώρου.

Ἄσγαρζος.

Βουρτούδγιζ.

Ταυρόκωμον.

Νίκη.

Καβοτούμβα.

Δείξας.

Γητριστάους.

Δέβρη. [Γητριστάοιε].

Προβίνου.

Κάρβερος.

Τηεσιμόντη.

Ἀσγίζους.

Δαλάταρβα.

Θεοδωρούπολις.

Τζυειδών.

Τζονπολέγων.

Βασίβουνον.

Ἀγχίαλος.

Μαρκιανόν.

Κυρίδανα.

Βεκοῦλι.

 

Τὰ Θρᾳκῶν λειπόμενα. Παρά τε τὸν Εὔξεινον πόντον καὶ ποταμὸν Ἴστρον, κἀν τῇ μεσογείᾳ, οὕτως.

Μυσίας παρὰ μὲν ποταμὸν Ἴστρον·

Ἐρκούλεντε.

Σκατρῖνα.

Ἀππίαρα.

Ἐξεντάπριστα.

Δεονίανα.

Λιμώ.

Ὀδυσσός.

Βίδιγις.

Ἀρῖνα.

Νικόπολις.

Ζικίδεβα.

Σπίβυρος.

Πόλις Κάστελλον.

Κιστίδιζος.

Βαστέρνας.

Μέταλλος.

Βηρίπαρα.

Σπαθιζός.

Μαρκέρωτα.

Βόδας.

Ζισνούδεβα.

Τουρούλης.

Ἰουστινιανούπολις.

Θερμά.

Γεμελλομοῦντες.

Ἀσίλβα.

Κούσκαυρι.

Κούσκουλι.

Φοσσᾶτον.

Βισδίνα.

Μαρκιανούπολις.

Σκυθιάς.

Γραψώ.

Νονώ.

Τροσμής.

Νεαϊοδουνώ.

Ῥεσιδίνα.

Κωνσταντιανά.

Καλλάτις.

Βασσίδινα.

Βελεδίνα.

Ἄβριττος.

Ῥουβοῦστα.

Δινισκάρτα.

Μοντερεγῖνε.

Βέκις.

Ἀλτῖνα.

Μανροβάλλε.

Τίγρα.

Σκεδεβά.

Νόβας.

 

Ἐν δὲ τῇ μεσογείᾳ·

Κοπούστορος.

Βιργινασώ.

Τιλλιτώ.

Ἀγκυριανά.

Μουριδεβά.

Ἴτζης.

Καστελλόνοβο.

Παδισάρα.

Βισμαφά.

Βαλεντινιάνα.

Ζάλδαπα.

Ἀξίοπα.

Καρσώ.

Γρατίανα.

Πρέϊδις.

Ἀργαμώ.

Παυλίμανδρα.

Τζάσκλις.

Πούλχρα Θεοδώρα.

Τόμις.

Κρέας.

Κατασσοῦ.

Νίσκονις.

Νοβεϊουστινιανά.

Πρεσιδίω.

Ἐργαμία.