retour à l'entrée du site  

table des matières de l'œuvre d'HÉRODIEN

 

HÉRODIEN

 

 

HISTOIRE ROMAINE

 

LIVRE VI

 

texte grec

 

 

 

traduction française

pour avoir la traduction française d'un chapitre, cliquer sur ce chapitre

 

 

 

 

 

LIVRE VI.

[1] Ὁποίῳ μὲν δὴ τέλει ὁ νέος Ἀντωνῖνος ἐχρήσατο, ἐν τοῖς προειρημένοις δεδήλωται· παραλαβόντος δὲ τὴν ἀρχὴν Ἀλεξάνδρου τὸ μὲν σχῆμα καὶ τὸ ὄνομα τῆς βασιλείας ἐκείνῳ περιέκειτο, ἡ μέντοι διοίκησις τῶν πραγμάτων καὶ ἡ τῆς ἀρχῆς οἰκονομία ὑπὸ ταῖς γυναιξὶ διῳκεῖτο, ἐπί τε τὸ σωφρονέστερον καὶ σεμνότερον πάντα μετάγειν ἐπειρῶντο. Καὶ πρῶτον μὲν τῆς συγκλήτου βουλῆς τοὺς δοκοῦντας καὶ ἡλικίᾳ σεμνοτάτους καὶ βίῳ σωφρονεστάτους ἑκκαίδεκα ἐπελέξαντο συνέδρους εἶναι καὶ συμβούλους τοῦ βασιλέως· οὐδέ τι ἐλέγετο ἢ ἐπράττετο, εἰ μὴ κἀκεῖνοι αὐτὸ ἐπικρίναντες σύμψηφοι ἐγένοντο. Ἤρεσκέ τε τῷ δήμῳ καὶ τοῖς στρατοπέδοις, ἀλλὰ καὶ τῇ συγκλήτῳ βουλῇ, τὸ σχῆμα τῆς βασιλείας ἐκ τυραννίδος ἐφυβρίστου ἐς ἀριστοκρατίας τύπον μεταχθείσης.

[2] Πρῶτον μὲν οὖν τὰ ἀγάλματα τῶν θεῶν, ἅπερ ἔτυχεν ἐκεῖνος κινήσας καὶ μεταγαγών, ἔπεμψαν ἐς τοὺς ἰδίους καὶ ἀρχαίους ναούς τε καὶ σηκούς· τούς τε ὑπ´ ἐκείνου ἀλόγως, ἢ ἐφ´ οἷς εὐδοκιμήκεσαν ἁμαρτήμασιν, ἐς τιμὰς καὶ ἐξουσίας προαχθέντας τῶν δοθέντων ἀφείλοντο, ἑκάστους κελεύσαντες ἐς τὴν προτέραν αὑτῶν ἐπανιέναι τῆς ἀξίας αἵρεσιν. Τάς τε πράξεις ἁπάσας καὶ τὰς διοικήσεις, τὰς μὲν πολιτικὰς καὶ ἀγοραίους ἐνεχείρισαν τοῖς ἐπὶ λόγοις εὐδοκιμωτάτοις καὶ νόμων ἐμπείροις, τὰς δὲ στρατιωτικὰς τοῖς ἐξετασθεῖσί τε καὶ εὐδοκιμήσασιν ἐν εὐτάκτοις τε καὶ πολεμικαῖς πράξεσιν. Ἐπὶ πολὺ δ´ οὕτω τῆς ἀρχῆς διοικουμένης, ἡ μὲν Μαῖσα πρεσβῦτις ἤδη οὖσα ἀνεπαύσατο τοῦ βίου, ἔτυχέ τε βασιλικῶν τιμῶν, καὶ ὡς νομίζουσι Ῥωμαῖοι, ἐξεθειάσθη· ἡ δὲ Μαμαία μόνη τῷ παιδὶ καταλειφθεῖσα ὁμοίως αὐτοῦ ἄρχειν τε καὶ κρατεῖν ἐπειρᾶτο. Ἤδη τε ὁρῶσα ἐν ἀκμῇ τὸν νεανίαν γενόμενον, καὶ δεδοικυῖα μὴ ἄρα ἡλικία ἀκμάζουσα ὑπηρετούσης ἀδείας τε καὶ ἐξουσίας ἔς τι τῶν γενικῶν ἁμαρτημάτων ἐξοκείλῃ, πανταχόθεν ἐφρούρει τὴν αὐλήν, οὐδέ τινα εἴα προσιέναι τῷ μειρακίῳ τῶν ἐπὶ φαύλῳ βίῳ διαβεβλημένων, μή πως τὸ ἦθος διαφθαρείη, προκαλεσαμένων αὐτοῦ τῶν κολάκων τὰς ὀρέξεις ἀκμαζούσας ἐς αἰσχρὰς ἐπιθυμίας.

[3] Δικάζειν {τε} οὖν αὐτὸν ἔπειθε συνεχέστατα καὶ ἐπὶ πλεῖστον τῆς ἡμέρας, ὡς ἂν ἀσχολούμενος περὶ τὰ κρείττονα καὶ τῇ βασιλείᾳ ἀναγκαῖα μὴ ἔχοι καιρὸν ἐς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δέ τι καὶ φυσικὸν ἦθος πρᾶον καὶ ἥμερον τῷ Ἀλεξάνδρῳ ἔς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές, ὡς ἐδήλωσε καὶ τῆς ἡλικίας προχωρούσης. Ἐς τεσσαρεσκαιδέκατον γοῦν ἐλάσας τῆς βασιλείας ἔτος ἀναιμωτὶ ἦρξεν, οὐδέ τις εἰπεῖν ἔχει ὑπ´ ἐκείνου φονευθέντα. Καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὅμως ἐφείσατο ὡς μὴ φονεῦσαι, οὐ ῥᾳδίως τοῦτο ἄλλου βασιλέως τῶν καθ´ ἡμᾶς ποιήσαντος ἢ παραφυλάξαντος μετὰ τὴν Μάρκου ἀρχήν. Ὑπ´ Ἀλεξάνδρου δ´ οὐκ ἄν τις εἰπεῖν ἔχοι ἢ μνημονεῦσαι ἐν ἔτεσι τοσούτοις ἀκρίτως φονευθέντα.

[4] ᾘτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ περὶ τοῦτο ὑπερφυῶς ἐσπουδακυῖαν. Προσποιουμένη γὰρ ἀθροίζειν αὐτὰ ἵνα ἔχοι τοῖς στρατιώταις ἀφθόνως καὶ ῥᾳδίως ὁ Ἀλέξανδρος χαρίζεσθαι, ἰδίᾳ ἐθησαύριζε· καὶ διέβαλλεν ἔσθ´ ὅπῃ τοῦτο τὴν ἀρχήν, αὐτοῦ ἄκοντός τε καὶ ἀσχάλλοντος οὐσίας τινῶν καὶ κληρονομίας ἐξ ἐπηρείας ὑφαρπασάσης ἐκείνης.

[5] Ἠγάγετο δ´ αὐτῷ καὶ γυναῖκα τῶν εὐπατριδῶν, ἣν συνοικοῦσαν καὶ ἀγαπωμένην μετὰ ταῦτα τῶν βασιλείων ἐδίωξεν· ἐνυβρίζουσά τε καὶ βασίλισσα εἶναι μόνη θέλουσα, φθονοῦσά τε τῆς προσηγορίας ἐκείνῃ, ἐς τοσοῦτον προεχώρησεν ὕβρεως ὡς τὸν πατέρα τῆς κόρης, καίτοι ὑπ´ Ἀλεξάνδρου γαμβροῦ ὄντος πάνυ τιμώμενον, μὴ φέροντα τὴν Μαμαίαν ἐνυβρίζουσαν αὑτῷ τε καὶ τῇ θυγατρὶ αὑτοῦ, φυγεῖν ἐς τὸ στρατόπεδον, τῷ μὲν Ἀλεξάνδρῳ χάριν εἰδότα ἐφ´ οἷς ἐτιμᾶτο, τὴν δὲ Μαμαίαν αἰτιώμενον ἐφ´ οἷς ὑβρίζετο. Ἐκείνη δὲ ἀγανακτήσασα αὐτόν τε ἀναιρεθῆναι ἐκέλευσε, καὶ τὴν κόρην ἐκβληθεῖσαν τῶν βασιλείων ἐς Λιβύην ἐφυγάδευσε. Ταῦτα δὲ ἐπράττετο ἄκοντός τε καὶ ἀναγκαζομένου τοῦ Ἀλεξάνδρου· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ, καὶ πᾶν τὸ κελευόμενον ἐκεῖνος ἐποίει. Τοῦτο δ´ ἄν τις μόνον ἔσχεν ἐγκαλέσαι αὐτῷ, ὅτι δὴ ὑπὸ περιττῆς πραότητος καὶ αἰδοῦς πλείονος ἢ ἐχρῆν τῇ μητρί, ἐν οἷς ἀπηρέσκετο, ὅμως ἐπείθετο.

[6] Ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ´ αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε· τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν κατὰ Συρίαν τε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα ὅτι Ἀρταξάρης ὁ Περσῶν βασιλεὺς μετὰ τὸ Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόν τε τὸν πρότερον καλούμενον {τὸν} μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον ἀποκτεῖναι, πάντα τε τὰ περίοικα βάρβαρα χειρώσασθαι καὶ ἐς φόρου συντέλειαν ὑπαγαγέσθαι, οὐχ ἡσυχάζει οὐδ´ ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥωμαίων ἀρχῆς ὅρους  Μεσοποταμίαν τε κατατρέχει καὶ Σύροις ἀπειλεῖ, πᾶσάν τε τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ καὶ διαιρουμένην Αἰγαίῳ τε καὶ τῷ πορθμῷ τῆς Προποντίδος, Ἀσίαν τε πᾶσαν καλουμένην προγονικὸν κτῆμα ἡγούμενος τῇ Περσῶν ἀρχῇ ἀνακτήσασθαι βούλεται, φάσκων ἀπὸ Κύρου τοῦ πρώτου τὴν ἀρχὴν ἐκ Μήδων ἐς Πέρσας μεταστήσαντος μέχρι Δαρείου τοῦ τελευταίου Περσῶν βασιλέως, οὗ τὴν ἀρχὴν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε, πάντα μέχρις Ἰωνίας καὶ Καρίας ὑπὸ σατράπαις Περσικοῖς διῳκῆσθαι· προσήκειν οὖν αὐτῷ Πέρσαις ἀνανεώσασθαι πᾶσαν ὁλόκληρον, ἣν πρότερον ἔσχον, ἀρχήν. Τοιαῦτα τοίνυν δηλωσάντων καὶ ἐπιστειλάντων τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἡγεμόνων, πρὸς τὴν αἰφνίδιον καὶ παρ´ ἐλπίδα κομισθεῖσαν ἀγγελίαν οὐ μετρίως ὁ Ἀλέξανδρος ἐταράχθη, καὶ μάλιστα εἰρήνῃ ἐκ παίδων ἐντραφεὶς καὶ τῇ κατὰ τὴν πόλιν ἀεὶ σχολάσας τρυφῇ. Τὰ μὲν οὖν πρῶτα ἔδοξεν αὐτῷ κοινωσαμένῳ τοῖς φίλοις πρεσβείαν πέμψαι καὶ διὰ γραμμάτων κωλῦσαι τὴν ὁρμὴν καὶ ἐλπίδα τοῦ βαρβάρου. Ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειν τε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μηδὲ ματαίαις αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶς τε ἔχειν ἕκαστον τὰ αὑτοῦ· μηδὲ γὰρ ὁμοίαν ἔσεσθαι μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρβάρους. Ὑπεμίμνησκε δὲ τὰ γράμματα τῶν τε τοῦ Σεβαστοῦ καὶ τῶν Τραϊανοῦ Λουκίου τε καὶ Σεβήρου κατ´ αὐτῶν τροπαίων. Τοιαῦτα μὲν δή τινα ὁ Ἀλέξανδρος ἐπιστείλας ᾤετο πείσειν ἢ φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν βάρβαρον·

[7] ὃ δ´ οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ´ οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα διοικεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων ἅπαντα, κατατρέχων τε καὶ καθιππεύων Μεσοποταμίαν λείας τε ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντά τε τῆς Ῥωμαίων ἀρχῆς ἐπολιόρκει. Φύσει δ´ ὢν ἀλαζών, καὶ ταῖς παρ´ ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα ῥᾳδίως χειρώσασθαι προσεδόκα. Ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος. Πρῶτος γὰρ Περσῶν ἐτόλμησε τῇ Παρθυαίων ἀρχῇ ἐπιθέσθαι Πέρσαις τε τὴν βασιλείαν ἀνανεώσασθαι. Μετὰ γὰρ Δαρεῖον τὸν ὑπ´ Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι Μακεδόνες μὲν καὶ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ´ Ἀσίαν ἅπασαν, νειμάμενοι κατὰ χώρας, ἐβασίλευσαν. Ἐκείνων δὲ πρὸς ἀλλήλους διαφερομένων, πολέμοις τε συνεχέσι τῆς Μακεδόνων δυνάμεως ἐξασθενούσης, πρῶτος Ἀρσάκης λέγεται, τὸ γένος Παρθυαῖος, ἀναπεῖσαι τοὺς ἐπέκεινα βαρβάρους ἀποστῆναι Μακεδόνων· περιθέμενός τε τὸ διάδημα ἑκόντων Παρθυαίων καὶ τῶν προσχώρων βαρβάρων αὐτός τε ἐβασίλευσε, καὶ τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐπὶ πλεῖστον παρέμενεν ἡ ἀρχή, μέχρις Ἀρταβάνου τοῦ καθ´ ἡμᾶς γενομένου, ὃν Ἀρταξάρης ἀποκτείνας Πέρσαις τὴν ἀρχὴν ἀνεκτήσατο, τά τε γειτνιῶντα ἔθνη βάρβαρα χειρωσάμενος ῥᾳδίως ἤδη καὶ τῇ Ῥωμαίων ἀρχῇ ἐπεβούλευσεν.

[8] Ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα, οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ γνώμην, ὅμως δ´ ἔσχε περὶ ἔξοδον. Ἔκ τε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ καὶ ἡλικίας ἀκμῇ ἐς μάχην ἐπιτήδειοι ἐνομίζοντο. Κίνησίς τε μεγίστη πάσης τῆς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως ἰσορρόπου ἀθροιζομένης πρὸς τὸ ἀγγελλόμενον τῶν ἐπιτρεχόντων βαρβάρων πλῆθος. Ὁ δὲ Ἀλέξανδρος ἀθροίσας τοὺς ἐν Ῥώμῃ στρατιώτας, συνελθεῖν τε πάντας κελεύσας ἐς τὸ σύνηθες πεδίον, ἐπὶ βήματος ἀνελθὼν ἔλεξε τοιάδε.

[9] „Ἐβουλόμην μέν, ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δι´ ὧν αὐτός τε ἐκοσμούμην δημηγορῶν ὑμᾶς τε ἀκούοντας εὔφραινον· εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι καινὸν νῦν ἀκούοιτε, ἴσως ἂν ὡς παρ´ ἐλπίδα λεχθέντι ἐκπλαγείητε. Χρὴ δ´ ἄνδρας γενναίους τε καὶ σώφρονας εὔχεσθαι μὲν ὑπάρχειν τὰ βέλτιστα, φέρειν δὲ τὰ προσπίπτοντα· τῶν μὲν γὰρ δι´ ἡδονῆς πραττομένων ἡ ἀπόλαυσις γλυκεῖα, τῶν δ´ ἐξ ἀνάγκης κατορθουμένων ἔνδοξος ἡ ἀνδρεία. Καὶ τὸ μὲν ἄρχειν ἀδίκων ἔργων οὐκ εὐγνώμονα ἔχει τὴν πρόκλησιν, τὸ δὲ τοὺς ἐνοχλοῦντας ἀποσείεσθαι ἐκ τε τῆς ἀγαθῆς συνειδήσεως ἔχει τὸ θαρραλέον, καὶ ἐκ τοῦ μὴ ἀδικεῖν ἀλλ´ ἀμύνεσθαι ὑπάρχει τὸ εὔελπι. Ἀρταξάρης ἀνὴρ Πέρσης, τὸν ἑαυτοῦ δεσπότην Ἀρτάβανον ἀποκτείνας τήν τε ἀρχὴν ἐς Πέρσας μεταστήσας, ἀλλὰ καὶ τῶν ἡμετέρων ὅπλων καταθαρρήσας καὶ τῆς Ῥωμαίων δόξης καταφρονήσας, πειρᾶται κατατρέχειν καὶ λυμαίνεσθαι τὰ τῆς ἡμετέρας ἀρχῆς κτήματα. Τοῦτον ἐπειράθην τὸ μὲν πρῶτον γράμμασι καὶ πειθοῖ παῦσαι τῆς ἀπλήστου μανίας καὶ τῆς ἀλλοτρίων ἐπιθυμίας· ὃ δὲ βαρβάρῳ φερόμενος ἀλαξονείᾳ οὔτε μένειν οἴκοι βούλεται, προκαλεῖταί τε ἡμᾶς ἐς μάχην. Μὴ δὴ μέλλωμεν μηδὲ ὀκνῶμεν, ἀλλ´ οἱ μὲν πρεσβύτεροι ὑμῶν ὑπομνήσατε ἑαυτοὺς τροπαίων ἃ μετὰ Σεβήρου καὶ Ἀντωνίνου τοῦ ἐμοῦ πατρὸς ἠγείρατε πολλάκις κατὰ βαρβάρων, οἱ δ´ ἐν ἀκμῇ ὄντες δόξης καὶ κλέους ἐπιθυμήσαντες δείξατε ὅτι ἄρα καὶ εἰρήνην ἄγειν πράως καὶ μετ´ αἰδοῦς ἐπίστασθε καὶ τὰ πολεμικὰ τῆς χρείας ἀπαιτούσης γενναίως κατορθοῦτε. Τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα θρασύνεται, τῷ δ´ ἀντιπίπτοντι οὐκέθ´ ὁμοίως ἀντέχει, ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς ἡ μάχη κατὰ τῶν ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ´ ἐξ ἐπιδρομῆς ἢ φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δι´ ἁρπαγῆς. Ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει, καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.“

[10] Τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπισχνεῖτο. Ὃ δ´ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. Κατελθών τε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν ἔξοδον. Καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. Ἀλλ´ οὐδὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν· πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείς τε ὑπ´ αὐτοῖς καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. Μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς Ἀντιόχειαν ἀφίκετο. Ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

[11] Ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι· ἤλπιζε γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. Ὁ δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι καὶ χρυσῷ κεκοσμημένους ἵππων τε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους  τῇ τε ὄψει καὶ τῷ σχήματι τῶν Περσῶν. Ἔλεγε δ´ ἡ πρεσβεία ὅτι {δὴ} κελεύει μέγας βασιλεὺς Ἀρταξάρης ἀφίστασθαι Ῥωμαίους τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε πάσης Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται· εἶναι γὰρ αὐτὰ Περσῶν προγονικὰ κτήματα. Τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει ὁ Ἀλέξανδρος τοὺς τετρακοσίους συλληφθῆναι, καὶ παρελόμενος πάσης τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέπεμψε, δοὺς κώμας τε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύτην αὐτοῖς ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν· ἀποκτεῖναι γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν δεσπότου ἀγγείλαντας.

[12] Τούτων δὴ οὕτως πραττομένων, παρασκευαζομένου τε τοῦ Ἀλεξάνδρου καὶ διαβῆναι τοὺς ποταμοὺς ἔς τε τὴν βάρβαρον γῆν τὸν στρατὸν διαγαγεῖν, ἐγένοντό τινες καὶ ἀποστάσεις στρατιωτῶν, ἀπό τε Αἰγύπτου ἐληλυθότων, ἀλλὰ μὴν καὶ τῶν κατὰ Συρίαν, καινοτομῆσαί τινα ἐπιχειρησάντων περὶ τὴν βασιλείαν· οἳ ταχέως φωραθέντες ἐκολάσθησαν. Ἀλλὰ καί τινα τῶν στρατοπέδων μετέστησεν ὁ Ἀλέξανδρος ἐς ἕτερα χωρία, ἐπιτηδειότερα δοκοῦντα εἶναι πρὸς τὸ κωλύειν τὰς τῶν βαρβάρων ἐπιδρομάς. Τούτων δὴ αὐτῷ διοικηθέντων, τῆς τε στρατιᾶς παμπληθοῦς συνειλεγμένης, ὅτε δὴ ἀντίπαλα καὶ ἰσόρροπα ᾠήθη εἶναι τὰ ἑαυτοῦ στρατεύματα τῷ πλήθει τῶν βαρβάρων, σκεψάμενος σὺν τοῖς φίλοις ἔνειμε τὸ στρατιωτικὸν ἐς τρεῖς μοίρας, καὶ τὴν μὲν μίαν ἐκέλευσε πρὸς τὰ ἀρκτῷα μέρη ἀφορῶσαν, δι´ Ἀρμενίας ἐπελθοῦσαν φιλίου Ῥωμαίοις δοκούσης, κατατρέχειν τὴν Μήδων χώραν· τὴν δὲ ἑτέραν ἔπεμψε πρὸς τὰ ἑῷα μέρη τῆς βαρβάρου γῆς βλέπουσαν, ἔνθα συρρέοντας τὸν Τίγρητα καὶ τὸν Εὐφράτην ἕλη πυκνότατα ὑποδέχεσθαι λέγουσι καὶ λανθάνειν ποταμῶν ἐκείνων μόνων διὰ τοῦτο τὰς ἐκβολάς· τὴν δὲ τρίτην μοῖραν καὶ γενναιοτάτην τοῦ στρατοῦ αὐτὸς ἔχων ὑπέσχετο ἐπάξειν τοῖς βαρβάροις κατὰ μέσην τὴν πορείαν. Οὕτω γὰρ ᾤετο διαφόροις ἐφόδοις ἀφυλάκτως τε καὶ ἀπροόπτως αὐτοῖς ἐπελεύσεσθαι, καὶ τὸ πλῆθος τῶν Περσῶν ἀεὶ πρὸς τοὺς ἐπιόντας διαιρούμενον ἀσθενέστερόν τε ἔσεσθαι καὶ ἀτακτότερον μαχεῖσθαι. Οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐδὲ στρατόπεδα ἔχουσι συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνασμένα· ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ´ ὅπῃ καὶ τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. Διαλυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ ἁρπαγῆς αὐτῷ περιγένηται. Τόξοις τε καὶ ἵπποις οὐκ ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ´ ἐκ παίδων σὺν αὐτοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε τῶν ἵππων ἀποβαίνοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι ἢ κατὰ πολεμίων ἢ κατὰ θηρίων.

[13] Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο· ἔσφηλε δὲ αὐτοῦ τὴν γνώμην ἡ τύχη. Τὸ μὲν γὰρ πεμφθὲν δι´ Ἀρμενίας στρατιωτικόν, μόλις καὶ χαλεπῶς ὑπερβαλὸν τὰ τῆς χώρας ὄρη τραχύτατά τε ὄντα καὶ κρημνωδέστατα (πλὴν ἔτι θέρους ὄντος ἀνεκτὴν εἶχε τὴν πορείαν), ἐμβαλὸν ἐς τὴν Μήδων χώραν ἐπόρθει τε αὐτὴν καὶ πολλὰς ἐνέπρησε κώμας λείαν τε ἀπήγαγεν. Ὁ δὲ Πέρσης μαθὼν ἐπήμυνε κατὰ δύναμιν, ἀπείργειν δὲ τοὺς Ῥωμαίους οὐ πάνυ τι ἐδύνατο· τραχεῖα γὰρ οὖσα ἡ χώρα τοῖς μὲν πεζοῖς καὶ τὴν βάσιν εὐπαγῆ καὶ τὴν πορείαν εὐμαρῆ παρεῖχεν, ἡ δ´ ἵππος τῶν βαρβάρων ὑπὸ τῆς τῶν ὀρῶν τραχύτητος ὁμοῦ καὶ πρὸς δρόμον ἐπείχετο καὶ καθιππεύειν ἢ ἐπιέναι ἐκωλύετο. Ἧκον δέ τινες ἀγγέλλοντες τῷ Πέρσῃ ὡς ἄρα φαίνοιτο Ῥωμαίων στρατὸς ἕτερος ἐν τοῖς ἑῴοις μέρεσι Παρθυαίων, τά τε πεδία κατατρέχουσι. Διόπερ φοβηθεὶς ἐκεῖνος μὴ τὰ ἐν Πάρθοις ῥᾳδίως λυμηνάμενοι ἐς Πέρσας ἐμβάλωσι, καταλιπών τινα δύναμιν, ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι Μηδίαν, αὐτὸς σὺν παντὶ τῷ στρατῷ ἐς τὰ ἑῷα μέρη ἠπείγετο. Ἡ δὲ τῶν Ῥωμαίων στρατιὰ τὴν πορείαν ἀμελέστερον ἐποιεῖτο μήτε τινὸς φαινομένου μήτε ἀνθεστῶτος, ἤλπιζέ τε τὸν Ἀλέξανδρον σὺν τῇ τρίτῃ μοίρᾳ, γενναιοτάτῃ οὔσῃ καὶ μεγίστῃ, ἐς μέσους ἐμβεβληκέναι τοὺς βαρβάρους, κἀκείνους ἀνθελκομένους ἀεὶ πρὸς τὸ ἐνοχλοῦν σχολαιτέραν αὑτοῖς καὶ ἀδεεστέραν παρέξειν τὴν ἔφοδον. Προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερᾶραι εἰς τὴν πολεμίαν, καὶ τόπος ὥριστο ἐς ὃν {καὶ} ἅπαντας συνελθεῖν ἔδει, παντὰ τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους. Ἔσφηλε δὲ αὐτοὺς ὁ Ἀλέξανδρος μήτε εἰσαγαγὼν τὸν στρατὸν μήτε εἰσελθών, ἢ διὰ δέος, ἵνα μὴ δὴ αὐτὸς κινδυνεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς, ἢ τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ δειλίᾳ καὶ ὑπερβαλλούσῃ φιλοτεκνίᾳ. Ἤμβλυνε γὰρ αὐτοῦ τὰς πρὸς ἀνδρείαν ὁρμάς, πείθουσα δεῖν ἄλλους ὑπὲρ αὐτοῦ κινδυνεύειν, ἀλλὰ μὴ αὐτὸν παρατάττεσθαι· ὅπερ τὸν εἰσελθόντα Ῥωμαίων στρατὸν ἀπώλεσεν. Ὁ γὰρ Πέρσης σὺν πάσῃ τῇ δυνάμει ἐπελθὼν οὐ προσδοκῶντος τοῦ στρατοῦ, ἐκπεριελθὼν καὶ ὥσπερ σαγηνεύσας, πανταχόθεν τε τοξεύων, διέφθειρε τὴν δύναμιν τῶν Ῥωμαίων, ὀλίγων τε πρὸς πολλοὺς ἀνθίστασθαι μὴ δυναμένων, καὶ ἀεὶ τὰ γυμνὰ ἑαυτῶν, ἐς ἃ ἐτοξεύοντο, φραττόντων τοῖς ὅπλοις· ῥύεσθαι γὰρ αὐτοῖς τὰ σώματα, οὐ μάχεσθαι ἀγαπητὸν ἦν· ἔστε δὴ πάντες ἐς τὸ αὐτὸ συναλισθέντες καὶ τῇ τῶν ἀσπίδων προβολῇ ὥσπερ τειχίσαντες ἀπεμάχοντο ἐν σχήματι πολιορκίας καὶ πανταχόθεν βαλλόμενοι καὶ τιτρωσκόμενοι, ἀντισχόντες ἐς ὅσον ἐνεδέχετο ἀνδρείως, τὸ τελευταῖον πάντες διεφθάρησαν. Μεγίστη τε αὕτη συμφορὰ καὶ οὐ ῥᾳδίως μνημονευθεῖσα Ῥωμαίους ἐπέσχε, δυνάμεως μεγίστης διαφθαρείσης, γνώμῃ καὶ ῥώμῃ μηδεμιᾶς τῶν ἀρχαίων ἀποδεούσης· τόν τε Πέρσην ἐς ἐλπίδα μειζόνων πραγμάτων ἐτύφωσε τηλικούτων ἔργων εὐπραγία.

[14] Ὡς δὲ ταῦτα τῷ Ἀλεξάνδρῳ ἐδηλώθη χαλεπῶς νοσοῦντι εἴτε διὰ δυσθυμίαν εἴτε διὰ τὴν τοῦ ἀέρος ἀήθειαν, αὐτός τε δυσφόρως ἤνεγκε, καὶ ὁ λοιπὸς στρατὸς ἠγανάκτησε πρὸς τὸν Ἀλέξανδρον καὶ ἐχαλέπαινεν, ὅτι δὴ ψευσαμένου αὐτοῦ καὶ μὴ τηρήσαντος τὰ συνθήματα προδοθείη ὁ εἰσελθὼν στρατός. Πλὴν ὁ Ἀλέξανδρος μήτε τὴν νόσον φέρων καὶ τὸ πνιγῶδες τοῦ ἀέρος, τοῦ τε στρατοῦ παντὸς νοσοῦντος, καὶ μάλιστα τῶν Ἰλλυρικῶν στρατιωτῶν, οἳ ὑγρῷ καὶ χειμερίῳ ἀέρι ἐνειθισμένοι τροφάς τε πλείονας συνήθως εἰσφερόμενοι χαλεπῶς νοσοῦντες διεφθείροντο, ἐπανελθεῖν τε ἐς τὴν Ἀντιόχειαν ἐβουλεύσατο, καὶ πέμψας τὸν ἐν Μηδίᾳ στρατὸν ἐπανελθεῖν ἐκέλευσεν. Ἐκεῖνος μὲν ὁ στρατὸς ἐπανιὼν πλεῖστος ἐν τοῖς ὄρεσι διεφθάρη, καὶ ἠκρωτηριάσθησαν οὐκ ὀλίγοι ἐν δυσχειμέρῳ χώρᾳ, ὡς ὀλιγίστους πάνυ ἐκ πολλῶν ἐπανελθεῖν· τὸ δὲ σὺν αὑτῷ πλῆθος ὁ Ἀλέξανδρος ἐς τὴν Ἀντιόχειαν ἐπανήγαγε, πολλῶν καὶ ἐξ ἐκείνης τῆς μοίρας ἀπολωλότων, ὡς μεγίστην ἐνεγκεῖν δυσθυμίαν τῷ στρατῷ καὶ Ἀλεξάνδρῳ ἀδοξίαν, σφαλέντι καὶ γνώμῃ καὶ τύχῃ, καὶ τῶν τριῶν μοιρῶν τοῦ στρατοῦ ὧν ἔνειμε τὸ πλεῖστον ἀποβαλόντι διαφόροις συμφοραῖς, νόσῳ πολέμῳ κρύει.

[15] Γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Ἀλέξανδρος αὐτός τε ῥᾳδίως ἐπερρώσθη τῷ εὐψυχεῖ καὶ ἐνύδρῳ τῆς πόλεως μετὰ τὸν ἐν Μεσοποταμίᾳ ξηρὸν αὐχμόν, τούς τε στρατιώτας ἀνεκτᾶτο, καὶ ἐφ´ οἷς λελύπηντο παρεμυθεῖτο μεγαλοδωρίᾳ χρημάτων· τοῦτο γὰρ μόνον ἐς εὐνοίας ἀνάκτησιν στρατιωτῶν ἐνόμιζε φάρμακον. Δύναμίν τε ἤθροιζε καὶ παρεσκεύαζεν ὡς δὴ πάλιν ἐπάξων Πέρσαις, εἰ ἐνοχλοῖεν καὶ μὴ ἡσυχάζοιεν. Ἀπηγγέλλετο δὲ καὶ ὁ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. Εἰ γὰρ καὶ ἐκ τοῦ κρείττονος ὑπέρτεροι ἐδόκουν γεγενῆσθαι οἱ βάρβαροι, πλὴν ὅμως ἐτετρύχωντο ταῖς τε κατὰ Μηδίαν πολλάκις γενομέναις συμβολαῖς τῇ τε ἐν Παρθίᾳ μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων. Οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ´ ὅπῃ κακώσαντες, παρὰ τοῦτο δὲ ἀπολόμενοι παρ´ ὅσον πλήθει ἐλάττους εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέρωθεν πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων πλήθει ἀλλ´ οὐ δυνάμει δοκεῖ νενικηκέναι. Δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως· ἐτῶν γοῦν τριῶν ἢ τεττάρων ἡσύχασαν οὐδ´ ἐν ὅπλοις ἐγένοντο. Ἅπερ μανθάνων ὁ Ἀλέξανδρος καὶ αὐτὸς ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν· εὐθυμότερος δὲ καὶ ἀδεέστερος γενόμενος ἀνειμένης αὐτῷ τῆς περὶ τὰ πολεμικὰ φροντίδος, ταῖς τῆς πόλεως ἐσχόλαζε τρυφαῖς. Οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις μὴ μὲν ἐν εἰρήνῃ συγκειμένῃ ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν, ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ συντεταγμένος μηδὲ συνεστώς, ἀλλ´ ὄχλος μᾶλλον ἢ στρατὸς ὑπάρχων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων ὄντων ὅσον ἃν ἕκαστος ἀφικνούμενος πρὸς τὸ ἑαυτοῦ χρειῶδες ἐπενέγκηται, καὶ δυσαποσπάστως τε καὶ δυσόκνως καταλειπόντων τέκνα καὶ γυναῖκας καὶ τὴν οἰκείαν χώραν, αἰφνιδίως ἄγγελοί τε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξανδρον καὶ ἐς μείζονα φροντίδα ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων τὴν Ἰλλυρίδος ἡγεμονίαν ὅτι ἄρα Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα ἐπικείμενα πόλεις τε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν, εἴη τε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυρικὰ ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς ἦν σὺν αὐτῷ. Δηλωθέντα δὴ ταῦτα τόν τε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν πεπόνθεσαν Πέρσαις μαχόμενοι, ἔκ τε ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ἕκαστοι ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν, καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ ὡς τὰ ὑπὸ ταῖς ἀνατολαῖς δι´ ἀμέλειαν ἢ δειλίαν προδεδωκότα, πρός τε τὰ ἀρκτῷα μέλλοντα καὶ ὀκνοῦντα. Ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖς τε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐτῆς Ἰταλίας. Οὐ γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ Γερμανῶν· οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνατολαῖς κατοικοῦντες, μακρᾷ γῇ καὶ θαλάττῃ πολλῆ διῃρημένοι, τὴν Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυρικὰ δὲ ἔθνη στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας ποιεῖ Γερμανοὺς Ἰταλιώταις. Ἐπαγγέλλει δὴ ἄκων μὲν καὶ ἀσχάλλων τὴν ἔξοδον· πλὴν τῆς ἀνάγκης αὐτὸν καλούσης, καταλιπών τε δύναμιν ὅσην ᾤετο αὐτάρκη ῥύεσθαι τὰς Ῥωμαίων ὄχθας, τά τε στρατόπεδα καὶ τὰ φρούρια ἐπιμελέστερον τειχίσας καὶ πληρώσας ἕκαστα τοῦ ὡρισμένου στρατοῦ, αὐτὸς ἐς Γερμανοὺς ἠπείγετο ἅμα τῷ λοιπῷ πλήθει. Ἀνύσας δὲ τὴν ὁδὸν μετὰ πολλῆς σπουδῆς ἐπέστη ταῖς τοῦ Ῥήνου ὄχθαις, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκευάζετο, τόν τε ποταμὸν ναυσὶ διελάμβανεν, ὧν πρὸς ἀλλήλας συνδεθεισῶν γεφυρωθέντα εὐμαρῆ τὴν διάβασιν τοῖς στρατιώταις παρέξειν ᾤετο.  Μέγιστοι γὰρ δὴ οὗτοι ποταμῶν ὑπ´ ἄρκτῳ ῥέουσι, Ῥῆνός τε καὶ Ἴστρος, ὃ μὲν Γερμανοὺς ὃ δὲ Παίονας παραμείβων· οἳ θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον διὰ βάθος τε καὶ πλάτος, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ τοῦ κρύους ἐν πεδίου σχήματι καθιππεύονται. Ἀντιτυπὲς δὲ οὕτω καὶ στερρὸν γίνεται τό ποτε ῥεῖθρον ὡς μὴ μόνον ἵππων ὁπλαῖς καὶ ποσὶν ἀνθρώπων ἀντέχειν, ἀλλὰ καὶ τοὺς ἀρύσασθαι θέλοντας μὴ κάλπεις ἐπ´ αὐτὸ μηδὲ κοῖλα σκεύη φέρειν, πελέκεις δὲ καὶ δικέλλας, ἵν´ ἐκκόψαντες γυμνόν τε σκεύους ἀράμενοι τὸ ὕδωρ φέρωσιν ὥσπερ λίθον. Φύσις μὲν δὴ τῶν ποταμῶν αὕτη·

[16] Ὁ δὲ Ἀλέξανδρος Μαυρουσίους τε πλείστους καὶ τοξοτῶν ἀριθμὸν πολὺν ἐπαγόμενος ἀπὸ τῆς ἀνατολῆς ἔκ τε τῆς Ὀσροηνῶν χώρας, καὶ εἴ τινες Παρθυαίων αὐτόμολοι ἢ χρήμασιν ἀναπεισθέντες ἠκολουθήκεσαν αὐτῷ βοηθήσοντες, ἐξήρτυε δὴ Γερμανοῖς ἀντιτάξων. Μάλιστα γὰρ τοιοῦτος στρατὸς ὀχληρὸς ἐκείνοις γίνεται, τῶν τε Μαυρουσίων πόρρωθεν ἀκοντιζόντων καὶ τὰς ἐπιδρομὰς τάς τε ἀναχωρήσεις κούφως ποιουμένων, τῶν τε τοξοτῶν ἐς γυμνὰς τὰς κεφαλὰς αὐτῶν καὶ σώματα ἐπιμήκη ῥᾷστα καὶ πόρρωθεν κατὰ σκοποῦ τοξευόντων - - - ἐπέθεόν τε πρὸς τὴν συστάδην μάχην ἀντιτυπεῖς, καὶ ἰσόρροποι πολλάκις Ῥωμαίοις ἐγίνοντο. Ἀλέξανδρος μὲν ἐν τούτοις ἦν· πλὴν ἔδοξεν αὐτῷ πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ περὶ εἰρήνης διαλέγεσθαι. Πάντα τε ὑπισχνεῖτο παρέξειν ὅσων δέονται, καὶ χρημάτων ἀφειδῶς ἔχειν. Τούτῳ γὰρ μάλιστα Γερμανοὶ πείθονται, φιλάργυροί τε ὄντες καὶ τὴν εἰρήνην ἀεὶ πρὸς Ῥωμαίους χρυσίου καπηλεύοντες· ὅθεν ὁ Ἀλέξανδρος ἐπειρᾶτο ὠνήσασθαι μᾶλλον τὰς πρὸς αὐτοὺς σπονδὰς ἢ διὰ πολέμου κινδυνεύειν.

[17] Οἱ μέντοι στρατιῶται χαλεπῶς ἔφερον διατριβῆς τε ματαίας ἐγγινομένης, καὶ μηδέν τι γενναῖον ἢ πρόθυμον ἐς τὸ πολεμεῖν παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ´ ἡνιοχείαις καὶ τρυφαῖς προσέχοντος, δέον ἐπεξελθεῖν καὶ τιμωρήσασθαι Γερμανοὺς ἐπὶ τοῖς προτετολμημένοις. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος τῶν ἐνδοτάτω Θρᾳκῶν καὶ μιξοβαρβάρων, ἀπό τινος κώμης, ὡς ἐλέγετο, πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλικίας γενόμενος διὰ μέγεθος καὶ ἰσχὺν σώματος ἐς τοὺς ἱππεύοντας στρατιώτας καταταγείς, εἶτα κατ´ ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης ἐλθὼν διὰ πάσης τάξεως στρατιωτικῆς, ὡς στρατοπέδων τε ἐπιμέλειαν τῶν ἐθνῶν τε ἀρχὰς πιστευθῆναι. Τὸν δὴ Μαξιμῖνον τοῦτον διὰ τὴν προειρημένην στρατιωτικὴν ἐμπειρίαν ὁ Ἀλέξανδρος ἐπέστησε πάσῃ τῇ τοῦ στρατοῦ νεολαίᾳ, ὡς ἀσκοίη τε αὐτοὺς τὰ στρατιωτικὰ καὶ ἐς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὃ δὲ μετὰ πάσης ἐπιμελείας ποιούμενος τὰ ἐγκεχειρισμένα εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο, οὐ μόνον διδάσκων αὐτοὺς τὰ ποιητέα, ἀλλὰ καὶ τοῖς ἔργοις πάντων προηγούμενος, ὡς μὴ μαθητὰς εἶναι μόνον ἀλλὰ καὶ ζηλωτὰς καὶ μιμητὰς τῆς ἐκείνου ἀνδρείας. Ἔτι τε καὶ δώροις αὐτοὺς καὶ παντοδαπαῖς τιμαῖς ᾠκειώσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τοῦ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον ὡς ὑπὸ τῆς {τε} μητρὸς ἀρχόμενον, καὶ διοικουμένων τῶν πραγμάτων ὑπ´ ἐξουσίας τε  καὶ γνώμης γυναικός, ῥᾳθύμως τε καὶ ἀνάνδρως τοῖς πολεμικοῖς προσφερομένου ἐκείνου. Ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν ἀνδρεῖον μηδὲ νεανικὸν παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. Ὅντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε ἤδη πάσης προανηλωμένης φιλοτιμίας, τὸ δὲ μέλλον καὶ προσιὸν ἔς τε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ παρὰ προσδοκίαν τίμιόν τε καὶ περισπούδαστον, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ Σεβαστὸν τὸν Μαξιμῖνον, συστρατιώτην τε αὑτῶν ὄντα καὶ σύσκηνον, ἔς τε τὸν παρόντα πόλεμον δι´ ἐμπειρίαν καὶ ἀνδρείαν ἐπιτήδειον δοκοῦντα. Ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα, πορφύραν ἐπιβαλόντες βασιλικὴν αὐτοκράτορα ἀναγορεύουσιν. Ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπερρίπτει·  ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος ἀνεδέξατο τὴν τιμήν, πολλάκις αὐτῷ πρότερον, ὡς ἔλεγε, χρησμῶν καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος ἀναδέχεται, πειθόμενος τῇ ἐκείνων βουλήσει, παραγγέλλει δ´ αὐτοῖς ἔργῳ βεβαιῶσαι
τὰ δόξαντα ἀραμένους τε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν´ ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ φρουροὺς τοῦ σώματος ἢ πείσαιεν ὁμογνωμονῆσαι ἢ ῥᾷστα βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν.

[18] Ὡς δ´ αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο, τά τε σιτηρέσια ἐπεδιπλασίασε, νομάς τε καὶ δόσεις μεγίστας ὑπέσχετο, τιμωρίας τε καὶ κηλῖδας πάσας αὐτοῖς ἀνῆκεν, ἐπί τε τὴν πορείαν ἐξήγαγεν· οὐ πολὺ δ´ ἀφειστήκει τὸ χωρίον ἔνθα ἐσκήνου ὁ Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ. Ὡς δ´ ἀπηγγέλη ταῦτα τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων τοῦ τε Μαξιμίνου ὡς ἀπίστου καὶ ἀχαρίστου κατηγόρει, πάσας τὰς ἐς ἐκεῖνον εὐεργεσίας κατατεθείσας πρὸς αὑτοῦ διηγούμενος, τούς τε νεανίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμηκότας, δώσειν τε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπανορθώσεσθαι εἴ τι μέμφοιντο. Οἱ δὲ σὺν αὐτῷ στρατιῶται  ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν, ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ. Τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων τινῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνις τε πόρρωθεν ἐγειρομένη φαίνεται βοῆς τε ἦχος πλήθους ἐξακούεται, πάλιν προελθὼν ἐς τὸ πεδίον ὁ Ἀλέξανδρος, συγκαλέσας τε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ´ ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν, πάντας τε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀντιτάττεσθαι. Οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ´ ὀλίγον δὲ ἀνεχώρουν οὐδ´ ὅπλα λαβεῖν ἤθελον. Οἳ δέ τινες τὸν ἐπάρχοντα τοῦ στρατοῦ καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν, πρόφασιν ποιούμενοι αἰτίους τῆς ἀποστάσεως γεγενῆσθαι. Οἳ δὲ τὴν μητέρα ἐμέμφοντο ὡς φιλάργυρον καὶ τὰ χρήματα ἀποκλείουσαν, διά τε μικρολογίαν καὶ τὸ πρὸς τὰς ἐπιδόσεις ὀκνηρὸν τοῦ Ἀλεξάνδρου μεμισημένου. Καὶ μέχρι μέν τινος τοιαῦτα διαφόρως βοῶντες προσέμενον· ὡς δὲ τοῦ Μαξιμίνου ὁ στρατὸς ἤδη τε ἐν ὄψεσιν ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ ἀνδρὶ γενναίῳ καὶ σώφρονι συστρατιώτῃ τε ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. Ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λιποψυχῶν μόλις ἐς τὴν σκηνὴν ἐπανέρχεται· τῇ τε μητρὶ περιπλακείς, καὶ ὥς φασιν, ἀποδυρόμενός τε καὶ αἰτιώμενος ὅτι δι´ ἐκείνην ταῦτα πάσχοι, ἀνέμενε τὸν φονεύσοντα. Ὁ δὲ Μαξιμῖνος ὑπὸ παντὸς τοῦ στρατοῦ Σεβαστὸς προσαγορευθεὶς πέμπει χιλιάρχην ἑκατοντάρχας τέ τινας τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. Οἳ δὲ ἀφικόμενοι καὶ ἐπιπηδήσαντες τῇ σκηνῇ αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι καὶ τίμιοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν ἢ λαθεῖν δυνηθέντων, οὓς πάντας μετ´ οὐ πολὺ Μαξιμῖνος συλλαβὼν ἀπέκτεινεν. Τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι τεσσαρεσκαίδεκα, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνων τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, ἔς τε τὸ φιλάνθρωπον καὶ εὐεργετικώτερον ἐπιρρεπής. Πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν ἐς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς ἐς φιλαργυρίαν τε καὶ μικρολογίαν.