RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE DENYS D'HALICARNASSE

 

DENYS D'HALICARNASSE

 
EXAMEN CRITIQUE DES PLUS CÉLÈBRES ÉCRIVAINS DE LA GRÈCE,

PAR
DENYS D'HALICARNASSE;
TRADUIT EN FRANÇAIS POUR LA PREMIÈRE FOIS,
AVEC DES NOTES .

PAR E. GROS, Professeur au Collége royal de Saint-Louis.
TOME PREMIER.

PARIS.
BRUNOT—LABBE, ÉDITEUR,
LIBRAIRE DE L'UNIVERSITÉ ROYALES
QUAI DES AUGUSTINS N" 33.
1826.

MÉMOIRES DE DENYS D'HALICARNASSE SUR LES ANCIENS ORATEURS.

ΔΙΟΝΥΣΙΟΥ ἉΛΙΚΑΡΝΑΣΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ἈΡΧΑΙΩΝ ῬΗΤΟΡΩΝ ὙΠΟΜΝΗΜΑΤΙΣΜΟΙ

 

ISOCRATE

IΣΟΚΡΑΤΗΣ

traduction française

Pour la traduction française par chapitre, cliquer sur le chapitre
 

 





IΣΟΚΡΑΤΗΣ ΑΘΗΝΑΙΟΣ

A'. Ἰσοκράτης Ἀθηναῖος ἐγεννήθη μὲν ἐπὶ τῆς ὀγδοηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι  Λυσιμάχου, πέμπτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, δυσὶ καὶ εἴκοσιν ἔτεσι νεώτερος Λυσίου. Πατρὸς δὲ ἦν Θεοδώρου τινὸς τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου, καὶ τὸν βίον ἀπὸ ταύτης ἔχοντος τῆς ἐργασίας. γωγῆς δὲ τυχὼν εὐσχήμονος, καὶ παιδευθεὶς οὐδενὸς Ἀθηναίων χεῖρον, ἐπειδὴ τάχιστα ἀνὴρ ἐγένετο, φιλοσοφίας ἐπεθύμησε. Γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου, καὶ Γοργίου τοῦ Λεοντίνου, καὶ Τισίου τοῦ Συρακουσίου, τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίᾳ, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν, δημοτικὸν εἶναι δοκοῦντα· σπουδὴν μὲν ἐποιεῖτο πράττειν τε καὶ λέγειν τὰ πολιτικά· ὡς δὲ ἡ φύσις ἠναντιοῦτο, τὰ πρῶτα καὶ κυριώτατα τοῦ ῥήτορος ἀφελομένη, τόλμαν τε καὶ φωνῆς μέγεθος, ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν, ταύτης μὲν ἀπέστη τῆς προαιρέσεως· ἐπιθυμῶν δὲ δόξης, καὶ τοῦ πρωτεῦσαι παρὰ τοῖς Ἕλλησιν ἐπὶ σοφίᾳ, καθάπερ αὐτὸς εἴρηκεν, ἐπὶ τὸ γράφειν ἃ διανοηθείη κατέφυγεν· οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος, οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων, οὐδὲ ὑπὲρ ὧν ἄλλοι τινὲς τῶν τότε σοφιστῶν· περὶ δὲ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν πραγμάτων, ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι, καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετήν. Ταῦτα γὰρ ἐν τῷ Παναθηναϊκῷ λόγῳ περὶ αὑτοῦ γράφει. Πεφυρμένην τε παραλαβὼν τὴν ἄσκησιν τῶν λόγων ὑπὸ τῶν περὶ Γοργίαν καὶ Πρωταγόραν σοφιστῶν, πρῶτος ἐχώρησεν ἀπὸ τῶν ἐριστικῶν τε καὶ φυσικῶν ἐπὶ τοὺς πολιτικοὺς, καὶ περὶ αὐτὴν σπουδάζων τὴν ἐπιστήμην διετέλεσεν, ἐξ ἧς, ὥς φησιν αὐτός, τὸ βουλεύεσθαι καὶ λέγειν καὶ πράττειν τὰ συμφέροντα παραγίνεται τοῖς μαθοῦσιν. πιφανέστατος δὲ γενόμενος τῶν κατὰ τὸν αὐτὸν ἀκμασάντων χρόνον, καὶ τοὺς κρατίστους τῶν Ἀθήνησί τε καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι νέων παιδεύσας, ὧν οἳ μὲν, ἐν τοῖς δικανικοῖς ἐγένοντο ἄριστοι λόγοις, οἳ δ´,  ἐν τῷ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν διήνεγκαν, καὶ ἄλλοι δὲ τὰς κοινὰς τῶν Ἑλλήνων τε καὶ βαρβάρων πράξεις ἀνέγραψαν· καὶ τῆς Ἀθηναίων πόλεως εἰκόνα ποιήσας τὴν ἑαυτοῦ σχολὴν, κατὰ τὰς ἀποικίας τῶν λόγων, πλοῦτον ὅσον οὐδεὶς τῶν ἀπὸ φιλοσοφίας χρηματισαμένων περιποιησάμενος, ἐτελεύτα τὸν βίον ἐπὶ Χαιρωνίδου ἄρχοντος, ὀλίγαις ἡμέραις ὕστερον τῆς ἐν Χαιρωνείᾳ μάχης, δυοῖν δέοντα βεβιωκὼς ἑκατὸν ἔτη, γνώμῃ χρησάμενος, ἅμα τοῖς ἀγαθοῖς τῆς πόλεως συγκαταλῦσαι τὸν ἑαυτοῦ βίον, ἀδήλου ἔτι ὄντος πῶς χρήσεται τῇ τύχῃ Φίλιππος παραλαβὼν τὴν τῶν Ἑλλήνων ἀρχὴν. Τὰ μὲν οὖν ἱστορούμενα περὶ αὐτοῦ, κεφαλαιωδῶς ταῦτ´ ἐστίν.

B'.   δὲ λέξις ᾗ κέχρηται, τοιοῦτόν τινα χαρακτῆρα ἔχει. Καθαρὰ μέν ἐστιν οὐχ ἧττον τῆς Λυσίου, καὶ οὐδὲν εἰκῇ τιθεῖσα ὄνομα.  Τήν τε διάλεκτον ἀκριβοῦσα ἐν τοῖς πάνυ τὴν κοινὴν καὶ συνηθεστάτην. Καὶ γὰρ αὕτη πέφευγεν ἀπηρχαιωμένων καὶ σημειωδῶν ὀνομάτων τὴν ἀπειροκαλίαν. (Κατὰ δὲ τὴν τροπικὴν φράσιν, ὀλίγον τι διαλλάττει τῆς Λυσίου)  καὶ κέκραται συμμέτρως· τό τε σαφὲς ἐκείνῃ παραπλήσιον ἔχει, καὶ τὸ ἐναργές. θική τέ ἐστι καὶ πιθανὴ.  Καὶ στρογγύλη δὲ οὐκ ἔστιν, ὥσπερ ἐκείνη, καὶ συγκεκροτημένη, καὶ πρὸς ἀγῶνας δικανικοὺς εὔθετος· ὑπτία δέ ἐστι μᾶλλον καὶ κεχυμένη πλουσίως. Οὐδὲ δὴ σύντομος οὕτως, ἀλλὰ καὶ κατασκελὴς καὶ βραδυτέρα τοῦ μετρίου· δι´ ἣν δὲ αἰτίαν τοῦτο πάσχει, μετὰ μικρὸν ἐρῶ. Οὐδὲ τὴν σύνθεσιν ἐπιδείκνυται τὴν φυσικὴν καὶ ἀφελῆ καὶ ἐναγώνιον, ὥσπερ ἡ Λυσίου, ἀλλὰ πεποιημένην μᾶλλον εἰς σεμνότητα ποιητικὴν καὶ ποικίλην, καὶ πῇ μὲν εὐπρεπεστέραν ἐκείνης, πῇ δὲ περιεργοτέραν. γὰρ ἀνὴρ οὗτος τὴν εὐέπειαν ἐκ  παντὸς διώκει, καὶ τοῦ γλαφυρῶς λέγειν στοχάζεται μᾶλλον ἢ τοῦ ἀφελῶς. Τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις, ὡς ἐκλυούσας τὰς ἁρμονίας τῶν  ἤχων, καὶ τὴν λειότητα τῶν φθόγγων λυμαινομένας, παραιτεῖται· περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου· ἀναγνώσεώς τε μᾶλλον οἰκειότερός ἐστιν ἢ χρήσεως. Τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι, καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσιν αὐτοῦ οἱ λόγοι· τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὐχ ὑπομένουσι. Τούτου δὲ αἴτιον, ὅτι πολὺ τὸ παθητικὸν ἐν ἐκείνοις εἶναι δεῖ· τοῦτο δὲ ἥκιστα δέχεται περίοδος. Αἵ τε παρομοιώσεις καὶ παρισώσεις καὶ τὰ ἀντίθετα, καὶ πᾶς ὁ τῶν τοιούτων σχημάτων κόσμος πολύς ἐστι παρ´ αὐτῷ, καὶ λυπεῖ πολλάκις τὴν ἄλλην κατασκευὴν, προσιστάμενος ταῖς ἀκοαῖς.

Γ'. Καθόλου δὲ τριῶν ὄντων, ὥς φησι Θεόφραστος, ἐξ ὧν γίνεται τὸ μέγα καὶ σεμνὸν καὶ περιττὸν ἐν λέξει, τῆς τε ἐκλογῆς τῶν ὀνομάτων, καὶ τῆς ἐκ τούτων ἁρμονίας, καὶ τῶν περιλαμβανόντων αὐτὰ σχημάτων, ἐκλέγει μὲν εὖ πάνυ, καὶ τὰ κράτιστα τῶν ὀνομάτων τίθησιν· ἁρμόττει δὲ αὐτὰ περιέργως, τὴν εὐφωνίαν ἐντείνων μουσικήν· σχηματίζει τε φορτικῶς, καὶ τὰ πολλὰ γίνεται ψυχρὸς, ἢ τῷ πόρρωθεν λαμβάνειν, ἢ τῷ μὴ πρέποντα εἶναι τὰ σχήματα τοῖς πράγμασι, διὰ τὸ μὴ κρατεῖν τοῦ μετρίου. Ταῦτα μέντοι καὶ μακροτέραν αὐτῷ ποιεῖ τὴν λέξιν πολλάκις· λέγω δὲ τό τε εἰς περιόδους ἐναρμόττειν ἅπαντα τὰ νοήματα, καὶ τὸ τοῖς αὐτοῖς τύποις τῶν σχημάτων τὰς περιόδους περιλαμβάνειν, καὶ τὸ διώκειν ἐκ παντὸς τὴν εὐρυθμίαν. Οὐ γὰρ ἅπαντα δέχεται οὔτε μῆκος τὸ αὐτὸ, οὔτε σχῆμα τὸ παραπλήσιον, οὔτε ῥυθμὸν τὸν ἴσον. στε ἀνάγκη παραπληρώμασι λέξεων οὐδὲν ὠφελουσῶν χρῆσθαι, καὶ ἀπομηκύνειν πέρα τοῦ χρησίμου τὸν λόγον. Λέγω δὲ οὐχ ὡς διαπαντὸς αὐτοῦ ταῦτα ποιοῦντος· οὐχ οὕτως μαίνομαι· καὶ γὰρ συντίθησί ποτε ἀφελῶς τὰ ὀνόματα, καὶ λύει τὴν περίοδον εὐγενῶς, καὶ τὰ περίεργα σχήματα καὶ φορτικὰ φεύγει, καὶ μάλιστα ἐν τοῖς συμβουλευτικοῖς τε καὶ δικανικοῖς λόγοις· ἀλλ´ ὡς ἐπὶ πολὺ τῷ ῥυθμῷ δουλεύοντος, καὶ τῷ κύκλῳ τῆς περιόδου, καὶ τὸ κάλλος τῆς ἀπαγγελίας ἐν τῷ περιττῷ τιθεμένου, κοινότερον εἴρηκα περὶ αὐτοῦ. Κατὰ δὴ ταῦτά φημι τὴν Ἰσοκράτους λέξιν λείπεσθαι τῆς Λυσίου, καὶ ἔτι κατὰ τὴν χάριν. Καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης· ἀλλ´ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. Τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοις. Πέφυκε γὰρ ἡ Λυσίου λέξις ἔχειν τὸ χαρίεν·  ἡ δὲ Ἰσοκράτους, βούλεται. Ταύταις μὲν δὴ ταῖς ἀρεταῖς ὑστερεῖ Λυσίου, κατὰ γοῦν τὴν ἐμὴν γνώμην· προτερεῖ δέ γε ἐν ταῖς μελλούσαις λέγεσθαι. ψηλότερός ἐστιν ἐκείνου κατὰ τὴν ἑρμηνείαν, καὶ μεγαλοπρεπέστερος μακρῷ, καὶ ἀξιωματικώτερος. Θαυμαστὸν γὰρ δὴ καὶ μέγα τὸ τῆς Ἰσοκράτους κατασκευῆς ὕψος, ἡρωϊκῆς μᾶλλον ἢ ἀνθρωπίνης φύσεως οἰκεῖον. Δοκεῖ δή μοι μὴ ἄπο σκοποῦ τις ἂν εἰκάσαι τὴν μὲν Ἰσοκράτους ῥητορικὴν, τῇ Πολυκλείτου τε καὶ Φειδίου τέχνῃ, κατὰ τὸ σεμνὸν καὶ μεγαλότεχνον καὶ ἀξιωματικόν· τὴν δὲ Λυσίου, τῇ Καλάμιδος καὶ Καλλιμάχου, τῆς λεπτότητος ἕνεκα καὶ τῆς χάριτος. σπερ γὰρ  ἐκείνων οἳ μὲν, ἐν τοῖς ἐλάττοσι καὶ ἀνθρωπικοῖς ἔργοις εἰσὶν ἐπιτυχέστεροι τῶν ἑτέρων, οἳ δ´, ἐν τοῖς μείζοσι καὶ θειοτέροις δεξιώτεροι, οὕτως καὶ τῶν ῥητόρων ὃ μὲν, ἐν τοῖς μικροῖς ἐστι σοφώτερος, ὃ δ´, ἐν τοῖς μεγάλοις περιττότερος. Τάχα μὲν γὰρ καὶ τῇ φύσει μεγαλόφρων τις ὤν· εἰ δὲ μή, τῇ γε προαιρέσει πάντως τὸ σεμνὸν καὶ θαυμαστὸν διώκων. Ταῦτα μὲν οὖν περὶ τῆς λέξεως τοῦ ῥήτορος.

Δ'. Τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα, τὰ μὲν, ὅμοια τοῖς Λυσίου· τὰ δὲ, κρείττονα. μὲν εὕρεσις ἡ τῶν ἐνθυμημάτων, ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα, πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη· καὶ κρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη· τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων, καὶ ἡ κατ´ ἐπιχείρημα ἐξεργασία, καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς, καὶ ξένοις ἐπεισοδίοις, τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ, πολλῷ μείζονά ἐστι παρ´ Ἰσοκράτει καὶ κρείττονα· μάλιστα δ´ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς· ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτ´ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. Κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. Καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως, ἀλλ´ ὅλην αὐτὴν κτήσασθαι, τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός· καὶ εἴ τις ἐπιτηδεύει τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν, ἀλλὰ καὶ τὸ πρακτικόν, μηδ´ ἀφ´ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλ´ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν.

E'. Τίς γὰρ οὐκ ἂν γένοιτο φιλόπολίς τε καὶ φιλόδημος; ἢ τίς οὐκ ἂν ἐπιτηδεύσειε τὴν πολιτικὴν καλοκἀγαθίαν, ἀναγνοὺς αὐτοῦ τὸν Πανηγυρικόν; ἐν ᾧ διεξιὼν τὰς τῶν ἀρχαίων ἀρετὰς, φησίν, ὡς οἱ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἀπὸ τῶν βαρβάρων, οὐ τὰ πολέμια δεινοὶ μόνον ἦσαν, ἀλλὰ καὶ τὰ ἤθη γενναῖοι, καὶ φιλότιμοι καὶ σώφρονες· οἵ γε τῶν μὲν κοινῶν μᾶλλον ἐφρόντιζον ἢ τῶν ἰδίων, τῶν δὲ ἀλλοτρίων ἧττον ἐπεθύμουν ἢ τῶν ἀδυνάτων· καὶ τὴν εὐδαιμονίαν οὐ πρὸς ἀργύριον ἔκρινον, ἀλλὰ πρὸς εὐδοξίαν· μέγαν οἰόμενοι τοῖς παισὶ καταλείψειν πλοῦτον, καὶ ἀνεπίφθονον, τὴν παρὰ τοῖς πλήθεσι τιμήν. Κρείττονα δὲ ἡγοῦντο τὸν εὐσχήμονα θάνατον, ἢ τὸν ἀκλεῆ βίον· ἐσκόπουν δὲ οὐχ ὅπως οἱ νόμοι καλῶς καὶ ἀκριβῶς αὐτοῖς ἕξουσιν, ἀλλ´ ὡς ἡ τῶν καθ´ ἡμέραν ἐπιτηδευμάτων μετριότης μηθὲν ἐκβήσεται τῶν πατρίων. Οὕτως δὲ εἶχεν αὐτοῖς τὰ πρὸς ἀλλήλους φιλοτίμως καὶ πολιτικῶς, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους, πότεροι πλείω τὴν πόλιν ἀγαθὰ ποιήσουσιν, οὐχ οἵτινες τοὺς ἑτέρους ἀπολέσαντες, τῶν λοιπῶν αὐτοὶ ἄρξουσι· τῇ δὲ αὐτῇ προθυμίᾳ χρώμενοι καὶ πρὸς τὴν Ἑλλάδα, τῷ θεραπεύειν προσήγοντο τὰς πόλεις, καὶ τῷ πείθειν ταῖς εὐεργεσίαις μᾶλλον ἢ τῷ βιάζεσθαι τοῖς ὅπλοις κατεῖχον· πιστοτέροις χρώμενοι τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις, καὶ ταῖς συνθήκαις ἀξιοῦντες μᾶλλον ἐμμένειν, ἢ ταῖς ἀνάγκαις. Τοιαῦτα δὲ περὶ τῶν ἡττόνων ἀξιοῦντες γινώσκειν, οἷα περὶ σφῶν αὐτῶν τοὺς κρείττους ἂν ἠξίωσαν φρονεῖν· οὕτω δὲ παρεσκευασμένοι τὰς γνώμας, ὡς ἰδίᾳ μὲν ἔχοντες τὰς ἑαυτῶν πόλεις, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα οἰκοῦντες.

Στιγμα'. Τίς δ´ οὐκ ἂν ἀγαπήσειε μέγεθος ἔχων ἀνὴρ καὶ δυνάμεώς τινος ἡγούμενος, ἃ πρὸς Φίλιππον αὐτῷ τὸν Μακεδόνα γέγραπται; ἐν οἷς ἀξιοῖ στρατηγὸν ἄνδρα καὶ τηλικαύτης ἐξουσίας κύριον, διαλλάττειν μὲν τὰς διαφερομένας πόλεις, ἀλλὰ μὴ συγκρούειν πρὸς ἀλλήλας, τὴν δὲ Ἑλλάδα μεγάλην ἐκ μικρᾶς ποιεῖν· ὑπεριδόντα δὲ τῆς περὶ τὰ μικρὰ φιλοτιμίας τοῖς τοιούτοις ἐπιχειρεῖν ἔργοις, ἐξ ὧν κατορθώσας τε, πάντων ἡγεμόνων ἐπιφανέστατος ἔσται, καὶ ἀποτυχὼν, τήν γε εὔνοιαν τὴν παρὰ τῶν Ἑλλήνων κτήσεται· ἧς οἱ τυχόντες, πολλῷ μᾶλλόν εἰσι ζηλωτότεροι τῶν μεγάλας πόλεις καὶ πολλὰς χώρας καταστρεψαμένων· ἔτι δὲ παρακελεύεται μιμεῖσθαι τὴν Ἡρακλέους τε προαίρεσιν, καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι μετὰ τῶν Ἑλλήνων ἐπὶ τοὺς βαρβάρους ἐστράτευσαν. Καί φησι χρῆναι τοὺς ἑτέρων διαφέροντας, προαιρεῖσθαι μὲν τὰς μέγεθος ἐχούσας πράξεις, ἐπιτελεῖν δὲ αὐτὰς μετ´ ἀρετῆς, ἐνθυμουμένους ὅτι τὸ μὲν σῶμα θνητὸν ἔχομεν, ἀθάνατοι δὲ γιγνόμεθα δι´ ἀρετήν· καὶ τοῖς μὲν πρὸς ἄλλο τι τῶν ἀγαθῶν ἀπλήστως διακειμένοις ἀχθόμεθα, τοὺς δὲ τιμὴν μείζω τῆς ὑπαρχούσης ἀεὶ κτωμένους ἐπαινοῦμεν· καὶ ὅτι τῶν μὲν ἄλλων, ἐφ´ οἷς εἰσιν οἱ πολλοὶ, τοῦ τε πλούτου καὶ ἀρχῆς καὶ δυναστείας, πολλάκις τοὺς ἐχθροὺς συμβαίνει γίγνεσθαι κυρίους, τῆς δὲ ἀρετῆς καὶ τῆς παρὰ τοῖς πλήθεσιν εὐνοίας,  τοὺς οἰκείους ἑκάστου κληρονομεῖν. Πολλὴ γὰρ ἀνάγκη τοὺς ἀναγιγνώσκοντας ταῦτα δυνάστας φρονήματός τε μείζονος ὑποπίμπλασθαι καὶ μᾶλλον ἐπιθυμεῖν τῆς ἀρετῆς.

Ζ'. Τίς δὲ ἂν μᾶλλον ἐπὶ τὴν δικαιοσύνην καὶ τὴν εὐσέβειαν προτρέψαιτο, καθ´ ἕκαστόν τε ἄνδρα ἰδίᾳ καὶ κοινῇ τὰς πόλεις ὅλας, τοῦ Περὶ τῆς εἰρήνης λόγου; ἐν γὰρ δὴ τούτῳ πείθει τοὺς Ἀθηναίους, τῶν μὲν ἀλλοτρίων μὴ ἐπιθυμεῖν, ἐπὶ δὲ τοῖς παροῦσι στέργειν· καὶ τῶν μὲν μικρῶν πόλεων ὡσπερανεὶ κτημάτων φείδεσθαι, τοὺς δὲ συμμάχους εὐνοίᾳ τε καὶ εὐεργεσίαις πειρᾶσθαι κατέχειν, ἀλλὰ μὴ ταῖς ἀνάγκαις μηδὲ ταῖς βίαις· τῶν δὲ προγόνων μιμεῖσθαι μὴ τοὺς πρὸ τῶν Δεκελεικῶν γενομένους, οἳ μικροῦ ἐδέησαν ἀπολέσαι τὴν πόλιν, ἀλλὰ τοὺς πρὸ τῶν Περσικῶν, οἳ καλοκἀγαθίαν ἀσκοῦντες διετέλεσαν. πιδείκνυταί τε ὡς οὐχ αἱ πολλαὶ τριήρεις, οὐδ´ οἱ μετὰ βίας ἀρχόμενοι Ἕλληνες μεγάλην ποιοῦσι τὴν πόλιν, ἀλλ´ αἱ δίκαιαί τε προαιρέσεις, καὶ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν· παρακαλεῖ τε τὴν τῶν Ἑλλήνων εὔνοιαν οἰκείαν ποιεῖν τῇ πόλει, μεγίστην ἡγουμένους μερίδα πρὸς εὐδαιμονίαν· καὶ πολεμικοὺς μὲν εἶναι ταῖς παρασκευαῖς καὶ ταῖς μελέταις, εἰρηνικοὺς δὲ τῷ μηδένα μηδὲν ἀδικεῖν· διδάσκων ὡς οὔτε πρὸς πλοῦτον, οὔτε πρὸς δόξαν, οὔθ´ ὅλως πρὸς εὐδαιμονίαν οὐθὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν, ὅσην ἀρετὴ καὶ τὰ μέρη ταύτης· καὶ τοῖς μὴ ταῦτα ὑπειληφόσιν ἐπιτιμῶν, οἳ τὴν μὲν ἀδικίαν κερδαλέαν ἡγοῦντο, καὶ πρὸς τὸν βίον τὸν καθ´ ἡμέραν συμφέρουσαν. τὴν δὲ δικαιοσύνην ἀλυσιτελῆ καὶ μᾶλλον ἑτέροις ἢ τοῖς ἔχουσιν ὠφέλιμον. Τούτων γὰρ οὐκ οἶδ´ εἴ τις ἂν ἢ βελτίους, ἢ ἀληθεστέρους, ἢ μᾶλλον πρέποντας φιλοσοφίᾳ δύναιτο λόγους εἰπεῖν.

Η'. Τίς δὲ τὸν Ἀρεοπαγιτικὸν ἀναγνοὺς λόγον, οὐκ ἂν γένοιτο κοσμιώτερος; ἢ τίς οὐκ ἂν θαυμάσειε τὴν ἐπιβολὴν τοῦ ῥήτορος; ὃς ἐτόλμησε διαλεχθῆναι περὶ πολιτείας Ἀθηναίοις, ἀξιῶν μεταθέσθαι μὲν τὴν τότε καθεστῶσαν δημοκρατίαν, ὡς μεγάλα βλάπτουσαν τὴν πόλιν, ὑπὲρ ἧς τῶν δημαγωγῶν οὐθεὶς ἐπεχείρει λέγειν· θεωρῶν εἰς τοσαύτην αὐτὴν προεληλυθυῖαν ἀκοσμίαν, ὥστε μηδὲ τοὺς ἄρχοντας ἔτι τῶν ἰδιωτῶν κρατεῖν, ἀλλ´ ἕκαστον ὅ, τι καθ´ ἡδονὴν αὐτῷ γίνοιτο, καὶ ποιοῦντα καὶ λέγοντα, καὶ τὴν ἄκαιρον παρρησίαν, δημοτικὴν ἐξουσίαν ὑπὸ πάντων νομιζομένην· ἀνασώσασθαι δὲ τὴν ὑπὸ Σόλωνός τε καὶ Κλεισθένους κατασταθεῖσαν πολιτείαν· ἧς τὴν προαίρεσιν καὶ τὰ ἤθη διεξιὼν, δεινότερον μὲν ἡγεῖσθαί φησι τοὺς τότε ἀνθρώπους τὸ τοῖς πρεσβυτέροις ἀντειπεῖν, ἢ  τὴν τάξιν λύειν· δημοκρατίαν δὲ αὐτοὺς νομίζειν οὐ τὴν ἀκολασίαν, ἀλλὰ τὴν σωφροσύνην· τὸ δὲ ἐλεύθερον, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἀρχόντων, ἀλλ´ ἐν τῷ τὰ κελευόμενα ποιεῖν τίθεσθαι· ἐξουσίαν τε οὐθενὶ τῶν ἀκολάστων ἐπιτρέπειν, ἀλλὰ τοῖς βελτίστοις ἀνατιθέναι τὰς ἀρχάς, τοιούτους ἔσεσθαι τοὺς ἄλλους ὑπολαμβάνοντας οἷοί περ ἂν ὦσιν οἱ τὴν πόλιν διοικοῦντες· ἀντὶ δὲ τοῦ τὰς ἰδίας οὐσίας ἐκ τῶν δημοσίων ἐπανορθοῦν, τοὺς ἰδίους πλούτους εἰς τὰ κοινὰ καταχορηγεῖν. Χωρὶς δὲ τούτων, πλείω τὴν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πατέρας τῶν υἱῶν ἀνδρῶν γενομένων ἢ παίδων ὄντων ἐποιοῦντο· ἐνθυμουμένους ὡς οὐκ ἐξ ἐκείνης τῆς παιδείας, ἀλλ´ ἐκ ταύτης τῆς σωφροσύνης μᾶλλον ὠφελεῖται τὸ κοινόν· κρείττονά τε ὑπολαμβάνειν τὰ χρηστὰ ἐπιτηδεύματα τῆς ἀκριβοῦς νομοθεσίας, σκοποῦντας οὐχ ὅπως ταῖς τιμωρίαις τοὺς ἁμαρτάνοντας ἀνείρξουσιν, ἀλλ´ ὡς μηδὲν ἄξιον ζημίας ἕκαστον ἐπιτηδεύειν· καὶ τὴν μὲν πατρίδα δεῖν οἰομένους ἐν ἐξουσίᾳ διάγειν μεγάλῃ, τοῖς δ´ ἰδιώταις μηδὲν ἐξεῖναι ποιεῖν ὅ, τι ἂν οἱ νόμοι κωλύωσι· καρτερεῖν δὲ τὰ δεινὰ, καὶ μὴ ἐκπλήττεσθαι ταῖς συμφοραῖς.

Θ'. Τίς δ´ ἂν μᾶλλον πείσειε καὶ πόλιν καὶ ἄνδρας τοῦ ῥήτορος, πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ´ ἐν τῷ πρὸς Λακεδαιμονίους γραφέντι λόγῳ ὃς ἐπιγράφεται μὲν Ἀρχίδαμος, ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ προέσθαι Μεσσήνην Βοιωτοῖς, μηδὲ ποιεῖν τὸ προσταττόμενον ὑπὸ τῶν ἐχθρῶν; ἠτύχητο γὰρ δὴ τοῖς Λακεδαιμονίοις ἥ τε περὶ Λεῦκτρα μάχη, καὶ πολλαὶ μετ´ ἐκείνην ἕτεραι· καὶ τὰ μὲν Θηβαίων πράγματα ἤνθει τε καὶ εἰς μέγεθος ἀρχῆς προεληλύθει· τὰ δὲ τῆς Σπάρτης, ταπεινὰ καὶ ἀνάξια τῆς ἀρχαίας ἡγεμονίας γεγόνει. Τελευτῶσα γοῦν ἵνα τύχῃ τῆς εἰρήνης ἡ πόλις, ἐβουλεύετο εἰ χρὴ Μεσσηνίας ἀποστῆναι, ταύτην ἐπιτιθέντων αὐτῇ Βοιωτῶν τὴν ἀνάγκην. ρῶν οὖν αὐτὴν ἀνάξια πράττειν μέλλουσαν τῶν προγόνων, τόνδε τὸν λόγον συνετάξατο Ἀρχιδάμῳ, νέῳ μὲν ὄντι καὶ οὔπω βασιλεύοντι, ἐλπίδας δὲ πολλὰς ἔχοντι ταύτης τεύξεσθαι τῆς τιμῆς. ν ᾧ διεξέρχεται πρῶτον μέν ὡς δικαίως ἐκτήσαντο Μεσσήνην Λακεδαιμόνιοι, παραδόντων τε αὐτὴν τῶν Κρεσφόντου παίδων, ὅτε ἐξέπεσον ἐκ τῆς ἀρχῆς, καὶ τοῦ θεοῦ προστάξαντος δέχεσθαι καὶ τιμωρεῖν τοῖς ἀδικουμένοις· πρὸς δὲ τούτοις ἐπικυρώσαντος μὲν τὴν κτῆσιν τοῦ πολέμου, κάτοχον δὲ καὶ βέβαιον πεποιηκότος τοῦ χρόνου. Διδάσκει δέ ὡς οὐ Μεσσηνίοις τοῖς οὐκέτ´ οὖσιν, ἀλλὰ δούλοις καὶ εἵλωσιν ὁρμητήριον καὶ καταφυγὴν παρέξουσι τὴν πόλιν. Διεξέρχεταί τε τοὺς κινδύνους τῶν προγόνων, οὓς ὑπέμειναν ἕνεκα τῆς ἡγεμονίας· καὶ τῆς δόξης ὑπομιμνήσκει τῆς παρὰ τοῖς Ἕλλησιν ὑπαρχούσης περὶ αὐτῶν Παραινεῖ τε μὴ συγκαταπίπτειν ταῖς τύχαις, μηδ´ ἀπογιγνώσκειν τὰς μεταβολάς· ἐνθυμουμένους ὅτι πολλοὶ μὲν ἤδη μείζω δύναμιν ἔχοντες ἢ Θηβαῖοι, ὑπὸ τῶν ἀσθενεστέρων ἐκρατήθησαν· πολλοὶ δὲ εἰς πολιορκίαν κατακλεισθέντες καὶ δεινότερα ἢ Λακεδαιμόνιοι πάσχοντες, διέφθειραν τοὺς ἐπιστρατεύσαντας· καὶ παράδειγμα ποιεῖται τὴν Ἀθηναίων πόλιν, ἥτις ἐκ πολλῆς εὐδαιμονίας ἀνάστατος γενομένη, τοὺς ἐσχάτους ὑπέστη κινδύνους, ἵνα μὴ τοῖς βαρβάροις ποιῇ τὸ προσταττόμενον. Παρακελεύεται δὲ καὶ καρτερεῖν ἐπὶ τοῖς παροῦσι, καὶ θαρρεῖν περὶ τῶν μελλόντων· ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ, καὶ πολέμων ἐμπειρίαις· ἐν οἷς προεῖχεν ἡ Σπάρτη τῶν ἄλλων πόλεων. Οἴεται δὲ δεῖν οὐ τοὺς κακῶς πράττοντας εἰρήνης ἐπιθυμεῖν, οἷς ἐκ τῆς καινουργίας ἐπὶ τὸ κρεῖττον μεταβάλλειν τὰ πράγματα ἐλπίς, ἀλλὰ τοὺς εὐτυχοῦντας. ν γὰρ τῷ κινδύνῳ τὴν τῶν παρόντων ἀγαθῶν εἶναι φυλακήν. Πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν ἐπιλογισάμενος, καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις, καὶ παρὰ θεῶν, καὶ παρὰ συμμάχων, καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη· καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι, μηδ´ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας, καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν, καὶ τἄλλα χωρία τὰ φίλια· αὐτοὺς δὲ καταλαβομένους τόπον ὅστις ἂν ὀχυρώτατος ᾖ, καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Οὐδεμίαν γὰρ ἀξιώσειν δύναμιν ὁμόσε χωρεῖν ἀνδράσι κρατίστοις μὲν τὰ πολέμια τῶν Ἑλλήνων, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακειμένοις, δικαίαν δὲ ὀργὴν καὶ πρόφασιν εὐπρεπῆ τῆς ἀνάγκης ἔχουσι. Ταῦτα γὰρ οὐ Λακεδαιμονίοις συμβουλεύειν φαίην ἂν αὐτὸν ἔγωγε, ἀλλὰ καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ πᾶσιν ἀνθρώποις, πολλῷ κρεῖττον ἁπάντων φιλοσόφων, οἳ τέλος ποιοῦνται τοῦ βίου τὴν ἀρετὴν καὶ τὸ καλόν.

Ι'.χων δὲ πολλοὺς αὐτοῦ καὶ ἄλλους διεξιέναι λόγους πρὸς πόλεις τε καὶ δυνάστας καὶ ἰδιώτας γραφέντας, ὧν οἳ μὲν εἰς ὁμόνοιαν καὶ σωφροσύνην τὰ πλήθη παρακαλοῦσιν, οἳ δὲ εἰς μετριότητα καὶ νόμιμον ἀρχὴν τοὺς δυνάστας προάγουσιν, οἳ δὲ κοσμίους τῶν ἰδιωτῶν ἀπεργάζονται τοὺς βίους, ἃ δεῖ πράττειν ἕκαστον ὑποτιθέμενοι, δεδοικὼς μὴ πέρα τοῦ δέοντος ὁ λόγος ἐκμηκυνθῇ μοι, ταῦτα μὲν ἐάσω. Τοῦ δ´ εὐπαρακολούθητα γενέσθαι μοι μᾶλλον τὰ πρόσθεν εἰρημένα, καὶ τοῦ διαφορᾶς ἕνεκα ᾗ διαλλάττει Λυσίου, τὰς ἀρετὰς αὐτῶν εἰς βραχύτερον συναγαγὼν λόγον ἐπὶ τὰ παραδείγματα μεταβήσομαι.

Ια'.  Πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων, τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὕρισκον παρ´ οὐδετέρῳ. πειτα, τὴν ἀκρίβειαν τὴν διαλέκτου τοῦ τότε συνήθους· καὶ ταύτην ἑώρων ὁμοίαν παρ´ ἀμφοτέροις. Μετὰ ταῦτα ἐπελογιζόμην ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται· ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς, μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. Τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην. ν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα, Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. Περὶ τὰς αὐξήσεις Ἰσοκράτην κατορθοῦν ἄμεινον ἐδόκουν. ν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς. Τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. Τὸ μεγαλοπρεπὲς ἑώρων παρ´ Ἰσοκράτει. Τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. ν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον. Καὶ τὸν μὲν, τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ, τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.

Ιβ'. Ταῦτα ἔφην περὶ τῆς λέξεως τῆς ἑκατέρου. Τῶν δὲ πραγμάτων ποιούμενος ἐξέτασιν, τὴν μὲν εὕρεσιν θαυμαστὴν παρ´ ἀμφοῖν κατελαβόμην, καὶ ἔτι τὴν κρίσιν· τῇ δὲ τάξει τῶν ἐνθυμημάτων, κα&