RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

PLUTARQUE

 

ΚΡΑΣΣΟΣ.

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre.

[1] Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δ´ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι περὶ τὴν δίαιταν. Ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν, τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος. Καίτοι προϊὼν καθ´ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι, τῶν Ἑστιάδων μιᾷ παρθένων, καὶ δίκην ἔφυγεν ἡ Λικιννία Πλωτίου τινὸς διώκοντος. Ἦν δὲ προάστειον αὐτῇ καλόν, ὃ βουλόμενος λαβεῖν ὀλίγης τιμῆς ὁ Κράσσος, καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε, καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος, ὑπὸ τῶν δικαστῶν ἀφείθη, τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον ἢ τοῦ κτήματος κρατῆσαι.

[2] Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσσου κακίαν μίαν ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν· ἔοικε δ´ οὐ μία, πασῶν δ´ ἐρρωμενεστάτη τῶν ἐν αὐτῷ κακιῶν γενομένη, τὰς ἄλλας ἀμαυρῶσαι. Τεκμήρια δὲ τῆς φιλοπλουτίας αὐτοῦ μέγιστα ποιοῦνται τόν τε τρόπον τοῦ πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος. Τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπατείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τὸν δῆμον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτηρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρθους στρατείας αὐτὸς αὑτῷ θέμενος ἐκλογισμὸν τῆς οὐσίας, εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις. Τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. Ὅτε γὰρ Σύλλας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων ὑπ´ αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βουλόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι τὸ ἄγος, οὔτε λαμβάνων οὔτ´ ὠνούμενος ἀπεῖπε. Πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκοδόμους. Εἶτ´ ἔχων τούτους, ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπ´ ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπ´ αὐτῷ γενέσθαι. Τοσούτους δὲ κεκτημένος τεχνίτας, οὐδὲν ᾠκοδόμησεν αὐτὸς ἢ τὴν ἰδίαν οἰκίαν, ἀλλ´ ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφ´ ἑαυτῶν καταλύεσθαι χωρὶς ἀνταγωνιστῶν. Ὄντων δ´ αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν· τοσούτους ἐκέκτητο καὶ τοιούτους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων, καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν, ὡς ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς. Καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ ὡς ἔλεγεν ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δ´ οἰκέτας δι´ αὑτοῦ κυβερνᾶν· τὴν γὰρ οἰκονομικήν, ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν καὶ βασιλικὴν γιγνομένην ὁρῶμεν· ἐκεῖνο δ´ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς μὴ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον - ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται κατὰ τὸν Ἀρχίδαμον, ὥσθ´ ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος - καὶ πολὺ τῆς Μανίου γνώμης ἀπηρτημένως. Ἐκεῖνος γὰρ ἐπεὶ κατ´ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἑώρα πλέον ἐπιζητοῦντας, « μηδείς » ἔφη « γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος γῆν τὴν τρέφειν ἀρκοῦσαν. »

[3] Οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσσος· ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δ´ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνειζε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. Ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δ´ εὐτέλεια τὴν καθαριότητα καὶ φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε. Παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰςτοὺς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα Ῥωμαίων, ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. Οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικρὰν οὐδ´ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηίου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν, καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν ὡς ἐπιμελὴς καὶ βοηθητικός. Ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. Οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος, ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος. Λέγεται δὲ καὶ πολυμαθὴς καθ´ ἱστορίαν γενέσθαι καί τι καὶ φιλοσοφῆσαι, τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν. Οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως, πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελθὼν ἐγένετο. Μόνος δ´ οὖν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν, στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν, καὶ τοῦτ´ ἐπανελθὼν ἀπῃτεῖτο. {Φεῦ τῆς ὑπομονῆς, οὐδὲ τὴν πενίαν ὁ τλήμων ἀδιάφορον ἡγούμενος.} Ἀλλὰ ταῦτα μὲν ὕστερον.

[4] Ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπ´ ἀγαθῷ τῆς πατρίδος, ἐπ´ ἀναιρέσει δ´ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μὲν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ ὁ πατὴρ Κράσσου καὶ ὁ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μὲν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων, τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δ´ ὑπερβάλλοντι χρησάμενος, εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος αὐτόθι τοῦ πατρὸς καὶ φίλους πεποιημένος. Εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τοῦ Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλ´ ἐμβαλὼν εἰς ἀγροὺς παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες ἀπέκρυψεν ἑαυτόν. Πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ὑπολιπόντων. Ὁ δ´ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ, καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον, αὐτὸς μὲν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθ´ ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ θέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδ´ ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν. Τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δ´ αὐτῷ συμπεριφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἀνάγουσαν εἴσω, παρελθόντι δ´ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατ´ εὖρος ἔχει κόλπους δι´ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις. Ἀμοιρεῖ δ´ οὔθ´ ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μὲν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται δι´ ἡμέρας τὸ χωρίον. Ὁ δ´ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.

[5] Ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθ´ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπ´ ἐκείνων δὲ καθορώμενος, εἰδότων καὶ παραφυλαττόντων τὸν καιρόν. Ἦν δ´ ἄφθονα καὶ πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον. Ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καὶ τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καὶ ταῖς καθ´ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι. Δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζε παρὰ τὴν θάλασσαν. Ὡς δ´ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τὴν ἄνοδον ἐκέλευσεν εἴσω πορεύεσθαι καὶ θαρρεῖν. Οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας, ἔδεισαν μὴ καταφανὲς πολλοῖς καὶ γνώριμον εἴη τὸ χωρίον· ἀνέκρινον οὖν αὐτάς, τί βούλονται καὶ τίνες εἰσίν. Ὡς δ´ ἀπεκρίναντο δεδιδαγμέναι, δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τὴν πρὸς αὐτὸν παιδιὰν καὶ φιλοφροσύνην, ἀνέλαβε τὰς παιδίσκας, καὶ συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καὶ διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. Τούτων φησὶ τὴν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φενεστέλλας ἰδεῖν αὐτός, καὶ πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καὶ διεξιούσης προθύμως.

[6] Ὁ δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὐτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους, ἐπήρχετο τὰς πόλεις, καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας. Ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην, ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνητον. Οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ, πρὸς Σύλλαν ἀπῆρε καὶ συνῆν ἐν τοῖς μάλιστα τιμώμενος. Ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν συνεργούς, καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος, ᾔτει φύλακας· ἡ γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους. Εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφοδρῶς πρὸς αὐτόν· « δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς, » οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως, δύναμίν τε συχνὴν ἤθροισε, καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν. Ἀπ´ ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. Ὁ γὰρ Πομπήιος, ἡλικίᾳ τε λειπόμενος αὐτοῦ, καὶ πατρὸς γεγονὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, ἃ πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσειπεῖν αὐτοκράτορα. Ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον, οὐκ ἀλόγως ἐλασσούμενον. Ἐμπειρίᾳ τε γὰρ ἐνδεὴς ἦν, καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. Καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών, ἔδοξε τὰ πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη πρὸς Σύλλαν. Ἀλλ´ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι, πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ, Σύλλας μὲν ἡττήθη, τῶν κατ´ αὐτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε, καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους, ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. Ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν. Ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰς οὐ Σύλλα κελεύσαντος, ἀλλ´ ἐπὶ χρηματισμῷ, δι´ ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηδὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. Καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δ´ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος. Ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.

[7] Ἠνία δὲ Πομπήιος αὐτόν, εὐημερῶν ἐν ἡγεμονίαις, καὶ πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων, καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς. Καί ποτε καὶ φήσαντός τινος, ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὡς « πηλίκος. » Ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καὶ συνηγορίαις καὶ δανεισμοῖς καὶ τῷ συμπαραγγέλλειν καὶ συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον καὶ δόξαν, ᾗ Πομπήιος εἶχεν ἀπὸ πολλῶν καὶ μεγάλων στρατειῶν. Καὶ πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. Μεῖζον γὰρ ἀπόντος ἦν ὄνομα τοῦ Πομπηίου καὶ κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας, παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καὶ τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη, καὶ ἀναδυόμενος ἐξ ἀγορᾶς, καὶ τῶν δεομένων ὀλίγοις καὶ μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος. Ὁ δὲ Κράσσος ἐνδελεχέστερον τὸ χρήσιμον ἔχων, καὶ σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλ´ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καὶ φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος. σώματος δ´ ἀξίωμα καὶ λόγου πειθὼ καὶ προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν. Οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καὶ Πομπηίῳ καὶ Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὐτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν καὶ κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· « ἡλίκης ὦ Κράσσε χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν. » Ἀλλ´ ὕστερόν γε καὶ φιλικῶς ἀλλήλοις προσεφέροντο, καί ποτε τῷ Καίσαρι, μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δ´ οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καὶ τῆς παρασκευῆς ἐπιλαμβανομένων, ὁ Κράσσος οὐ περιεῖδεν, ἀλλ´ ἀπήλλαξεν, ὑποθεὶς ἑαυτὸν ἔγγυον τριάκοντα καὶ ὀκτακοσίων ταλάντων. Καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου - Κάτωνος γὰρ ἡ δόξα μείζων ἦν τῆς δυνάμεως καὶ τὸ θαυμαζόμενον πλέονἢ τὸ ἰσχῦον - , ἡ μὲν ἔμφρων καὶ καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δ´ ὀξὺ καὶ φερόμενον μετ´ εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο, καὶ πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος, οὔτε φίλος ἦν βέβαιος οὔτ´ ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καὶ χάριτος καὶ ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καὶ ἀντίδικος. Ἴσχυε δὲ καὶ χάριτι καὶ φόβῳ, φόβῳ δ´ οὐκ ἔλαττον. Ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθ´ αὑτὸν ἄρχουσι {καὶ} δημαγωγός, Σικίννιος, πρὸς τὸν εἰπόντα, τί δὴ μόνον οὐ σπαράσσει τὸν Κράσσον, ἀλλὰ παρίησιν, ἀπεκρίνατο χόρτον αὐτὸν ἔχειν ἐπὶ τοῦ κέρατος. Εἰώθεισαν δ´ οἱ Ῥωμαῖοι τοὺς κυρίττοντας τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίττειν τὸ κέρας.

[8] Ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλ´ ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπ´ ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν. Ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν, ἀφήρπασαν καὶ ὡπλίσαντο, καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες, ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Μαιδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους ἑλληνικώτερος. Τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, {ἡ} γυνὴ δ´ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς ἀτυχὲς τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.

[9] Καὶ πρῶτον μὲν τοὺς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι, καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων, ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων. Ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι χαλεπὴν καὶ στενὴν κάθοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δ´ ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ´ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι´ αὐτῶν πλὴν ἑνός. Οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν ἠφίει κάτω τὰ ὅπλα, καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός. Ταῦτ´ ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. Καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τοὺς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις καὶ ψιλοῖς ἐχρῶντο. Δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτον μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα τρισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες, ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας μικρὸν ἐδέησε συναρπάσαι. χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος, εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. Ἔπεσε δὲ καὶ Κοσσίνιος. Αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ λαβὼν αἰχμάλωτον, ἦν μὲν ἤδη μέγας καὶ φοβερός, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν, ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τοὺς μὲν εἰς Θρᾴκην, τοὺς δ´ εἰς Γαλατίαν. Οἱ δὲ πλήθει τ´ ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες, οὐχ ὑπήκουον, ἀλλ´ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. Οὐκέτ´ οὖν τὸ παρ´ ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλ´ ἤδη διὰ φόβον καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγίστων ἅμ´ ἀμφοτέρους ἐξέπεμπον τοὺς ὑπάτους. Ὧν Γέλλιος μὲν τὸ Γερμανικόν, ὕβρει καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν, ἐξαίφνης ἐπιπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιβαλόντος, ὁρμήσας ὁμόσε καὶ μάχην συνάψας, ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν. Ὠθουμένῳ δ´ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε, καὶ γενομένης μάχης κρατηθεὶς καὶ πολλοὺς ἀποβαλών, μόλις αὐτὸς ἐξέφυγε.

[10] Ταῦθ´ ἡ βουλὴ πυθομένη, τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο, καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν. Αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος, ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, μὴ συμπλέκεσθαι δὲ μηδ´ ἁψιμαχεῖν. Ὁ δ´ ἅμα τῷ πρῶτον ἐπ´ ἐλπίδος γενέσθαι μάχην θέμενος, ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δ´ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώθησαν. Ὁ δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις, ἐγγυητὰς ᾔτει τῶν ὅπλων ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους καὶ μάλιστα {τοὺς} τρέσαντας εἰς πεντήκοντα διανείμας δεκάδας, ἀφ´ ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρατιώταις ἐπαγαγών. Καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν, ἁπάντων θεωμένων. Οὕτω δ´ ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. Ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας πρὸς τὴν θάλασσαν. Ἐν δὲ τῷ πορθμῷ λῃστρίσι Κιλίσσαις περιτυχών, ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον. Ὁμολογήσαντες δ´ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες, ἐξηπάτησαν καὶ ἀπέπλευσαν. Οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας, ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. Ἐπελθὼν δ´ ὁ Κράσσος καὶ τοῦ τόπου τὴν φύσιν ἰδὼν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων. Μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν· ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν. Ὧν ὁ Σπάρτακος ἠμέλει καὶ κατεφρόνει τὸ πρῶτον· ὡς δὲ τῆς λείας ὑπολειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν, καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα χειμέριον παραφυλάξας, ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.

[11] Ἐφοβήθη μὲν οὖν ὁ Κράσσος, μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθ´ αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν, εἶτ´ αὖθις ἁλμυρὰν καὶ ἄποτον. Τούτοις ἐπελθὼν ὁ Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης ἅπαντας, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν, ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν φυγὴν ἐπιστήσαντος. Γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λεύκολλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ, τὸ κατόρθωμα δόξει. Πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατ´ ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο {Γάιος} Γαννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας. Οἱ δ´ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν, τὰ κράνη καταμπέχοντες, ὀφθέντες δ´ ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλών, δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δ´ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον. Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ὁ ταμίας ἐξαπτόμενοι παρηκολούθουν. Ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. Τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις. Οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδ´ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλ´ ἤδη καθ´ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. Ἤδη γὰρ ὁ Πομπήιος προσιὼν ἀπηγγέλλετο, καὶ διαρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν· ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. Ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις, ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις. Ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων, ὁρῶν τὴν ἀνάγκην ὁ Σπάρτακος ἅπαν παρέταξε τὸ στράτευμα, καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ, σπασάμενος τὸ ξίφος καὶ εἰπών, ὅτι νικῶν μὲν ἕξει πολλοὺς ἵππους καὶ καλοὺς τοὺς τῶν πολεμίων, ἡττώμενος δ´ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων, ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε. Τέλος δὲ φευγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν, ἀμυνόμενος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρατηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος, ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηίου δόξαν. Οἱ γὰρ διαπεσόντες ἐκ τῆς μάχης πεντακισχίλιοι περιπεσόντες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγκλητον, ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε. Πομπήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδ´ αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρ´ ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεύειν. Τί δ´ οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.

[12] Μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων ὁ Κράσσος συνάρξειν, ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. Δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος - ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον - , ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων, ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν ἢ περὶ τῆς ἀρχῆς. Οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλ´ ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονικοῦντες, ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος, εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐπεμέτρησεν εἰς τρίμηνον. Ἤδη δὲ τῆς ἀρχῆς αὐτοῖς τελευτώσης, ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, ὀνόματι Γάιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθών, ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. « ὁ γὰρ Ζεύς » ἔ