Test d'écriture grecque
arial unicode
LXXXII. Ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων · τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δ' ᾿Ολύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν · ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν ᾿Ακραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. [2] Ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. Μέγιστος δ' ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως · καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά. [3] Τῶν δ' ἄλλων ἢ μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑπο στάσεων συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸδ' ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον · καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθ' ν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δ' ἐντὸς ποδῶν δώδεκα. [4] Τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέθει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ᾗ τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. [5] Ἦν δὲ καὶ λίμνη κατ' ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος,
Palatino Linotype