|
Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν. Α. Ὡς τοῖς τὰ τέκνα
ἔχουσι καὶ μετὰ τοῦτο τοῖς ἀτέκνοις καὶ ἀγάμοις ὁ Αὔγουστος διελέχθη, καὶ ὅσα
ἐπ' αὐτοῖς ὥρισεν. Β. Ὡς Κυϊντίλιος Οὐᾶρος ἡττηθεὶς ὑπὸ Κελτῶν ἀπέθανεν. Γ. Ὡς
τὸ Ὁμονόειον καθιερώθη. Δ. Ὡς ἡ Λιουίας στοὰ καθιερώθη. Ε. Ὡς Αὔγουστος
μετήλλαξεν.
Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο.
Κ. Σουλπίκιος Κ. υἱ. Καμερῖνος ὕπ.
Γ. Ποππαῖος Κ. υἱ. Σαβῖνος
Π. Κορνήλιος Π. υἱ. Δολοβέλλας ὕπ.
Γ. Ἰούνιος Γ. υἱ. Σιλανός
Μ. Αἰμίλιος Κ. υἱ. Λέπιδος ὕπ.
Τ. Στατίλιος Τ. υἱ. Ταῦρος
Γερμανικὸς Τι. Καίσαρος υἱ. Καῖσαρ ὕπ.
Γ. Φοντέιος Γ. υἱ. Καπίτων
Λ. Μουνάτιος Λ. υἱ. Πλάγκος ὕπ.
Γ. Σίλιος Γ. υἱ. Καικίνα Λάργος
Σέξτος Πομπήιος Σέξτου υἱ. ὕπ.
Σέξτος Ἀπουλέιος Σέξτου υἱ.
[1] Καὶ ταῦτα μὲν ἄλλοι καθῄρουν, ὁ δὲ δὴ Τιβέριος ἐς τὴν Ῥώμην, μετὰ τὸν
χειμῶνα ἐν ᾧ Κύιντος Σουλπίκιος καὶ Γάιος Σαβῖνος ὑπάτευσαν, ἀνεκομίσθη· καὶ
αὐτῷ καὶ ὁ Αὔγουστος ἐς τὸ προάστειον ἀπαντήσας ἦλθέ τε μετ' αὐτοῦ ἐς τὰ Σέπτα,
κἀνταῦθα ἀπὸ βήματος τὸν δῆμον ἠσπάσατο, καὶ μετὰ τοῦτο τά τε ἄλλα τὰ προσήκοντα
ἐπὶ τοῖς τοιούτοις ἐποίησε καὶ θέας ἐπινικίους διὰ τῶν ὑπάτων. Ἐπειδή τε οἱ
ἱππῆς πολλῇ ἐν αὐταῖς σπουδῇ τὸν νόμον τὸν περὶ τῶν μήτε γαμούντων μήτε
τεκνούντων καταλυθῆναι ἠξίουν, ἤθροισεν ἐς τὴν ἀγορὰν χωρὶς μὲν τοὺς ἀγυναίους
σφῶν χωρὶς δὲ τοὺς γεγαμηκότας ἢ καὶ τέκνα ἔχοντας, καὶ ἰδὼν πολὺ τούτους
ἐκείνων ἐλάττους ἤλγησέ τε καὶ διελέξατο αὐτοῖς τοιάδε·
[2] «
Εἰ
καὶ ὀλίγοι παντάπασιν, ὥς γε πρὸς τοσοῦτον ὄγκον πόλεως εἰπεῖν, καὶ πολλῷ
καταδεέστεροι τῶν ἑτέρων τῶν μηδὲν τῶν δεόντων πράττειν ἐθελόντων ἐστέ, ἀλλ'
ἔγωγε καὶ κατ' αὐτὸ τοῦτο μᾶλλον ὑμᾶς ἐπαινῶ καὶ πολλὴν χάριν ὑμῖν ἔχω, ὅτι καὶ
ἐπείσθητε καὶ τὴν πατρίδα συμπληθύετε. Ἐκ γὰρ τῶν οὕτω βιούντων παμπληθεῖς οἱ
μετὰ ταῦτα Ῥωμαῖοι γενήσονται· καὶ γὰρ τὸ κατ' ἀρχὰς καὶ πάνυ βραχεῖς ὄντες,
ἔπειτα γάμων ἐπιμεληθέντες καὶ τέκνα ποιησάμενοι πάντας ἀνθρώπους οὐκ εὐανδρίᾳ
μόνον ἀλλὰ καὶ πολυανθρωπίᾳ ὑπερέφυμεν. ὧν χρὴ μεμνημένους τὸ θνητὸν τῆς φύσεως
ἡμῶν ἀιδίῳ διαδοχῇ γενῶν ὥσπερ τινῶν λαμπαδίων παραμυθεῖσθαι, ἵν' ἐν ᾧ μόνῳ τῆς
θείας εὐδαιμονίας ἡττώμεθα, τοῦτ' ἐξ ἀλλήλων ἀθάνατον καθιστώμεθα. Διὰ γὰρ τοῦτο
καὶ τὰ μάλιστα ὁ πρῶτος καὶ μέγιστος ἐκεῖνος θεός, ὁ τεκτηνάμενος ἡμᾶς, διχῇ τε
διεῖλε τὸ θνητὸν γένος, καὶ τὸ μὲν ἄρρεν αὐτοῦ τὸ δὲ θῆλυ ἀποδείξας ἔρωτα καὶ
ἀνάγκην σφίσι τῆς πρὸς ἀλλήλους συνουσίας ἐνέβαλε, καὶ γόνιμον τὴν ὁμιλίαν αὐτῶν
ἐποίησεν, ὅπως ἐκ τῶν ἀεὶ γεννωμένων ἀίδιον τρόπον τινὰ καὶ τὸ θνητὸν
ἀπεργάσηται. Καίτοι καὶ αὐτῶν τῶν θεῶν οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι νομίζονται,
καὶ οἱ μὲν γεγεννηκέναι τινὰς οἱ δ' ἐκ τινῶν γεγεννῆσθαι παραδέδονται· οὕτω καὶ
παρ' ἐκείνοις τοῖς μηδὲν τούτων δεομένοις καλὸν εἶναι δέδοκται καὶ γάμος καὶ
τέκνωσις.
[3]
Ὥστε ὀρθῶς μὲν ἐποιήσατε τοὺς θεοὺς μιμησάμενοι, ὀρθῶς δὲ
καὶ τοὺς πατέρας ζηλώσαντες, ἵν' ὥσπερ ὑμᾶς ἐκεῖνοι ἐγέννησαν, οὕτω καὶ ὑμεῖς
ἄλλους τεκνώσητε, καὶ καθάπερ ἐκείνους ὑμεῖς προγόνους καὶ ἡγεῖσθε καὶ
ὀνομάζετε, οὕτω καὶ ὑμᾶς ἕτεροι καὶ νομίσωσι καὶ προσείπωσι, τά τε ἔργα ὅσα
ἐκεῖνοι καλῶς πράξαντες ὑμῖν μετ' εὐκλείας παρέδοσαν, καὶ ὑμεῖς ἄλλοις παραδῶτε,
καὶ τὰ κτήματα ὅσα αὐτοὶ κτησάμενοι κατέλιπον ὑμῖν, καὶ ὑμεῖς ἑτέροις ἐξ ὑμῶν
αὐτῶν γεγονόσι καταλίπητε. Πῶς μὲν γὰρ οὐκ ἄριστον γυνὴ σώφρων οἰκουρὸς
οἰκονόμος παιδοτρόφος ὑγιαίνοντά τε εὐφρᾶναι καὶ ἀσθενοῦντα θεραπεῦσαι,
εὐτυχοῦντί τε συγγενέσθαι καὶ δυστυχοῦντα παραμυθήσασθαι, τοῦ τε νέου τὴν ἐμμανῆ
φύσιν καθεῖρξαι καὶ τοῦ πρεσβυτέρου τὴν ἔξωρον αὐστηρότητα κεράσαι;
Πῶς
δ' οὐχ ἡδὺ ἀνελέσθαι τέκνον ἐξ ἀμφοῖν συμπεφυκὸς καὶ θρέψαι καὶ παιδεῦσαι,
εἰκόνα μὲν τοῦ σώματος εἰκόνα δὲ καὶ τῆς ψυχῆς, ὥστε ἐν ἐκείνῳ αὐξηθέντι ἕτερον
αὐτὸν γενέσθαι;
Πῶς
δ' οὐ μακαριστόν, ἀπαλλαττόμενον ἐκ τοῦ βίου, διάδοχον καὶ κληρονόμον οἰκεῖον ἐξ
ἑαυτοῦ γεγονότα καὶ τοῦ γένους καὶ τῆς οὐσίας καταλιπεῖν, καὶ τῇ μὲν φύσει τῇ
ἀνθρωπίνῃ διαλυθῆναι τῇ δὲ ἐκείνου διαδοχῇ ζῆσαι, καὶ μήτ' ἐπ' ἀλλοτρίοις ὥσπερ
ἐν πολέμῳ γενέσθαι μήτε ἄρδην ὥστε ἐν πολέμῳ γε ἀπολέσθαι;
Καὶ
ταῦτα μὲν τὰ κέρδη ἴδιά που τοῖς γαμοῦσι καὶ τεκνοποιοῦσιν ὑπάρχει· τῷ δὲ δὴ
κοινῷ, οὗπερ ἕνεκα καὶ παρὰ γνώμην πολλὰ ποιεῖν ὀφείλομεν, πῶς μὲν οὐ καλὸν πῶς
δ' οὐκ ἀναγκαῖον, εἴπερ αἵ τε πόλεις καὶ οἱ δῆμοι ἔσονται, καὶ ὑμεῖς τε ἑτέρων
ἄρξετε καὶ οἱ ἄλλοι ὑμῖν ὑπακούσουσι, πολυπληθία ἔν τε εἰρήνῃ γῆν ἐργάσασθαι καὶ
ναυτιλίας ναυτίλασθαι τέχνας τε ἀσκῆσαι καὶ δημιουργίας ἐπιτηδεῦσαι, καὶ ἐν
πολέμῳ τά τε ὄντα προθυμότερον διὰ τὰ γένη σῶσαι καὶ ἀντὶ τῶν ἀπολλυμένων
ἑτέρους ἀντικαταστῆσαι;
Ὑμᾶς
μὲν οὖν, ὦ ἄνδρες, (μόνοι γὰρ ἂν ἄνδρες δικαίως ὀνομάζοισθε), καὶ ὦ πατέρες,
(καὶ γὰρ ταύτην ἄξιοι τὴν ἐπωνυμίαν ὁμοίως ἐμοὶ ἔχειν ἐστέ) καὶ φιλῶ διὰ ταῦτα
καὶ ἐπαινῶ, καὶ τούτοις τε οἷς ἔθηκα ἄθλοις ἀγάλλω, καὶ προσέτι καὶ ἄλλαις καὶ
τιμαῖς καὶ ἀρχαῖς ἐπιγαυρώσω, ὥστ' αὐτούς τε μεγάλα καρπώσασθαι καὶ τοῖς παισὶ
μὴ ἐλάττω καταλιπεῖν. Μεταβήσομαι δὲ δὴ καὶ ἐπὶ τοὺς ἄλλους τοὺς οὔτε τι τῶν
ὁμοίων ὑμῖν πεποιηκότας καὶ πάντων διὰ τοῦτο τῶν ἐναντίων τευξομένους, ἵνα μὴ
μόνον ἐκ τῶν λόγων ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἔτι καὶ μᾶλλον καταμάθητε ὅσον αὐτῶν
διαφέρετε. »
[4] Ταῦτ' εἰπών, καὶ τὰ μὲν παραχρῆμα δούς τισιν αὐτῶν τὰ δ' ὑποσχόμενος,
μετῆλθέ τε πρὸς τοὺς ἑτέρους καὶ ἔλεξε καὶ ἐκείνοις τάδε· «
Θαυμαστὸν
μέν τι πέπονθα, ὦ τί ἂν ὀνομάσαιμι ὑμᾶς;
Ἄνδρας;
Ἀλλ'
οὐδὲν ἀνδρῶν ἔργον παρέχεσθε. Πολίτας;
Ἀλλ'
ὅσον ἐφ' ὑμῖν, ἡ πόλις ἀπόλλυται. Ῥωμαίους;
Ἀλλ'
ἐπιχειρεῖτε τὸ ὄνομα τοῦτο καταλῦσαι. Οὐ μὴν ἀλλ' ἔγωγε, οἵτινές ποτέ ἐστε καὶ
ὁτιδήποτε χαίρετε ὀνομαζόμενοι, παράδοξον μέν τι πάθος πέπονθα. Ὑπὲρ γὰρ τῆς
πολυανθρωπίας ὑμῶν ἀεί τε πάντα ποιῶν καὶ νῦν ἐπιτιμήσειν ὑμῖν μέλλων, ἀηδῶς
ὑμᾶς ὁρῶ πολλοὺς ὄντας, καὶ μᾶλλον ἂν ἠβουλόμην τοσούτους μὲν τοὺς ἑτέρους
ἐκείνους, οἷς προδιείλεγμαι, εἶναι, {ἢ} ὅσοι ὑμεῖς ὁρᾶσθε, ὑμᾶς δὲ δὴ μάλιστα
μὲν σὺν ἐκείνοις τετάχθαι, εἰ δὲ μή, μηδὲ εἶναι· οἵτινες οὔτε τῆς τῶν θεῶν
προνοίας οὔτε τῆς τῶν προπατόρων ἐπιμελείας ἐνθυμηθέντες ἐπιθυμεῖτε πᾶν μὲν τὸ
γένος ἡμῶν ἀφανίσαι καὶ θνητὸν ὄντως ποιῆσαι, πᾶν δὲ τὸ Ῥωμαίων ἔθνος φθεῖραι
καὶ παῦσαι. Τί μὲν γὰρ ἂν ὑπολειφθείη σπέρμα ἀνθρώπινον, ἂν τὰ αὐτὰ ὑμῖν καὶ οἱ
ἄλλοι πάντες πράξωσιν;
Ὧν
ἀρχηγοὶ γεγονότες εὐλόγως ἂν τὴν αἰτίαν τῆς πανωλεθρίας ἔχοιτε. Πῶς δ' οὐ, κἂν
μηδένες ἄλλοι ζηλώσωσιν ὑμᾶς, εἰκότως ἂν καὶ δι' αὐτὸ τοῦτο μισοῖσθε, ὅτι
παρορᾶτέ τε ἃ μηδεὶς ἂν ἄλλος παρίδοι καὶ ἀμελεῖτε ὧν οὐδεὶς ἂν ἄλλος ἀμελήσειε,
καὶ νόμους καὶ ἐπιτηδεύματα τοιαῦτα ἐσφέρετε ἃ ζηλώσαντες μὲν πάντες ἂν
ἀπόλοιντο, μισήσαντες δ' ὑμᾶς ἂν δικαιώσειαν. Οὐδὲ γὰρ οὐδὲ τῶν φονέων φειδόμεθα
ὅτι μὴ πάντες φονεύουσιν, οὐδὲ τοὺς ἱεροσύλους ἀφίεμεν ὅτι μὴ πάντες
ἱεροσυλοῦσιν, ἀλλ' ὅστις ἂν τῶν ἀπειρημένων τι πράττων ἁλῷ, καὶ ὑπὲρ αὐτοῦ
τούτου κολάζεται, ὅτι μόνος ἢ καὶ μετ' ὀλίγων ποιεῖ τι τοιοῦτον ὃ μηδεὶς ἕτερος.
[5] Καίτοι κἂν τὰ μέγιστά τις ἀδικήματα ὀνομάσῃ, οὐδέν ἐστι τἆλλα πρὸς τοῦτο τὸ
νῦν ὑφ' ὑμῶν γιγνόμενον, οὐχ ὅτι ἓν πρὸς ἓν ἐξεταζόμενα, ἀλλ' οὐδὲ ὁμοῦ πάντα
πρὸς τοῦτο τὸ ἓν παραβαλλόμενα. Καὶ γὰρ μιαιφονεῖτε, μηδὲ τεκνοῦντες ἀρχὴν τοὺς
ἐξ ὑμῶν γεννηθῆναι ὀφείλοντας, καὶ ἀνοσιουργεῖτε, τά τε ὀνόματα καὶ τὰς τιμὰς
τῶν προγόνων παύοντες, καὶ ἀσεβεῖτε, τά τε γένη ὑμῶν τὰ καταδειχθέντα ὑπὸ τῶν
θεῶν ἀφανίζοντες, καὶ τὸ μέγιστον τῶν ἀναθημάτων αὐτῶν, τὴν ἀνθρωπίνην φύσιν,
ἀπολλύντες, τά τε ἱερὰ διὰ τούτου καὶ τοὺς ναοὺς αὐτῶν ἀνατρέποντες. Καὶ μέντοι
καὶ τὴν πολιτείαν καταλύετε, μὴ πειθόμενοι τοῖς νόμοις, καὶ τὴν πατρίδα
προδίδοτε, στερίφην τε αὐτὴν καὶ ἄγονον ἀπεργαζόμενοι, μᾶλλον δὲ ἄρδην
κατασκάπτετε, ἔρημον τῶν οἰκησόντων ποιοῦντες· ἄνθρωποι γάρ που πόλις ἐστίν,
ἀλλ' οὐκ οἰκίαι οὐδὲ στοαὶ οὐδ' ἀγοραὶ ἀνδρῶν κεναί. Ἐνθυμήθητε οὖν, τίνα μὲν
οὐκ ἂν ὀργὴν ὁ Ῥωμύλος ἐκεῖνος ὁ ἀρχηγέτης ἡμῶν δικαίως λάβοι, λογισάμενος τά τε
καθ' ἑαυτόν, ὅθεν ἐγεννήθη, καὶ τὰ ὑμέτερα, ὅτι οὐδὲ ἐκ νομίμων γάμων
παιδοποιεῖσθαι ἐθέλετε· τίνα δ' οὐκ ἂν οἱ μετ' αὐτοῦ Ῥωμαῖοι, ἐννοήσαντες ὅτι
αὐτοὶ μὲν καὶ τὰς ἀλλοτρίας κόρας ἥρπασαν, ὑμεῖς δὲ οὐδὲ τὰς οἰκείας ἀγαπᾶτε,
καὶ οἱ μὲν καὶ ἐκ τῶν πολεμίων ἐπαιδοποιήσαντο, ὑμεῖς δὲ οὐδὲ ἐκ τῶν πολιτίδων
τεκνοῦτε· τίνα ὁ Κούρτιος ὁ καὶ ἀποθανεῖν ὑπομείνας, ἵνα μὴ στερηθῶσι τῶν
γυναικῶν οἱ γεγαμηκότες· τίνα Ἐρσιλία ἡ καὶ τῇ θυγατρὶ ἀκολουθήσασα καὶ τὰ
γαμικὰ πάνθ' ἡμῖν καταδείξασα. Ἀλλ' οἱ μὲν πατέρες ἡμῶν καὶ ἐπολέμησαν πρὸς
Σαβίνους ὑπὲρ τῶν γάμων, καὶ κατελύσαντο τῶν τε γυναικῶν αὐτῶν καὶ τῶν τέκνων
συναλλαξάντων σφᾶς, ὅρκους τε ἐπὶ τούτοις ἐπήγαγον καὶ συνθήκας τινὰς
ἐποιήσαντο· ὑμεῖς δὲ καὶ ἐκεῖνα πάντα συγχεῖτε. Διὰ τί;
Ἢ
ἵνα καὶ αὐτοὶ ἀεὶ ἄγυνοι ἦτε, ὥσπερ αἱ ἱέρειαι αἱ ἀειπαρθένοι ἄνανδροί εἰσιν;
Οὐκοῦν
καὶ κολάζεσθε, ἂν ἀσελγαίνητέ τι, ὥσπερ καὶ ἐκεῖναι.
[6] Πικρῶς εὖ οἶδ' ὅτι καὶ τραχέως δοκῶ ὑμῖν διαλέγεσθαι. Ἀλλὰ πρῶτον μὲν
λογίσασθε ὅτι καὶ οἱ ἰατροὶ συχνοὺς καὶ καίοντες καὶ τέμνοντες, ὅταν μὴ δύνωνται
ἄλλως πως ὑγιεῖς γενέσθαι, θεραπεύουσιν, ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔθ' ἡδέως αὐτὰ
λέγω, ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦθ' ὑμῖν ἐγκαλῶ ὅτι με ἐς τούτους τοὺς λόγους
προηγάγετε, ὑμεῖς δ' εἴπερ ἄχθεσθε τοῖς εἰρημένοις, μὴ ποιεῖτε ταῦτα ἐφ' οἷς
ἀναγκαίως κακῶς ἀκούετε. Εἰ γὰρ δὴ δάκνει τινὰς ὑμῶν τὰ ὑπ' ἐμοῦ λεγόμενα, πῶς
οὐ πολὺ μᾶλλον καὶ ἐμὲ καὶ τοὺς ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ' ὑμῶν ποιούμενα;
Οὐκοῦν
εἴπερ ὡς ἀληθῶς ἀσχάλλετε, μεταβάλεσθε, ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψωμαι.
Ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τε ὅσα προσῆκον ἦν τὸν ἀγαθὸν
νομοθέτην πρᾶξαι ἀνθρωπίνως προκατεστησάμην, οὐδ' αὐτοὶ ἀγνοεῖτε. Ἦν μὲν γὰρ
οὐδὲ πρόσθεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας καὶ γάμων· καὶ γὰρ ἀπ' ἀρχῆς εὐθὺς
ἅμα τῇ πρώτῃ τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνομοθετήθη, καὶ μετὰ
τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ἔδοξεν, ἃ περιττὸν ἂν εἴη καταλέγειν· ἐγὼ
δὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειθοῦσιν, ἵνα φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς
σωφρονίζοισθε, ἔθηκα δὲ καὶ ἆθλα τοῖς πειθαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα ἡλίκα
καὶ ὅσα ἐπ' οὐδεμιᾷ ἄλλῃ ἀνδραγαθίᾳ δίδοται, ἵν' εἰ καὶ διὰ μηδὲν ἄλλο, διά γε
ταῦτα καὶ γαμεῖν καὶ παιδοποιεῖν ἀναπείθοισθε. Ἀλλ' ὑμεῖς οὔτε ἐκείνων τινὸς
ὀριγνηθέντες οὔτε τῶν ἐπιτιμίων τι φοβηθέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ
πάντα αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. Καὶ φατὲ μὲν τὸν
εὔζωνον δὴ τοῦτον καὶ ἐλεύθερον βίον τὸν ἄγυνον καὶ ἄτεκνον ἐπανηρῆσθαι, λῃστῶν
δὲ δὴ καὶ θηρίων τῶν ἀγριωτάτων οὐδὲν διαφέρετε.
[7] Οὐ γὰρ {δὴ} δήπου μοναυλίᾳ χαίρετε, ἵν' ἄνευ γυναικῶν διάγητε, οὐδὲ ἔστιν
ὅστις ὑμῶν ἢ σιτεῖται μόνος ἢ καθεύδει μόνος, ἀλλ' ἐξουσίαν καὶ ὑβρίζειν καὶ
ἀσελγαίνειν ἔχειν ἐθέλετε. Καίτοι καὶ μνηστεύειν ὑμῖν ἁπαλὰς ἔτι κόρας καὶ
μηδέπω γάμων ὡραίας ἐπέτρεψα, ἵνα τὸ ὄνομα τῶν μελλονυμφίων ἔχοντες οἰκωφελῶς
βιῴητε, καὶ ἐξελευθέρας τοῖς γε ἔξω τοῦ βουλευτικοῦ οὖσιν ἄγεσθαι συνεχώρησα,
ἵν' εἰ καί τις ἐξ ἔρωτος ἢ καὶ συνηθείας τινὸς ἐς τοῦθ' ὑπαχθείη, ἐννόμως αὐτὸ
ποιοίη. Καὶ οὐδὲ ἐς ταῦτα μέντοι κατήπειξα ὑμᾶς, ἀλλὰ τὸ μὲν πρῶτον τρία ἔτη ὅλα
πρὸς παρασκευὴν ὑμῖν ἔδωκα, τὸ δὲ δεύτερον δύο. Ἀλλ' οὐδὲν οὐδ' οὕτως οὔτ'
ἀπειλῶν οὔτε προτρέπων οὔτ' ἀναβαλλόμενος οὔτε δεόμενός τι πεποίηκα. ὁρᾶτε γὰρ
καὶ αὐτοὶ ὅσῳ πλείους τῶν γεγαμηκότων ἐστέ· οὓς ἐχρῆν ἤδη τοσούτους ἑτέρους,
μᾶλλον δὲ πολλαπλασίους παῖδας ἡμῖν παρεσχηκέναι. Πῶς μὲν γὰρ ἂν ἄλλως τὰ γένη
διαμείνειε, πῶς δ' ἂν τὸ κοινὸν διασωθείη μήτε γαμούντων ἡμῶν μήτε
παιδοποιουμένων;
Οὐ
γάρ που καὶ ἐκ τῆς γῆς προσδοκᾶτέ τινας ἀναφύσεσθαι τοὺς διαδεξομένους τά τε
ὑμέτερα καὶ τὰ δημόσια, ὥσπερ οἱ μῦθοι λέγουσιν. Οὐ μὴν οὐδ' ὅσιον ἢ καὶ καλῶς
ἔχον ἐστὶ τὸ μὲν ἡμέτερον γένος παύσασθαι καὶ τὸ ὄνομα τὸ Ῥωμαίων ἐν ἡμῖν
ἀποσβῆναι, ἄλλοις δέ τισιν ἀνθρώποις Ἕλλησιν ἢ καὶ βαρβάροις τὴν πόλιν
ἐκδοθῆναι. Ἢ τοὺς μὲν δούλους δι' αὐτὸ τοῦτο μάλιστα ἐλευθεροῦμεν, ὅπως ὡς
πλείστους ἐξ αὐτῶν πολίτας ποιώμεθα, τοῖς τε συμμάχοις τῆς πολιτείας μεταδίδομεν
ὅπως πληθύωμεν· αὐτοὶ δ' ὑμεῖς οἱ ἀπ' ἀρχῆς Ῥωμαῖοι, οἱ τοὺς προγόνους ἐκείνους
τοὺς Μαρκίους τοὺς Φαβίους τοὺς Κυιντίους τοὺς Οὐαλερίους τοὺς Ἰούλλους
καταλέγοντες, ἐπιθυμεῖτε μεθ' ὑμῶν αὐτῶν καὶ τὰ γένη ἅμα καὶ τὰ ὀνόματα
ἀπολέσαι;
[8] Ἀλλ' ἔγωγε αἰσχύνομαι καὶ ὅτι τοιοῦτον εἰπεῖν προήχθην. Παύσασθε οὖν
μαινόμενοι, καὶ λογίσασθε ἤδη ποτὲ ὅτι ἀδύνατόν ἐστι, πολλῶν μὲν ἐν ταῖς νόσοις
πολλῶν δὲ καὶ ἐν τοῖς πολέμοις ἑκάστοτε τελευτώντων, σωθῆναι τὴν πόλιν, ἂν μὴ τὸ
πλῆθος αὐτῆς ἐκ τῶν ἀεὶ ἐπιγιγνομένων ἀναπληρῶται. Καὶ μηδεὶς ὑμῶν οἰέσθω με
ἀγνοεῖν ὅτι ἔστι τινὰ καὶ ἐν τῷ γάμῳ καὶ ἐν τῇ τεκνοποιίᾳ καὶ δυσχερῆ καὶ
λυπηρά· ἀλλ' ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι οὐδ' ἄλλο τι ἀγαθὸν ἔχομεν ᾧ μὴ καὶ ἀνιαρόν
τι παραμέμικται, καὶ τοῖς γε πλείστοις καὶ μεγίστοις αὐτῶν πλεῖστα καὶ μέγιστα
συμπέφυκεν. ὥστ' εἰ ταῦτ' ἐκκλίνετε, μηδὲ ἐκείνων ἐπορέγεσθε.
Πᾶσι
γὰρ ὡς εἰπεῖν τοῖς ἀρετὴν καὶ ἡδονήν τινα εἰλικρινῆ ἔχουσι καὶ προπονεῖν καὶ
συμπονεῖν καὶ ἐπιπονεῖν χρή· τί γὰρ δεῖ καθ' ἕκαστον αὐτῶν ἐπεξιόντα
μακρηγορεῖν;
Οὐκοῦν
εἰ καὶ ἐν τῷ γῆμαι καὶ ἐν τῷ τεκνῶσαι ἀνιαρά τινα ἔνεστιν, ἀντιλογίζεσθε καὶ τὰ
ἀμείνονα, καὶ πλείω τε καὶ ἀναγκαιότερα αὐτὰ εὑρήσετε. Πρὸς γὰρ δὴ τοῖς ἄλλοις
ἀγαθοῖς τοῖς φύσει προσοῦσιν αὐτοῖς καὶ τὰ παρὰ τῶν νόμων ἆθλα, ὧν πολλοστὸν
μέρος καὶ ἀποθνήσκειν συχνοὺς ἀναπείθει, πάντα ἄν τινα πειθαρχῆσαί μοι
ὑπαγάγοιτο. καίτοι πῶς οὐκ αἰσχρόν, ὑπὲρ ὧν ἕτεροι καὶ ἑαυτοὺς προΐενται, ὑπὲρ
τούτων ὑμᾶς μήτε γυναῖκας ἄγεσθαι μήτε τέκνα τρέφειν βούλεσθαι;
[9] Ἐγὼ μέν, ὦ ἄνδρες πολῖται (νομίζω γὰρ ὑμᾶς νῦν γε πεπεικέναι καὶ ἐν τῷ τῶν
πολιτῶν ὀνόματι ἐμμεῖναι καὶ τὴν τῶν ἀνδρῶν τῶν τε πατέρων προσηγορίαν
προσλαβεῖν), ταῦθ' ὑμῖν ἐπετίμησα ἀηδῶς μὲν ἀναγκαίως δέ, οὐχ ὡς ἐχθρὸς οὐδ' ὡς
μισῶν ὑμᾶς, ἀλλὰ φιλῶν, καὶ ἐπιθυμῶν καὶ ἑτέρους ὁμοίους ὑμῖν πολλοὺς κτήσασθαι,
ἵν' ἑστίας ἐννόμους οἰκοῦντες καὶ οἰκίας πλήρεις γενῶν ἔχοντες τοῖς τε θεοῖς
μετά τε τῶν γυναικῶν καὶ μετὰ τῶν παίδων προσερχώμεθα, καὶ ἀλλήλοις ὁμιλῶμεν
πάντα τε ἐκ τοῦ ἴσου παραβαλλόμενοι καὶ τὰς ἐπ' αὐτοῖς ἐλπίδας ἐκ τοῦ ὁμοίου
καρπούμενοι. Ἢ πῶς μὲν ἂν καλῶς ἄρχοιμι ὑμῶν, ἂν ἐλάττους ὑμᾶς ἀεὶ γιγνομένους
ὁρῶν ἀνέχωμαι;
Πῶς
δ' ἂν ἔτι πατὴρ ὑμῶν ὀρθῶς ὀνομαζοίμην, ἂν μὴ καὶ παῖδας τρέφητε;
Ὥστ'
εἴπερ ὄντως τά τε ἄλλα ἀγαπᾶτέ με, καὶ ταύτην μοι τὴν προσηγορίαν οὐχ ὡς
κολακεύοντες ἀλλ' ὡς τιμῶντες ἐδώκατε, ἐπιθυμήσατε καὶ ἄνδρες καὶ πατέρες
γενέσθαι, ἵνα καὶ αὐτοὶ τῆς ἐπωνυμίας ταύτης μεταλάβητε καὶ ἐμὲ φερώνυμον αὐτῆς
ποιήσητε. »
[10] Τότε μὲν τοιαῦτα ἀμφοτέροις αὐτοῖς διελέχθη, μετὰ δὲ δὴ τοῦτο τοῖς μὲν τὰ
τέκνα ἔχουσι τὰ γέρα προσεπηύξησε, τοὺς δὲ γεγαμηκότας ἀπὸ τῶν ἀγύνων τῷ τῶν
ἐπιτιμίων διαφόρῳ διεχώρισε, καὶ ἐνιαυτὸν ἑκατέροις ἐς τὸ τοὺς πειθαρχήσαντάς οἱ
ἐν τῷ χρόνῳ τούτῳ ἀναιτίους γενέσθαι προσεπέδωκε. Τῶν τε γυναικῶν τισι καὶ παρὰ
τὸν Οὐοκώνειον νόμον, καθ' ὃν οὐδεμιᾷ αὐτῶν οὐδενὸς ὑπὲρ δύο ἥμισυ μυριάδας
οὐσίας κληρονομεῖν ἐξῆν, συνεχώρησε τοῦτο ποιεῖν· καὶ ταῖς ἀειπαρθένοις πάνθ'
ὅσαπερ αἱ τεκοῦσαι εἶχον ἐχαρίσατο. Κἀκ τούτου ὅ τε Πάπιος καὶ ὁ Ποππαῖος νόμος
ὑπό τε Μάρκου Παπίου Μουτίλου καὶ ὑπὸ Κυίντου Ποππαίου Σεκούνδου, τῶν τότε ἐν
μέρει τοῦ ἔτους ὑπατευόντων, ἐτέθησαν. Καὶ συνέβη γὰρ ἀμφοτέρους σφᾶς μὴ ὅτι
παῖδας, ἀλλὰ μηδὲ γυναῖκας ἔχειν· καὶ ἀπ' αὐτοῦ τούτου ἡ ἀνάγκη τοῦ νόμου
κατεφωράθη.
[11] Ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ' ἐπράχθη, Γερμανικὸς δὲ ἐν τούτῳ ἄλλα τε χωρία
Δελματικὰ εἷλε καὶ Σπλαῦνον, καίπερ τῇ τε φύσει ἰσχυρὸν ὂν καὶ τοῖς τείχεσιν εὖ
πεφραγμένον τούς τε ἀμυνομένους παμπληθεῖς ἔχον. Οὔκουν οὔτε μηχαναῖς οὔτε
προσβολαῖς ἠδυνήθη τι ἐξεργάσασθαι, ἀλλ' ἐκ τοιᾶσδε αὐτὸ συντυχίας ἔλαβε.
Πουσίων ἱππεὺς Κελτὸς λίθον ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε
αὐτήν τε αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἱ συγκατασπάσαι.
Γενομένου δὲ τούτου ἐκπλαγέντες οἱ ἄλλοι καὶ φοβηθέντες τό τε τεῖχος ἐκεῖνο
ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς
παρέδοσαν. Ἐντεῦθεν δὲ ἐπὶ Ῥαίτινον ἐλθόντες οὐχ ὁμοίως ἀπήλλαξαν. Οἱ γὰρ
ἐναντίοι βιαζόμενοι τῷ πλήθει σφῶν, καὶ μὴ δυνάμενοι ἀντέχειν, πῦρ ἐθελούσιοι ἔς
τε τὸν κύκλον πέριξ καὶ ἐς τὰ οἰκοδομήματα πλησίον αὐτοῦ ἐνέβαλον, μηχανησάμενοι
ὅπως ὅτι μάλιστα μὴ παραχρῆμα ἐκλάμψῃ ἀλλ' ἐπὶ χρόνον τινὰ διαλάθῃ. Καὶ οἱ μὲν
τοῦτο ποιήσαντες ἐς τὴν ἄκραν ἀνεχώρησαν· ἀγνοοῦντες δὲ οἱ Ῥωμαῖοι τὸ
πεπραγμένον ἐπεσέπεσον ὡς καὶ αὐτοβοεὶ πάντα διαρπάσοντες, καὶ εἴσω τε τῆς τοῦ
πυρὸς περιβολῆς ἐγένοντο, καὶ οὐ πρότερον εἶδον αὐτό, πρὸς τοὺς πολεμίους τὸν
νοῦν ἔχοντες, πρὶν πανταχόθεν ὑπ' αὐτοῦ περιληφθῆναι. Τότε δὲ ἐν παντὶ κινδύνου
ἐγένοντο, ἄνωθεν μὲν ὑπὸ τῶν ἀνθρώπων βαλλόμενοι, ἔξωθεν δὲ ὑπὸ τῆς φλογὸς
κακούμενοι, καὶ μήτε κατὰ χώραν ἀσφαλῶς μεῖναι μήτε πῃ διαπεσεῖν ἀκινδύνως
δυνάμενοι. Εἴτε γὰρ ἔξω βέλους ἀφίσταντο, πρὸς τοῦ πυρὸς ἀναλοῦντο, εἴτ' ἀπὸ τῆς
φλογὸς ἀπεπήδων, πρὸς τῶν βαλλόντων ἐφθείροντο· καί τινες ἐν στενοχωρίᾳ ἀπ'
ἀμφοτέρων ἅμα ἀπώλοντο, τῇ μὲν τιτρωσκόμενοι τῇ δὲ καιόμενοι. Οἱ μὲν οὖν πλείους
τῶν ἐσελθόντων οὕτως ἀπήλλαξαν· ὀλίγοι δέ τινες νεκροὺς ἐς αὐτὴν τὴν φλόγα
ἐμβαλόντες, καὶ δίοδόν σφισι δι' αὐτῶν καθάπερ ἐπὶ γεφύρας ποιήσαντες, διέφυγον.
Οὕτω γάρ που τὸ πῦρ ἐπεκράτησεν ὥστε μηδὲ τοὺς ἐν τῇ ἀκροπόλει ὄντας κατὰ χώραν
μεῖναι, ἀλλὰ τῆς νυκτὸς αὐτὴν ἐκλιπεῖν καὶ ἐς οἰκήματα κατώρυχα κατακρυφθῆναι.
[12] Ἐκεῖ μὲν δὴ ταῦτ' ἐγένετο, Σερέτιον δέ, ὅπερ ποτὲ ὁ Τιβέριος πολιορκήσας
οὐχ ᾑρήκει, ἐχειρώθη, καὶ μετὰ τοῦτο καὶ ἄλλα τινὰ ῥᾷον προσεκτήθη. Τῶν δ' οὖν
λοιπῶν καὶ ὣς ἀνταιρόντων, καὶ τοῦ τε πολέμου μηκυνομένου καὶ λιμοῦ δι' αὐτὸν
οὐχ ἥκιστα ἐν τῇ Ἰταλίᾳ γενομένου, τὸν Τιβέριον ὁ Αὔγουστος ἐς τὴν Δελματίαν
αὖθις ἔπεμψε. Καὶ ὃς ἰδὼν τοὺς στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας ἀλλὰ καὶ
μετὰ κινδύνου διαπολεμῆσαί πως ἐπιθυμοῦντας, καὶ φοβηθεὶς μὴ καὶ καθ' ἓν ὄντες
στασιάσωσι, τριχῇ διεῖλεν αὐτούς, καὶ τοὺς μὲν τῷ Σιλουανῷ τοὺς δὲ Μάρκῳ Λεπίδῳ
προστάξας ἐπὶ τὸν Βάτωνα μετὰ τῶν λοιπῶν σὺν τῷ Γερμανικῷ ὥρμησε. Καὶ ἐκεῖνοι
μὲν οὐ χαλεπῶς τοὺς ἀντιταχθέντας σφίσι μάχαις κατεστρέψαντο, αὐτὸς δὲ διὰ πάσης
τε ὡς εἰπεῖν τῆς χώρας ἐπλανήθη, τοῦ Βάτωνος ἄλλῃ καὶ ἄλλῃ περιφοιτῶντος, καὶ
τέλος καταφυγόντι αὐτῷ ἐς Ἀνδήτριον τεῖχος ἐπ' αὐτῇ τῇ Σαλώνῃ ἐπῳκισμένον
προσεδρεύσας δεινῶς ἐπόνησε. Τό τε γὰρ φρούριον ἐπ' εὐερκοῦς πάνυ καὶ
δυσπροσβάτου πέτρας ἐτετείχιστο, φάραγξι βαθείαις ποταμοὺς χειμάρρους ἐχούσαις
ἐγκεκλειμένον, καὶ οἱ ἄνθρωποι πάντα ἐς αὐτὸ τὰ ἐπιτήδεια τὰ μὲν προεσενηνόχεσαν
τὰ δὲ καὶ ἐκ τῶν ὀρῶν ὧν ἐκράτουν ἐπήγοντο, καὶ προσέτι καὶ τὴν σιτοπομπίαν τῶν
Ῥωμαίων ἐνεδρεύοντες ἐκώλυον, ὥστε τὸν Τιβέριον, πολιορκεῖν σφας δοκοῦντα, αὐτὸν
τὰ τῶν πολιορκουμένων πάσχειν.
[13] Ἀποροῦντος οὖν αὐτοῦ καὶ μὴ εὑρίσκοντος ὅ τι πράξῃ (ἥ τε γὰρ προσεδρεία καὶ
ματαία καὶ ἐπικίνδυνος ἐγίγνετο καὶ ἡ ἀποχώρησις ἐπαισχὴς ἐφαίνετο) ἐθορύβησαν
οἱ στρατιῶται, καὶ τοσαύτῃ γε καὶ τηλικαύτῃ βοῇ ἐχρήσαντο ὥστε τοὺς πολεμίους
τοὺς ὑπὸ τῷ τείχει αὐλιζομένους ἐκπλαγῆναί τε καὶ ἀναχωρῆσαι. Ἐξ οὖν τούτων τοῦ
μὲν ὀργισθεὶς τοῦ δὲ ἡσθεὶς συνεκάλεσέ τε αὐτούς, καὶ τὰ μὲν ἐπιτιμήσας σφίσι τὰ
δὲ καὶ παραινέσας οὔτε ἐθρασύνατο οὔτ' ἀπανέστη, ἀλλὰ κατὰ χώραν ἡσυχάζων
ἔμεινε, μέχρις οὗ ὁ Βάτων ἀπογνοὺς τὴν ἐπικράτησιν (τά τε γὰρ ἄλλα πλὴν ὀλίγων
ἐκεχείρωτο, καὶ ἡ δύναμις ἣν εἶχε τῆς τότε ἀντικαθεστηκυίας οἱ ἠλαττοῦτο)
διεκηρυκεύσατο πρὸς αὐτόν, καὶ ἐπειδὴ μὴ ἔπεισε καὶ τοὺς ἄλλους σπείσασθαι,
ἐγκατέλιπεν αὐτούς. Καὶ ὁ μὲν οὐκέτ' οὐδ' ἄλλῳ τινί, καίπερ πολλῶν αὐτὸν
ἐπικαλουμένων, ἐβοήθησεν· ὁ δὲ δὴ Τιβέριος καταφρονήσας ἐκ τούτου τῶν λοιπῶν τῶν
ἐν τῷ τείχει ὄντων, καὶ νομίσας ἀναιμωτί σφων κρατήσειν, οὐδὲν ἔτι τοῦ χωρίου
προείδετο, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἐρυμνὸν ἐχώρησεν. Ἐπεὶ δὲ μήτε ὁμαλόν τι ἦν
μήτε ἐπικατέβαινον οἱ πολέμιοι, {καὶ} αὐτὸς μὲν ἐπὶ βήματος ἐν περιφανεῖ ἱδρύθη,
ὅπως τά τε ἐπιγιγνόμενα καθορῴη πρὸς τὸ προθυμότερον τοὺς στρατιώτας
ἀγωνίσασθαι, καὶ ἐν καιρῷ σφισιν, ἄν που δεήσῃ, προσαμύνῃ (καὶ γὰρ μέρος ἐπ'
αὐτὸ τοῦτο τοῦ στρατοῦ, πολὺ γὰρ τῷ πλήθει περιῆν, κατέσχεν), οἱ δ' ἄλλοι τὸ μὲν
πρῶτον ἐν πλαισίῳ πυκνῷ συντεταγμένοι βάδην ἀνεπορεύοντο, ἔπειτα δ' ὑπό τε τοῦ
ὀρθίου καὶ ὑπὸ τῆς ἀνωμαλίας τοῦ ὄρους (χαραδρῶδές τε γὰρ ἦν καὶ ἐς φάραγγας
πολλαχῇ κατετέτμητο) διεσπάσθησαν, καὶ οἱ μὲν θᾶσσον οἱ δὲ βραδύτερον
προσανῄεσαν.
[14]
Ἰδόντες
δὲ τοῦτο οἱ Δελμάται ἔξω τε τοῦ τείχους ὑπὲρ αὐτοῦ τοῦ κρημνώδους παρετάξαντο,
καὶ λίθους πολλοὺς τοὺς μὲν σφενδόναις ἐπ' αὐτοὺς ἔβαλλον τοὺς δὲ καὶ
κατεκυλίνδουν. Ἄλλοι τροχούς, ἄλλοι ἁμάξας ὅλας πλήρεις πετρῶν, ἄλλοι κιβωτοὺς
περιφερεῖς, ἐπιχωρίως πως πεποιημένας καὶ λίθων γεμούσας, ἠφίεσαν. Καὶ ταῦτά τε
πάντα ἅμα πολλῇ ῥύμῃ καταφερόμενα διεσφενδονᾶτο, καὶ τοὺς Ῥωμαίους διέσπα τε ἔτι
καὶ μᾶλλον ἀπ' ἀλλήλων καὶ συνήλου· καὶ ἕτεροι, οἱ μὲν βέλη οἱ δὲ δοράτια
ἀφιέντες, συχνοὺς αὐτῶν κατέβαλλον. Κἀν τούτῳ πολλὴ μὲν τῶν μαχομένων φιλοτιμία
ἐγίγνετο, τῶν μὲν ἀναβῆναί τε καὶ ἐπικρατῆσαι {τῆς} τῶν ἄκρων, τῶν δὲ
ἀποκρούσασθαί τε αὐτοὺς καὶ ἀπαράξαι πειρωμένων, πολλὴ δὲ καὶ τῶν ἄλλων τῶν τε
ἀπὸ τοῦ τείχους ὁρώντων τὰ γιγνόμενα καὶ τῶν περὶ τὸν Τιβέριον ὄντων. Τοῖς τε
γὰρ σφετέροις ἑκάτεροι παρεκελεύοντο, τοὺς μὲν προθυμουμένους σφῶν
ἐπιρρωννύντες, τοῖς δ' ὑπείκουσί πῃ ἐπιτιμῶντες, καὶ ἀθρόοι καὶ καθ' ἑκάστους·
καὶ ὅσοι ὑπὲρ τοὺς ἄλλους ἐγεγώνισκον, καὶ τοὺς θεοὺς ἅμα ἀνεκάλουν, ὑπέρ τε τῆς
αὐτίκα τῶν μαχομένων ἀμφότεροι σωτηρίας καὶ ὑπὲρ τῆς ἑαυτῶν ἐς τὸ ἔπειτα οἱ μὲν
ἐλευθερίας οἱ δὲ εἰρήνης ἐπιβοώμενοι. Κἂν παντελῶς οἱ Ῥωμαῖοι μάτην
ἐκινδύνευσαν, ἅτε πρὸς δύο ἅμα, τήν τε τῶν τόπων φύσιν καὶ τὴν τῶν ἀντιπάλων
ἀντίταξιν, τὸν ἀγῶνα ποιούμενοι, εἰ μὴ ὁ Τιβέριος ἐκείνους τε ἀκραιφνέσι
βοηθείαις φυγεῖν ἐκώλυσε, καὶ τοὺς πολεμίους ἑτέρων ηωῆι ἀνίτητον ἐς τὸ χωρίον
ἐκ πλείονος περιελθοῦσιν ἣν περιπέμψει ἐτάραξε. Κἀκ τούτου οἱ μὲν τραπέντες οὐδὲ
ἐς τὸ τεῖχος ἐσελθεῖν ἠδυνήθησαν, ἀλλὰ ἀνὰ τὰ ὄρη, προαπορρίψαντες τὰ ὅπλα ὥστε
κουφίζειν, ἐσκεδάσθησαν· οἱ δὲ ἐπιδιώκοντές σφας (πάνυ τε γὰρ διαπολεμῆσαι
ἐγλίχοντο, καὶ οὐκ ἐβούλοντο συστραφέντας αὖθις αὐτοὺς χαλεπούς σφισι γενέσθαι)
ἐπίπαν ἐπεξῆλθον, καὶ ἐκείνων τε τοὺς πλείους ἐν ταῖς ὕλαις κρυπτομένους
ἀνευρόντες ὥσπερ θηρία ἀπέκτειναν, καὶ μετὰ τοῦτο καὶ τοὺς ἐν τῷ φρουρίῳ
προσχωρήσαντας ἔλαβον. Καὶ τούτοις μὲν ὁ Τιβέριος τά τε ἄλλα καὶ δὴ καὶ τὰ
ὁμολογηθέντα σφίσι καθίστατο,
[15] Γερμανικὸς δὲ ἐπὶ τοὺς ἀνθεστηκότας ἔτ' ἐτράπετο· αὐτόμολοι γὰρ παρ' αὐτοῖς
συχνοὶ ὄντες οὐκ εἴων σφᾶς συμβῆναι. Καὶ ἐδουλώσατο μὲν χωρίον τι Ἄρδουβαν, οὐ
μέντοι καὶ τῇ οἰκείᾳ δυνάμει, καίτοι πολὺ πλείονι τῶν ἐναντίων οὔσῃ, ἠδυνήθη
τοῦτο ποιῆσαι· αὐτό τε γὰρ ἰσχυρῶς ὠχύρωτο, καὶ ποταμὸς ῥοώδης τοὺς πρόποδας
αὐτοῦ κύκλῳ πλὴν βραχέος περιρρεῖ· ἀλλ' οἱ αὐτόμολοι στασιάσαντες πρὸς τοὺς
ἐπιχωρίους ἐπειδὴ τῶν σπονδῶν ὠρέγοντο, ἐς χεῖρας αὐτοῖς ἦλθον, καὶ συλλαβομένων
σφίσι τῶν γυναικῶν τῶν ἐν τῷ τείχει οὐσῶν (τῆς τε γὰρ ἐλευθερίας καὶ παρὰ τὴν
τῶν ἀνδρῶν γνώμην ἐφίεντο, καὶ πᾶν ὁτιοῦν πρὸ τοῦ δουλεῦσαι παθεῖν ᾑροῦντο) μάχη
τε ἰσχυρὰ ἐγένετο, καὶ κρατηθέντες αὐτοὶ μὲν ἐνέδοσαν, καί τινες αὐτῶν καὶ
διέφυγον, αἱ δὲ δὴ γυναῖκες τὰ παιδία ἁρπάσασαι αἱ μὲν ἐς πῦρ ἑαυτὰς ἐνέβαλον,
αἱ δὲ ἐς ποταμὸν κατεκρήμνισαν. Καὶ οὕτω καὶ ἐκείνου τοῦ φρουρίου ἁλόντος, καὶ
τἆλλα τὰ πλησία αὐτῷ ἐθελοντὶ τῷ Γερμανικῷ ὡμολόγησεν. Καὶ ὁ μὲν ταῦτα πράξας
πρὸς τὸν Τιβέριον ἀνεχώρησεν, ὁ δὲ δὴ Ποστούμιος τὰ λοιπὰ προσκατειργάσατο.
[16] Κἀν τούτῳ καὶ ὁ Βάτων, Σκευᾶν τὸν υἱὸν πρὸς Τιβέριον πέμψας, παραδώσειν οἱ
καὶ ἑαυτὸν καὶ τοὺς σὺν αὑτῷ πάντας ὑπέσχετο, ἂν τῆς ἀδείας τύχῃ. Καὶ μετὰ τοῦτο
πίστιν λαβὼν νυκτός τε ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσῆλθε, καὶ τῇ ὑστεραίᾳ ἐπὶ
βήματος αὐτῷ καθημένῳ προσαχθεὶς ὑπὲρ μὲν ἑαυτοῦ οὐδὲν ἐδεήθη, ἀλλὰ καὶ τὴν
κεφαλὴν προέτεινεν ὥστ' ἀποκοπῆναι, ὑπὲρ δὲ τῶν ἄλλων πολλὰ ἀπελογήσατο. Καὶ
τέλος ἐρωτηθεὶς ὑπὸ τοῦ Τιβερίου « τί ὑμῖν ἔδοξε καὶ ἀποστῆναι καὶ ἐπὶ τοσοῦτον
ἡμῖν χρόνον ἀντιπολεμῆσαι; » ἔφη ὅτι « ὑμεῖς τούτων αἴτιοί ἐστε· ἐπὶ γὰρ τὰς
ἀγέλας ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύκους πέμπετε. » ὁ μὲν οὖν
πόλεμος τοῦτο τὸ τέλος ἔσχε, πολλῶν μὲν καὶ ἀνδρῶν, πλείστων δὲ δὴ καὶ χρημάτων
ἀπολομένων· πάμπολλά τε γὰρ ἐς αὐτὸν στρατόπεδα ἐτράφη καὶ λεία ἐλαχίστη ἑάλω.
[17] Ἀνήγγειλε δὲ καὶ τότε τὴν νίκην ὁ Γερμανικός, καὶ ἐπ' αὐτῇ τῷ μὲν Αὐγούστῳ
καὶ τῷ Τιβερίῳ τό τε τὸ τοῦ αὐτοκράτορος ὄνομα προσθέσθαι καὶ τὸ τὰ ἐπινίκια
πέμψαι, ἄλλαι τέ τινες τιμαὶ καὶ ἁψῖδες ἐν τῇ Παννονίᾳ τροπαιοφόροι δύο ἐδόθησαν
(ταῦτα γὰρ ἀπὸ πολλῶν τῶν ψηφισθέντων σφίσιν ὁ Αὔγουστος ἐδέξατο), τῷ δὲ δὴ
Γερμανικῷ αἵ τε νικητήριοι τιμαί, ὅπερ που καὶ τοῖς ἄλλοις στρατιάρχοις ὑπῆρξε,
καὶ αἱ στρατηγικαί, τό τε τὴν γνώμην πρώτῳ μετὰ τοὺς ὑπατευκότας ἀποφαίνεσθαι,
καὶ τὸ τὴν ὑπατείαν θᾶσσον παρὰ τὸ νενομισμένον λαβεῖν. Καὶ τῷ Δρούσῳ δὲ τῷ τοῦ
Τιβερίου υἱεῖ, καίτοι μὴ μετασχόντι τοῦ πολέμου, καὶ ἐς τὸ συνέδριον συμφοι |