[55,0] Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν. α. Ὡς Δροῦσος ἀπέθανεν. β. Ὡς τὸ Λιουίας τέμενος καθιερώθη. γ. Ὡς τὸ Ἀγρίππου πεδίον καθιερώθη. δ. Ὡς τὸ διριβιτώριον καθιερώθη. ε. Ὡς Τιβέριος ἐς Ῥόδον ἀνεχώρησεν. ζ. Ὡς ἡ Αὐγούστου ἀγορὰ καθιερώθη. η. Ὡς ὁ τοῦ Ἄρεως ναὸς ὁ ἐν αὐτῇ ὢν καθιερώθη. θ. Ὡς Λούκιος Καῖσαρ καὶ Γάιος Καῖσαρ ἀπέθανον. ι. Ὡς Αὔγουστος Τιβέριον ἐποιήσατο. κ. Ὡς Λιουία παρῄνεσεν Αὐγούστῳ φιλανθρωπότερον ἄρχειν. λ. Περὶ τῶν στρατοπέδων καὶ ὡς οἱ τὰ στρατιωτικὰ χρήματα διοικήσοντες κατέστησαν. μ. Ὡς οἱ νυκτοφύλακες κατέστησαν. ν. Ὡς Δελμάταις καὶ Παννονίοις Τιβέριος ἐπολέμησεν. Χρόνου πλῆθος ἔτη ἑπτακαίδεκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Νέρων Κλαύδιος Τιβ. υἱὸς Δροῦσος ὕπ. Τ. Κυίνκτιος Τ. υἱὸς Κρισπῖνος Γ. Μάρκιος Λ. υἱὸς Κηνσωρῖνος ὕπ. Γ. Ἀσίννιος Γ. υἱὸς Γάλλος Τιβ. Κλαύδιος Τιβ. υἱὸς Νέρων τὸ βʹ ὕπ. Γν. Καλπούρνιος Γν. υἱὸς Πίσων {τὸ δεύτερον} Δέκιμος Λαίλιος Δεκίμου υἱὸς Βάλβος ὕπ. Γ. Ἀντίστιος Γ. υἱὸς Οὐέτερ Αὔγουστος τὸ ιβʹ ὕπ. Λ. Κορνήλιος Π. υἱὸς Σύλλας Γ. Καλουίσιος Γ. υἱὸς Σαβῖνος ὕπ. Λ. Πασσιῆνος υἱὸς Ῥοῦφος Λ. Κορνήλιος Λ. υἱὸς Λεντοῦλος ὕπ. Μ. Οὐαλέριος Μ. υἱὸς Μεσσάλας {ἢ} Μεσσαλῖνος Αὔγουστος τὸ ιγʹ ὕπ. Μ. Πλαύτιος Μ. υἱὸς Σιλουανός Κόσσος Κορνήλιος Γν. υἱὸς Λεντοῦλος ὕπ. Λ. Καλπούρνιος Γν. υἱὸς Πίσων Γ. Καῖσαρ Αὐγούστου υἱὸς ὕπ. Λ. Αἰμίλιος Λ. υἱὸς Παῦλος Π. Οὐινίκιος {ἢ Μινούκιος} Μ. υἱὸς ὕπ. Π. Ἀλφῆνος {ἢ Ἀλφήνιος} Π. υἱὸς Οὐᾶρος Λ. Αἴλιος Λ. υἱὸς Λαμίας ὕπ. Μ. Σερουίλιος Μ. υἱὸς Σέξτος Αἴλιος Κ. υἱὸς Κάτος ὕπ. Γ. Σέντιος Γ. υἱὸς Σατουρνῖνος Λ. Οὐαλέριος Ποτίτου υἱὸς Μεσσάλας Οὐόλαισος ὕπ. Γν. Κορνήλιος Λ. υἱὸς Κίννας Μάγνος Μ. Αἰμίλιος Λ. υἱὸς Λέπιδος ὕπ. Λ. Ἀρρούντιος Λ. υἱὸς Αὖλ. Λικίνιος Αὔλ. υἱὸς Νέρουας Σιλιανός ὕπ. Κ. Καικίλιος Κ. υἱὸς Μέτελλος Κρητικός Μ. Φούριος Μ. υἱὸς Κάμιλλος ὕπ. Σέξ. Νώνιος Γ. υἱὸς Κυϊντιλιανός
[55,1] Ταῦτα μὲν ἐπί τε τοῦ Ἰούλλου Ἀντωνίου καὶ ἐπὶ Φαβίου Μαξίμου ὑπάτων ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὁ Δροῦσος μετὰ Τίτου Κρισπίνου ὑπάτευσε, καὶ αὐτῷ σημεῖα οὐκ ἀγαθὰ συνηνέχθη· πολλὰ μὲν γὰρ καὶ ἄλλα καὶ χειμῶνι καὶ κεραυνοῖς, πολλοὶ δὲ καὶ ναοὶ ἐφθάρησαν, ὥστε καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου τῶν τε συννάων αὐτοῦ κακωθῆναι. οὐ μέντοι καὶ ἐφρόντισέ τι αὐτῶν, ἀλλ ἔς τε τὴν τῶν Χάττων ἐσέβαλε καὶ προῆλθε μέχρι τῆς Σουηβίας, τήν τε ἐν ποσὶν οὐκ ἀταλαιπώρως χειρούμενος καὶ τοὺς προσμιγνύντας οἱ οὐκ ἀναιμωτὶ κρατῶν. κἀντεῦθεν πρός τε τὴν Χερουσκίδα μετέστη, καὶ τὸν Οὐίσουργον διαβὰς ἤλασε μέχρι τοῦ Ἀλβίου, πάντα πορθῶν. ἐκεῖνον γάρ (ῥεῖ δὲ ἐκ τῶν Οὐανδαλικῶν ὀρῶν, καὶ ἐς τὸν ὠκεανὸν τὸν προσάρκτιον πολλῷ μεγέθει ἐκδίδωσιν) ἐπεχείρησε μὲν περαιωθῆναι, οὐκ ἠδυνήθη δέ, ἀλλὰ τρόπαια στήσας ἀνεχώρησε· γυνὴ γάρ τις μείζων ἢ κατὰ ἀνθρώπου φύσιν ἀπαντήσασα αὐτῷ ἔφη "ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε; οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ ἄπιθι· καὶ γάρ σοι καὶ τῶν ἔργων καὶ τοῦ βίου τελευτὴ ἤδη πάρεστι." θαυμαστὸν μὲν οὖν τό τινα φωνὴν παρὰ τοῦ δαιμονίου τοιαύτην τῳ γενέσθαι, οὐ μέντοι καὶ ἀπιστεῖν ἔχω· παραχρῆμα γὰρ ἀπέβη, σπουδῇ τε ὑποστρέψαντος αὐτοῦ καὶ ἐν τῇ ὁδῷ νόσῳ τινί, πρὶν ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν, τελευτήσαντος. καί μοι τεκμηριοῖ τὸ λεχθὲν ὅτι καὶ λύκοι περὶ τὸ στρατόπεδον ὑπὸ τὸν θάνατον αὐτοῦ περινοστοῦντες ὠρύοντο, καὶ νεανίσκοι δύο διὰ μέσου τοῦ ταφρεύματος διιππεύοντες ὤφθησαν, θρῆνός τέ τις γυναικεῖος ἠκούσθη, καὶ ἀστέρων διαδρομαὶ ἐγένοντο.
[55,2] ταῦτα μὲν οὕτως ἔσχε, προπυθόμενος δ ὁ Αὔγουστος ὅτι νοσεῖ (οὐ γὰρ ἦν πόρρω), τὸν Τιβέριον κατὰ τάχος ἔπεμψε· καὶ ὃς ἔμπνουν τε αὐτὸν κατέλαβε καὶ ἀποθανόντα ἐς τὴν Ῥώμην ἐκόμισε, τὰ μὲν πρῶτα μέχρι τοῦ χειμαδίου τοῦ στρατοῦ διά τε τῶν ἑκατοντάρχων καὶ διὰ τῶν χιλιάρχων, ἐκεῖθεν δὲ διὰ τῶν καθ ἑκάστην πόλιν πρώτων βαστάσας. καὶ αὐτοῦ ἐν τῇ ἀγορᾷ προτεθέντος διπλοῦς ὁ ἐπιτάφιος ἐλέχθη· ὅ τε γὰρ Τιβέριος ἐνταῦθα αὐτὸν ἐπῄνεσε, καὶ ὁ Αὔγουστος ἐν τῷ Φλαμινίῳ ἱπποδρόμῳ· ἐξεστράτευτο γάρ, καὶ οὐκ ἦν οἱ ὅσιον μὴ οὐ τὰ καθήκοντα ἐπὶ τοῖς κατειργασμένοις, παρ αὐτὴν τὴν εἴσω τοῦ πωμηρίου ἔσοδον, ἐπιτελέσαι. καὶ ὁ μὲν ἔς τε τὸ Ἄρειον πεδίον ὑπὸ τῶν ἱππέων, τῶν τε ἐς τὴν ἱππάδα ἀκριβῶς τελούντων καὶ τῶν ἐκ τοῦ βουλευτικοῦ γένους ὄντων, ἠνέχθη, κἀνταῦθα πυρὶ δοθεὶς ἐς τὸ τοῦ Αὐγούστου μνημεῖον κατετέθη, Γερμανικός τε μετὰ τῶν παίδων ἐπονομασθείς, καὶ τιμὰς καὶ εἰκόνων καὶ ἁψῖδος κενοταφίου τε πρὸς αὐτῷ τῷ Ῥήνῳ λαβών· ὁ δὲ δὴ Τιβέριος τῶν τε Δελματῶν καὶ τῶν Παννονίων ὑποκινησάντων τι αὖθις ζῶντος ἔτι αὐτοῦ κρατήσας, τά τε ἐπὶ τοῦ κέλητος ἐπινίκια ἔπεμψε, καὶ τοῦ δήμου τοὺς μὲν ἐν τῷ Καπιτωλίῳ τοὺς δ ἄλλοθι πολλαχόθι ἐδείπνισε. κἀν τούτῳ καὶ ἡ Λιουία μετὰ τῆς Ἰουλίας τὰς γυναῖκας εἱστίασε. τὰ δ αὐτὰ ταῦτα καὶ τῷ Δρούσῳ ἡτοιμάζετο· καί γε αἱ ἀνοχαὶ δεύτερον τὴν χάριν αὐτοῦ, πρὸς τὸ τὰ νικητήρια ἐν ἐκείναις αὐτὸν ἑορτάσαι, γενήσεσθαι ἔμελλον. ἀλλ ὁ μὲν προαπώλετο, ἡ δὲ δὴ Λιουία εἰκόνων τε ἐπὶ παραμυθίᾳ ἔτυχε, καὶ ἐς τὰς μητέρας τὰς {τε} τρὶς τεκούσας ἐσεγράφη. οἷς γὰρ ἂν τὸ δαιμόνιον, εἴτ οὖν ἀνδρῶν εἴτε γυναικῶν, μὴ δῷ τοσαυτάκις τεκνῶσαι, τούτων τισὶν ὁ νόμος, πρότερον μὲν διὰ τῆς βουλῆς νῦν δὲ διὰ τοῦ αὐτοκράτορος, τὰ τῶν τρὶς γεγεννηκότων δικαιώματα χαρίζεται, ὥστε σφᾶς μήτε τοῖς τῆς ἀπαιδίας ἐπιτιμίοις ἐνέχεσθαι καὶ τὰ τῆς πολυπαιδίας ἆθλα πλὴν ὀλίγων τινῶν καρποῦσθαι. καὶ αὐτὰ οὐκ ἄνθρωποι μόνον ἀλλὰ καὶ θεοὶ εὑρίσκονται, ἵν ἄν τίς τι αὐτοῖς τελευτῶν καταλίπῃ λαμβάνωσι.
[55,3] τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δ Αὔγουστος τάς τε τῆς γερουσίας ἕδρας ἐν ῥηταῖς ἡμέραις γίγνεσθαι ἐκέλευσεν (ἐπειδὴ γὰρ οὐδὲν πρότερον ἀκριβῶς περὶ αὐτῶν ἐτέτακτο καί τινες διὰ τοῦτο πολλάκις ὑστέριζον, δύο βουλὰς κατὰ μῆνα κυρίας ἀπέδειξεν, ὥστε ἐς αὐτὰς ἐπάναγκες, οὕς γε καὶ ὁ νόμος ἐκάλει, συμφοιτᾶν· καὶ ὅπως γε μηδ ἄλλη μηδεμία σκῆψις τῆς ἀπουσίας αὐτοῖς ὑπάρχῃ, προσέταξε μήτε δικαστήριον μήτ ἄλλο μηδὲν τῶν προσηκόντων σφίσιν ἐν ἐκείνῳ τῷ καιρῷ γίγνεσθαι), τόν τε ἀριθμὸν τὸν ἐς τὴν κύρωσιν τῶν δογμάτων ἀναγκαῖον καθ ἕκαστον εἶδος αὐτῶν, ὥς γε ἐν κεφαλαίοις εἰπεῖν, διενομοθέτησε, καὶ τὰ ζημιώματα τοῖς μὴ δι εὔλογόν τινα αἰτίαν τῆς συνεδρείας ἀπολειπομένοις ἐπηύξησεν. ἐπειδή τε πολλὰ τῶν τοιούτων ὑπὸ τοῦ πλήθους τῶν ὑπευθύνων ἀτιμώρητα εἴωθε γίγνεσθαι, κληροῦσθαί τε αὐτοὺς εἰ συχνοὶ τοῦτο ποιήσειαν, καὶ τὸν ἀεὶ πέμπτον λαχόντα ὀφλισκάνειν αὐτὰ ἐκέλευσε. τά τε ὀνόματα συμπάντων τῶν βουλευόντων ἐς λεύκωμα ἀναγράψας ἐξέθηκε· καὶ ἐξ ἐκείνου καὶ νῦν κατ ἔτος τοῦτο ποιεῖται. ταῦτα μὲν ἐπὶ τῇ τῆς συμφοιτήσεως αὐτῶν ἀνάγκῃ ἔπραξεν· εἰ δ οὖν ποτε ἐκ συντυχίας τινὸς μὴ συλλεχθεῖεν ὅσους ἡ χρεία ἑκάστοτε ἐκάλει (πλὴν γὰρ ὅτι ὁσάκις ἂν αὐτὸς ὁ αὐτοκράτωρ παρῇ, ἔν γε ταῖς ἄλλαις ἡμέραις ἐς πάντα ὀλίγου τὸ τῶν ἀθροιζομένων πλῆθος καὶ τότε καὶ μετὰ ταῦτα ἀκριβῶς ἐξητάζετο), ἐβουλεύοντο μὲν καὶ ἥ γε γνώμη συνεγράφετο, οὐ μέντοι καὶ τέλος τι ὡς κεκυρωμένη ἐλάμβανεν, ἀλλὰ αὐκτώριτας ἐγίγνετο, ὅπως φανερὸν τὸ βούλημα αὐτῶν ᾖ. τοιοῦτον γάρ τι ἡ δύναμις τοῦ ὀνόματος τούτου δηλοῖ· ἑλληνίσαι γὰρ αὐτὸ καθάπαξ ἀδύνατόν ἐστι. τὸ δ αὐτὸ τοῦτο καὶ εἴ ποτε ἐν τόπῳ τινὶ μὴ νενομισμένῳ ἢ ἡμέρᾳ μὴ καθηκούσῃ, ἢ καὶ ἔξω νομίμου παραγγέλματος, ὑπὸ σπουδῆς ἠθροίσθησαν, ἢ καὶ ἐναντιωθέντων τινῶν δημάρχων τὸ μὲν δόγμα οὐκ ἠδυνήθη γενέσθαι, τὴν δὲ δὴ γνώμην σφῶν οὐχ ὑπέμενον ἀποκρυφθῆναι, ἐνομίζετο· καὶ αὐτῇ μετὰ ταῦτα καὶ ἡ κύρωσις κατὰ τὰ πάτρια ἐπήγετο καὶ ἡ ἐπίκλησις ἡ τοῦ δόγματος ἐπεφέρετο. τοῦτό τε οὖν ἰσχυρῶς ἐπὶ πλεῖστον τοῖς πάλαι τηρηθὲν ἐξίτηλον τρόπον τινὰ ἤδη γέγονε, καὶ τὸ τῶν στρατηγῶν· καὶ γὰρ ἐκεῖνοι ἀγανακτήσαντες ὅτι μηδεμίαν γνώμην, καίτοι τῶν δημάρχων προτετιμημένοι, ἐς τὴν βουλὴν ἐσέφερον, παρὰ μὲν τοῦ Αὐγούστου ἔλαβον αὐτὸ ποιεῖν, ὑπὸ δὲ δὴ τοῦ χρόνου ἀφῃρέθησαν.
[55,4] ταῦτά τε οὖν καὶ τἆλλα ἃ τότε ἐνομοθέτησεν, ἔς τε τὸ συνέδριον ἐν λευκώμασι γεγραμμένα προέθηκε πρὶν χρηματίσαι τι περὶ αὐτῶν, καὶ τοῖς βουλευταῖς μεθ ἑνὸς ἑτέρου ἐσελθοῦσιν ἀναγνῶναι ἐπέτρεψεν, ὅπως ἄν τι μὴ ἀρέσῃ αὐτοὺς ἢ καὶ ἕτερόν τι βέλτιον συμβουλεῦσαι δυνηθῶσιν εἴπωσιν. οὕτω γάρ που δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων ποτὲ αὐτῷ συνηγορήματος παρ αὐτοῦ δεηθέντος τὸ μὲν πρῶτον τῶν φίλων τινά, ὡς καὶ ἐν ἀσχολίᾳ ὤν, συνειπεῖν αὐτῷ κελεῦσαι, ἔπειτ ἐπειδὴ ἐκεῖνος ὀργισθεὶς ἔφη "ἐγὼ μέντοι, ὁσάκις ἐπικουρίας χρείαν ἔσχες, οὐκ ἄλλον τινὰ ἀντ ἐμαυτοῦ σοι ἔπεμψα, ἀλλ αὐτὸς πανταχοῦ προεκινδύνευσά σου," ἔς τε τὸ δικαστήριον ἐσελθεῖν καὶ συνηγορῆσαί οἱ. φίλῳ τέ τινι δίκην φεύγοντι συνεξητάσθη, προεπικοινώσας αὐτὸ τοῦτο τῇ γερουσίᾳ· καὶ ἐκεῖνόν τε ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ οὐχ ὅπως δι ὀργῆς ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χρησάμενον, ἀλλὰ καὶ εὐθυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν ἄντικρυς ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν τῶν πολλῶν πονηρίαν εἴη. ἄλλους γε μὴν ἐπιβουλεύειν οἱ μηνυθέντας ἐκόλασε. καὶ ταμίας ἔν τε τῇ παραλίᾳ τῇ πρὸς τῇ πόλει καὶ ἐν ἑτέροις τισὶ τῆς Ἰταλίας χωρίοις ἄρχειν ἐποίησε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. τότε μὲν οὖν οὐκ ἠθέλησεν ἐς τὴν πόλιν διὰ τὸν τοῦ Δρούσου θάνατον, ὥσπερ εἶπον, ἐσελθεῖν,
[55,5] τῷ δὲ ἑξῆς ἔτει, ἐν ᾧ Ἀσίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ νομιζόμενον ἐσήνεγκε. καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ πλεῖον ἐν τῷ τοῦ Δρούσου ὀλέθρῳ ἐζημιῶσθαι ἢ ἐν ταῖς νίκαις ὠφελῆσθαι νομίζων· οἱ δὲ δὴ ὕπατοι τά τε ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ ἐκ τῶν αἰχμαλώτων τινὰς ἀλλήλοις συνέβαλον. καὶ μετὰ τοῦθ ὁ Αὔγουστος, αἰτιαθέντων καὶ ἐκείνων καὶ τῶν ἄλλων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τινος ἀποδεδειγμένων, τοῦτο μὲν οὔτε ἐξήλεγξεν οὔτ ἀρχὴν προσεποιήσατο εἰδέναι· οὔτε γὰρ κολάσαι τινὰς οὔτ αὖ συγγνῶναι ἐλεγχθεῖσιν ἠθέλησε· τοὺς δὲ δὴ σπουδαρχιῶντας χρήματα πρὸ τῶν ἀρχαιρεσιῶν ὥσπερ τι ἐνέχυρον προῄτησεν, ἐπὶ τῷ μηδὲν τοιοῦτο αὐτοὺς ποιῆσαι ἢ στερηθῆναι τῶν δεδομένων. καὶ τοῦτο μὲν πάντες ἐπῄνεσαν· ὅτι δ οὐκ ἐξὸν ὂν δοῦλον κατὰ δεσπότου βασανισθῆναι ἐκέλευσεν, ὁσάκις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ αὐτὸν ἢ καὶ ἑαυτῷ πιπράσκεσθαι, ὅπως ὡς ἀλλότριος τοῦ κρινομένου ὢν ἐξετάζηται, οἱ μὲν ᾐτιῶντο, ὅτι ὁ νόμος τῇ τοῦ δεσπότου μεταλλαγῇ καταλύεσθαι ἔμελλεν, οἱ δ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι, ὅτι πολλοὶ διὰ τοῦτο καὶ ἐπ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς ἀρχαῖς συνίσταντο.
[55,6] μετὰ δὲ δὴ ταῦτα τήν τε ἡγεμονίαν, καίπερ ἀφιείς, ὡς ἔλεγεν, ἐπειδὴ τὰ δέκα ἔτη τὰ δεύτερα ἐξεληλύθει, ἄκων δῆθεν αὖθις ὑπέστη, καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσε. καὶ αὐτὸς μὲν ἐν τῇ οἰκείᾳ ὑπέμεινεν, ὁ δὲ δὴ Τιβέριος τὸν Ῥῆνον διέβη. φοβηθέντες οὖν αὐτοὺς οἱ βάρβαροι πλὴν τῶν Συγάμβρων ἐπεκηρυκεύσαντο, καὶ οὔτε τότε ἔτυχόν τινος (ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκείνων σπείσεσθαι) οὔθ ὕστερον. ἔπεμψαν μὲν γὰρ καὶ οἱ Σύγαμβροι πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξασθαί τι ὥστε καὶ ἐκείνους πάντας, καὶ πολλοὺς καὶ ἐλλογίμους ὄντας, προσαπολέσθαι· ὅ τε γὰρ Αὔγουστος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέθετο, καὶ ἐκεῖνοι δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. κἀκ τούτου χρόνον μέν τινα ἡσύχασαν, ἔπειτ ἐπὶ πολλῷ τὸ πάθημά σφων τοῖς Ῥωμαίοις ἀνταπέδοσαν. ὁ δ οὖν Αὔγουστος τοῦτό τε οὕτως ἐποίησε, καὶ τοῖς στρατιώταις ἀργύριον, οὐχ ὡς καὶ κεκρατηκόσι, καίτοι τὸ τοῦ αὐτοκράτορος ὄνομα καὶ αὐτὸς λαβὼν καὶ τῷ Τιβερίῳ δούς, ἀλλ ὅτι τὸν Γάιον ἐν ταῖς γυμνασίαις τότε πρῶτον συνεξεταζόμενόν σφισιν ἔσχον, ἐχαρίσατο. τὸν δ οὖν Τιβέριον ἐς τὴν τοῦ αὐτοκράτορος ἀρχὴν ἀντὶ τοῦ Δρούσου προαγαγὼν τῇ τε ἐπικλήσει ἐκείνῃ ἐγαύρωσε καὶ ὕπατον αὖθις ἀπέδειξε, γράμματά τε κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ πρὶν ἐς τὴν ἀρχὴν ἐσελθεῖν, ἐκθεῖναι πρὸς τὸ κοινὸν ἐποίησε, καὶ προσέτι καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν· αὐτὸς γὰρ ἐκεῖνα μὲν οὐκ ἠθέλησε πέμψαι, ἐς δὲ δὴ τὰ γενέθλια ἱπποδρομίαν ἀίδιον ἔλαβε. τά τε τοῦ πωμηρίου ὅρια ἐπηύξησε, καὶ τὸν {μὲν} μῆνα τὸν Σεξτίλιον ἐπικαλούμενον Αὔγουστον ἀντωνόμασε· τῶν γὰρ ἄλλων τὸν Σεπτέμβριον οὕτως, ἐπειδήπερ ἐν αὐτῷ ἐγεγέννητο, προσαγορεῦσαι ἐθελησάντων ἐκεῖνον αὐτοῦ προετίμησεν, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ πρῶτον ἀπεδέδεικτο καὶ μάχας πολλὰς καὶ μεγάλας ἐνενικήκει.
[55,7] ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἀπ αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ παρέλυε καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δέ, δικάζοντί ποτε αὐτῷ προσστάς, καὶ ἰδὼν ὅτι πολλοὺς θανατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγύς οἱ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον "ἀνάστηθι ἤδη ποτέ, δήμιε," καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστ ἐκεῖνον μήτ ἀποκτεῖναί τινα καὶ εὐθὺς ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα τῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τε παρ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω. τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ ἐπ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος μὲν ὁ Μαικήνας ἐγένετο, καὶ οὕτω τῷ Αὐγούστῳ ἐχρῆτο· πρῶτός τε κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶτος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύλου ἀπελευθέρου συχνοὺς ἐξεδίδαξε.
[55,8] Τιβέριος δὲ ἐν τῇ νουμηνίᾳ ἐν ᾗ ὑπατεύειν μετὰ Γναίου Πίσωνος ἤρξατο, ἔς τε τὸ Ὀκταουίειον τὴν βουλὴν ἤθροισε διὰ τὸ ἔξω τοῦ πωμηρίου αὐτὸ εἶναι, καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευάσαι προστάξας, ὅπως τό τε ἴδιον καὶ τὸ τοῦ Δρούσου ὄνομα αὐτῷ ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ τεμένισμα τὸ Λίουιον ὠνομασμένον καθιέρωσε μετὰ τῆς μητρός· καὶ αὐτὸς μὲν τὴν γερουσίαν ἐν τῷ Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκας ἰδίᾳ που εἱστίασε. καὶ οὐ πολλῷ ὕστερον κινηθέντων τινῶν ἐν τῇ Γερμανίᾳ ἐξωρμήθη· τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου γενομένην ὁ Γάιος ἀντ αὐτοῦ σὺν τῷ Πίσωνι διέθηκε. τό τε πεδίον τὸ Ἀγρίππειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον αὐτὸς ὁ Αὔγουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ (ἦν δὲ οἶκος μέγιστος τῶν πώποτε μίαν ὀροφὴν σχόντων· νῦν γὰρ δὴ πάσης τῆς στέγης αὐτοῦ καθαιρεθείσης, ὅτι οὐκ ἠδυνήθη αὖθις συστῆναι, ἀχανής ἐστιν) ὅ τε Ἀγρίππας οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσθη· ἡ δὲ ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πῶλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ τοὺς δρόμους διακοσμήσασα ἐποίει, οὐδέπω ἐξείργαστο. κἀν τούτῳ καὶ αἱ ἐπιτάφιοι ἐπὶ τῷ Ἀγρίππᾳ ὁπλομαχίαι, φαιὰν ἐσθῆτα τῶν τε ἄλλων πλὴν τοῦ Αὐγούστου καὶ αὐτῶν τῶν υἱέων αὐτοῦ λαβόντων, καὶ ἑνὸς πρὸς ἕνα καὶ πλειόνων πρὸς ἴσους, ἐν τοῖς σέπτοις διά τε τὴν ἐς τὸν Ἀγρίππαν τιμὴν καὶ διὰ τὸ πολλὰ τῶν περὶ τὴν ἀγορὰν οἰκοδομημάτων κεκαῦσθαι, ἐγένοντο. καὶ τὸ μὲν τοῦ πυρὸς αἴτιον ἐς τοὺς χρεωφείλας ἀνεφέρετο, ὡς καὶ ἐπίτηδες αὐτὸ παρασκευάσαντας ἵν ἀποκόψωσί τι τῶν χρεῶν, συχνὰ δόξαντες ἐζημιῶσθαι· ἔτυχον δὲ ἐκεῖνοι μὲν οὐδενός, οἱ δὲ δὴ στενωποὶ ἐπιμελητῶν τινων ἐκ τοῦ δήμου, οὓς καὶ στενωπάρχους καλοῦμεν· καί σφισι καὶ τῇ ἐσθῆτι τῇ ἀρχικῇ καὶ ῥαβδούχοις δύο, ἐν αὐτοῖς τοῖς χωρίοις ὧν ἂν ἄρχωσιν, ἡμέραις τισὶ χρῆσθαι ἐδόθη, ἥ τε δουλεία ἡ τοῖς ἀγορανόμοις τῶν ἐμπιμπραμένων ἕνεκα συνοῦσα ἐπετράπη, καίτοι καὶ ἐκείνων καὶ τῶν δημάρχων τῶν τε στρατηγῶν πᾶσαν τὴν πόλιν, δεκατέσσαρα μέρη νεμηθεῖσαν, κλήρῳ προσταχθέντων· ὃ καὶ νῦν γίγνεται. τοσαῦτα μὲν ἐν τῷ ἔτει τούτῳ ἐπράχθη· ἐν γὰρ δὴ τῇ Γερμανίᾳ οὐδὲν ἄξιον μνήμης συνέβη·
[55,9] τῷ δὲ ὑστέρῳ, ἐν ᾧ Γάιός τε Ἀντίστιος καὶ Λαίλιος Βάλβος ὑπάτευσαν, ἰδὼν ὁ Αὔγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον αὐτούς τε μὴ πάνυ, οἷα ἐν ἡγεμονίᾳ τρεφομένους, τὰ ἑαυτοῦ ἤθη ζηλοῦντας (οὐ γὰρ ὅτι ἁβρότερον διῆγον, ἀλλὰ καὶ ἐθρασύνοντο· ἐς γοῦν τὸ θέατρόν ποτε καθ ἑαυτὸν ὁ Λούκιος ἐσῆλθε) καὶ πρὸς πάντων τῶν ἐν τῇ πόλει, τὰ μὲν γνώμῃ τὰ δὲ θεραπείᾳ, κολακευομένους κἀκ τούτου ἔτι καὶ μᾶλλον θρυπτομένους (τά τε γὰρ ἄλλα καὶ ὕπατον τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τελοῦντα προεχειρίσαντο), ἠγανάκτησε, καὶ προσεπηύξατο μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ αὐτὸν κατέλαβε γενέσθαι, ὥστε τινὰ νεώτερον εἰκοσιετοῦς ὑπατεῦσαι. ἐπειδή τε καὶ ὣς ἐνέκειντό οἱ, τότε ἔφη χρῆναί τινα τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅταν μήτε τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου σπουδαῖς ἀνθίστασθαι δύνηται. καὶ μετὰ τοῦθ ἱερωσύνην μέν τινα αὐτῷ καὶ τὴν ἐς τὸ συνέδριον συμφοίτησιν τό τε συνθεᾶσθαι καὶ τὸ συνεστιᾶσθαι τῇ βουλῇ ἔδωκε· βουληθεὶς δὲ δὴ τρόπον τινὰ μᾶλλον αὐτοὺς σωφρονίσαι, τῷ Τιβερίῳ τήν τε ἐξουσίαν τὴν δημαρχικὴν ἐς πέντε ἔτη ἔνειμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσέταξε. συνέβη δ αὐτῷ καὶ ἐκείνοις καὶ τῷ Τιβερίῳ μάτην προσκροῦσαι, τοῖς μὲν ὅτι παρεωρᾶσθαι ἔδοξαν, τῷ δὲ ὅτι τὴν ὀργὴν αὐτῶν ἐφοβήθη. ἀμέλει καὶ ἐς Ῥόδον ὡς καὶ παιδεύσεώς τινος δεόμενος ἐστάλη, μήτ ἄλλους τινὰς μήτε τὴν θεραπείαν πᾶσαν ἐπαγόμενος, ἵν ἐκποδών σφισι καὶ τῇ ὄψει καὶ τοῖς ἔργοις γένηται. καὶ τήν τε ὁδὸν ἰδιωτικῶς ἐποιήσατο, πλὴν καθ ὅσον τοὺς Παρίους τὸ τῆς Ἑστίας ἄγαλμα πωλῆσαί οἱ ἠνάγκασεν, ὅπως ἐν τῷ Ὁμονοείῳ ἱδρυθῇ· καὶ ἐς τὴν νῆσον ἐλθὼν οὐδὲν ὀγκηρὸν οὔτε ἔπραττεν οὔτε ἔλεγεν. ἡ μὲν οὖν ἀληθεστάτη αἰτία τῆς ἐκδημίας αὐτοῦ τοιαύτη ἐστί, λόγον δέ τινα ἔχει καὶ διὰ τὴν γυναῖκα τὴν Ἰουλίαν, ὅτι μηκέτ αὐτὴν φέρειν ἐδύνατο, τοῦτο ποιῆσαι· κατέλιπε γοῦν αὐτὴν ἐν τῇ Ῥώμῃ. οἱ δὲ ἔφασαν χαλεπῆναι αὐτὸν ὅτι μὴ καὶ Καῖσαρ ἀπεδείχθη οἱ δὲ ὑπ αὐτοῦ τοῦ Αὐγούστου ὡς καὶ τοῖς παισὶν αὐτοῦ ἐπιβουλεύοντα ἐκβληθῆναι. ὅτι μὲν γὰρ οὔτε παιδείας ἕνεκα οὔτ ἀβουλήσας τὰ δεδογμένα ἀπεδήμησε, δῆλον ἔκ τε τῶν ἄλλων ὧν μετὰ ταῦτα ἔπραξε, καὶ ἐκ τοῦ τὰς διαθήκας αὐτὸν εὐθὺς {τὸ} τότε καὶ λῦσαι καὶ τῇ μητρὶ τῷ τε Αὐγούστῳ ἀναγνῶναι, ἐγένετο· κατεικάζετο πάνθ ὅσα ἐνεδέχετο.
[55,10] - - - ὁ δὲ Αὔγουστος τὸ τοῦ σιτοδοτουμένου πλῆθος ἀόριστον ὂν ἐς εἴκοσι μυριάδας κατέκλεισε, καὶ ὥς γέ τινες λέγουσι, καθ ἕνα ἑξήκοντα δραχμὰς ἔδωκε. - - - {Ἄ}ρει, ἑαυτὸν δὲ καὶ τοὺς ἐγγόνους, ὁσάκις ἂν ἐθελήσωσι, τούς τε ἐκ τῶν παίδων ἐξιόντας καὶ ἐς τοὺς ἐφήβους ἐγγραφομένους ἐκεῖσε πάντως ἀφικνεῖσθαι, καὶ τοὺς ἐπὶ τὰς ἀρχὰς τὰς ἐκδήμους στελλομένους ἐκεῖθεν ἀφορμᾶσθαι, τάς τε γνώμας τὰς περὶ τῶν νικητηρίων ἐκεῖ τὴν βουλὴν ποιεῖσθαι, καὶ τοὺς πέμψαντας αὐτὰ τῷ Ἄρει τούτῳ καὶ τὸ σκῆπτρον καὶ τὸν στέφανον ἀνατιθέναι, καὶ ἐκείνους τε καὶ τοὺς ἄλλους τοὺς τὰς ἐπινικίους τιμὰς λαμβάνοντας ἐν τῇ ἀγορᾷ χαλκοῦς ἵστασθαι, ἄν τέ ποτε σημεῖα στρατιωτικὰ ἐς πολεμίους ἁλόντα ἀνακομισθῇ, ἐς τὸν ναὸν αὐτὰ τίθεσθαι, καὶ πανήγυρίν τινα πρὸς τοῖς ἀναβασμοῖς αὐτοῦ ὑπὸ τῶν ἀεὶ ἰλαρχούντων ποιεῖσθαι, ἧλόν τε αὐτῷ ὑπὸ τῶν τιμητευσάντων προσπήγνυσθαι, καὶ τήν τε παράσχεσιν τῶν ἵππων τῶν ἐς τὴν ἱπποδρομίαν ἀγωνιουμένων καὶ τὴν τοῦ ναοῦ φυλακὴν καὶ βουλευταῖς ἐργολαβεῖν ἐξεῖναι, καθάπερ ἐπί τε τοῦ Ἀπόλλωνος καὶ ἐπὶ τοῦ Διὸς τοῦ Καπιτωλίου ἐνενομοθέτητο. ἐπὶ μὲν τούτοις τὸ μέγαρον ἐκεῖνο ὁ Αὔγουστος ἐθείωσε, καίτοι τῷ τε Γαΐῳ καὶ τῷ Λουκίῳ πάντα καθάπαξ τὰ τοιαῦτα ἱεροῦν ἐπιτρέψας ὑπατικῇ τινι ἀρχῇ κατὰ τὸ παλαιὸν χρωμένοις. καὶ τήν γε ἱπποδρομίαν αὐτοὶ τότε διέθεσαν, τήν τε Τροίαν καλουμένην οἱ παῖδες οἱ πρῶτοι μετὰ τοῦ Ἀγρίππου τοῦ ἀδελφοῦ αὐτῶν ἵππευσαν. καὶ λέοντες ἑξήκοντα καὶ διακόσιοι ἐν τῷ ἱπποδρόμῳ ἐσφάγησαν. ὁπλομαχία τε ἐν τοῖς σέπτοις καὶ ναυμαχία ἐν τῷ χωρίῳ ἐν ᾧ καὶ νῦν ἔτι σημεῖά τινα αὐτῆς δείκνυται Περσῶν καὶ Ἀθηναίων ἐποιήθη· ταῦτα γὰρ τὰ ὀνόματα τοῖς ναυμαχοῦσιν ἐτέθη, καὶ ἐνίκων καὶ τότε οἱ Ἀθηναῖοι. καὶ μετὰ τοῦτο ἔς τε τὸν Φλαμίνιον ἱππόδρομον ὕδωρ ἐσήχθη, καὶ ἐν αὐτῷ κροκόδειλοι ἓξ καὶ τριάκοντα κατεκόπησαν. οὐ μέντοι καὶ διὰ πασῶν τῶν ἡμερῶν τούτων ὁ Αὔγουστος ὑπάτευσεν, ἀλλ ἐπ ὀλίγον ἄρξας ἄλλῳ τὸ ὄνομα τῆς ὑπατείας ἔδωκε. τῷ μὲν οὖν Ἄρει ταῦτ ἐγένετο, αὐτῷ δὲ δὴ τῷ Αὐγούστῳ ἀγών τε ἱερὸς ἐν Νέᾳ πόλει τῇ Καμπανίδι, λόγῳ μὲν ὅτι κακωθεῖσαν αὐτὴν καὶ ὑπὸ σεισμοῦ καὶ ὑπὸ πυρὸς ἀνέλαβεν, τὸ δ ἀληθὲς ἐπειδὴ τὰ τῶν Ἑλλήνων μόνοι τῶν προσχώρων τρόπον τινὰ ἐζήλουν, ἐψηφίσθη, καὶ ἡ ἐπωνυμία ἡ τοῦ πατρὸς ἀκριβῶς ἐδόθη· πρότερον γὰρ ἄλλως ἄνευ ψηφίσματος ἐπεφημίζετο. καὶ μέντοι καὶ ἐπάρχους τῶν δορυφόρων τότε πρῶτον Κύιντόν τε Ὀστώριον Σκαπούλαν καὶ Πούπλιον Σάλουιον Ἄπρον ἀπέδειξεν· οὕτω γάρ τοι αὐτοὺς καὶ ἐγὼ μόνους τῶν ἐπαρχόντων τινός, ἐπειδήπερ ἐκνενίκηκεν, ὀνομάζω. ἐποίησε μὲν οὖν καὶ ὁ Πυλάδης ὁ ὀρχηστὴς πανήγυρίν τινα, οὐκ αὐτὸς χειρουργήσας ἅτε καὶ ὑπεργήρως ὤν, ἀλλὰ τῇ τε σκευῇ τῇ ἀρχικῇ καὶ τοῖς ἀναλώμασιν, ἐποίησε δὲ καὶ Κύιντος Κρισπῖνος στρατηγός. λέγω δὲ οὐ τοῦτο ἀλλ ὅτι ἄνδρες τε ἱππῆς καὶ γυναῖκες οὐκ ἀφανεῖς ἐς τὴν ὀρχήστραν ἐπ αὐτοῦ ἐσήχθησαν. ἀλλὰ ταῦτα μὲν ἐν οὐδενὶ λόγῳ ὁ Αὔγουστος ἐτίθετο, τὴν δὲ δὴ Ἰουλίαν τὴν θυγατέρα ἀσελγαίνουσαν οὕτως ὥστε καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐπ αὐτοῦ γε τοῦ βήματος καὶ κωμάζειν νύκτωρ καὶ συμπίνειν ὀψέ ποτε φωράσας ὑπερωργίσθη. κατείκαζε μὲν γὰρ καὶ πρότερον οὐκ ὀρθῶς αὐτὴν βιοῦν, οὐ μέντοι καὶ ἐπίστευεν· οἱ γάρ τοι τὰς ἡγεμονίας ἔχοντες πάντα μᾶλλον ἢ τὰ σφέτερα γιγνώσκουσι, καὶ οὔτ αὐτοί τι τοὺς συνόντας ὧν ποιοῦσι λανθάνουσιν οὔτε τὰ ἐκείνων ἀκριβοῦσι. τότε δ οὖν μαθὼν τὰ πραττόμενα τοσούτῳ θυμῷ ἐχρήσατο ὥστε μηδ οἴκοι αὐτὰ κατασχεῖν ἀλλὰ καὶ τῇ γερουσίᾳ κοινῶσαι. κἀκ τούτου ἐκείνη μὲν ἐς Πανδατερίαν τὴν πρὸς Καμπανίᾳ νῆσον ὑπερωρίσθη, καὶ αὐτῇ καὶ ἡ Σκριβωνία ἡ μήτηρ ἑκοῦσα συνεξέπλευσε· τῶν δὲ δὴ χρησαμένων αὐτῇ ὁ μὲν Ἴουλλος ὁ Ἀντώνιος, ὡς καὶ ἐπὶ τῇ μοναρχίᾳ τοῦτο πράξας, ἀπέθανε μετ ἄλλων τινῶν ἐπιφανῶν ἀνδρῶν, οἱ δὲ λοιποὶ ἐς νήσους ὑπερωρίσθησαν. καὶ ἐπειδὴ καὶ δήμαρχός τις ἐν αὐτοῖς ἦν, οὐ πρότερον πρὶν διάρξαι ἐκρίθη. πολλῶν δὲ ἐκ τούτου καὶ ἄλλων γυναικῶν ἐφ ὁμοίοις τισὶν αἰτίαν λαβουσῶν οὐ πάσας τὰς δίκας ἐδέξατο, ἀλλὰ καὶ χρόνον τινὰ ἀφώρισεν ὥστε τὰ πρὸ ἐκείνου πραχθέντα μὴ πολυπραγμονεῖσθαι. ἐπὶ γὰρ τῆς θυγατρὸς μηδὲν μετριάσας, ἀλλὰ καὶ φήσας ὅτι Φοίβης πατὴρ μᾶλλον ἢ ἐκείνης γεγονέναι ἤθελε, τῶν ἄλλων ἐφείδετο. ἡ δὲ δὴ Φοίβη ἐξελευθέρα τε τῆς Ἰουλίας καὶ συνεργὸς οὖσα προαπέθανεν ἑκουσία, διόπερ καὶ ὁ Αὔγουστος αὐτὴν ἐπῄνεσε. - - - ἑτέρους ἐκ τῆς Αἰγύπτου ἐπιστρατεύσαντάς σφισιν ἀπεώσαντο, οὐ πρότερόν τε ἐνέδοσαν πρὶν χιλίαρχόν τινα ἐκ τοῦ δορυφορικοῦ ἐπ αὐτοὺς πεμφθῆναι. καὶ ἐκεῖνος δὲ ἐν χρόνῳ τὰς καταδρομὰς αὐτῶν ἐπέσχεν, ὥστε ἐπὶ πολὺ μηδένα βουλευτὴν τῶν ταύτῃ πόλεων ἄρξαι. ταῦτά τε οὖν ἅμα καὶ τὰ τῶν Κελτῶν ἐκαινώθη. ὁ γὰρ Δομίτιος πρότερον μέν, ἕως ἔτι τῶν πρὸς τῷ Ἴστρῳ χωρίων ἦρχε, τούς τε Ἑρμουνδούρους ἐκ τῆς οἰκείας οὐκ οἶδ ὅπως ἐξαναστάντας καὶ κατὰ ζήτησιν ἑτέρας γῆς πλανωμένους ὑπολαβὼν ἐν μέρει τῆς Μαρκομαννίδος κατῴκισε, καὶ τὸν Ἀλβίαν μηδενός οἱ ἐναντιουμένου διαβὰς φιλίαν τε τοῖς ἐκείνῃ βαρβάροις συνέθετο καὶ βωμὸν ἐπ αὐτοῦ τῷ Αὐγούστῳ ἱδρύσατο. τότε δὲ πρός τε τὸν Ῥῆνον μετελθών, καὶ ἐκπεσόντας τινὰς Χερούσκων καταγαγεῖν δι ἑτέρων ἐθελήσας, ἐδυστύχησε καὶ καταφρονῆσαί σφων καὶ τοὺς ἄλλους βαρβάρους ἐποίησεν. οὐ μέντοι καὶ πλέον τι τῷ ἔτει ἐκείνῳ ὑπ αὐτοῦ ἐπράχθη· διὰ γὰρ τὸν Παρθικὸν πόλεμον ὑπόγυον ὄντα οὐδεμία αὐτῶν ἐπιστροφὴ τότε ἐγένετο. οὐ μὴν οὐδὲ τοῖς Πάρθοις ἐπολεμήθη. ὁ γὰρ Φρατάκης τὸν Γάιον ἔν τε τῇ Συρίᾳ ὄντα καὶ ὑπατεύοντα ἀκούσας, καὶ προσέτι καὶ τὰ οἰκεῖα μηδὲ πρότερον εὐνοϊκῶς οἱ ἔχοντα ὑποτοπήσας, προκατηλλάγη ἐπὶ τῷ αὐτός τε τῆς Ἀρμενίας ἀποστῆναι καὶ τοὺς ἀδελφοὺς αὐτοῦ πέραν θαλάσσης εἶναι. οἵ γε μὴν Ἀρμένιοι, καίπερ τοῦ τε Τιγράνου ἐκ πολέμου τινὸς βαρβαρικοῦ φθαρέντος καὶ τῆς Ἐρατοῦς τὴν ἀρχὴν ἀφείσης, ὅμως ἐπειδὴ Ἀριοβαρζάνει τινὶ Μήδῳ, ὅς ποτε μετὰ τοῦ Τιριδάτου πρὸς τοὺς Ῥωμαίους ἀφῖκτο, παρεδίδοντο, ἐπολέμησάν σφισι τῷ ὑστέρῳ ἔτει, ἐν ᾧ Πούπλιός τε Οὐινίκιος καὶ Πούπλιος Οὐᾶρος ὑπάτευσαν. καὶ ἄλλο μὲν οὐδὲν ἀξιόλογον ἔδρασαν, Ἄδδων δέ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο τὸν Γάιον ὑπὸ τὸ τεῖχος ὡς καὶ τῶν τοῦ Πάρθου τι ἀπορρήτων αὐτῷ φράσων, καὶ ἔτρωσεν αὐτόν, κἀκ τούτου πολιορκηθεὶς ἐπὶ πλεῖστον ἀντέσχεν. ἁλόντος δ οὖν ποτε αὐτοῦ τό τε ὄνομα τὸ τοῦ αὐτοκράτορος οὐχ ὁ Αὔγουστος μόνον ἀλλὰ καὶ ὁ Γάιος ἐπέθετο, καὶ τὴν Ἀρμενίαν τότε μὲν ὁ Ἀριοβαρζάνης, ἀποθανόντος δὲ αὐτοῦ οὐ πολλῷ ὕστερον Ἀρτάβαζος ὁ υἱὸς παρά τε τοῦ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς ἔλαβεν. ὁ δ οὖν Γάιος ἐκ τοῦ τραύματος ἠρρώστησε, καὶ ἐπειδὴ μηδ ἄλλως ὑγιεινὸς ἦν, ὑφ οὗπερ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη. καὶ τέλος ἰδιωτεύειν τε ἠξίου καὶ ἐν τῇ Συρίᾳ που καταμεῖναι ἤθελεν, ὥστε τὸν Αὔγουστον περιαλγήσαντα τῇ τε γερουσίᾳ τὸ βούλημα αὐτοῦ κοινῶσαι καὶ ἐκεῖνον ἐς γοῦν τὴν Ἰταλίαν ἐλθόντα πράττειν ὅ τι βούλοιτο προτρέψασθαι. πάντ οὖν εὐθὺς τὰ τῆς ἀρχῆς ἀφεὶς ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσε, κἀνταῦθα ἐν Λιμύροις μετήλλαξε. πρὶν δὲ ἢ τελευτῆσαι αὐτὸν ὁ Λούκιος ἐν Μασσαλίᾳ προαπέσβη· πολλαχῇ γάρ τοι καὶ ἐκεῖνος ἄλλοτε ἄλλῃ πεμπόμενος ἠσκεῖτο, καὶ τάς γε τοῦ Γαΐου ἐπιστολὰς αὐτὸς ἐν τῇ βουλῇ, ὁσάκις ἂν παρείη, ἀνεγίγνωσκεν. ἀπέθανε δὲ ἐξαίφνης νοσήσας, ὥστε ἐπ ἀμφοτέροις σφίσι τὴν Λιουίαν, ἄλλως τε καὶ ὅτι ἐν τῷ χρόνῳ τούτῳ ὁ Τιβέριος ἐς τὴν Ῥώμην ἐκ τῆς Ῥόδου ἀφίκετο, ὑποπτευθῆναι.
[55,11] αὐτός τε γὰρ ἐμπειρότατος τῆς διὰ τῶν ἄστρων μαντικῆς ὤν, καὶ Θράσυλλον ἄνδρα πάσης ἀστρολογίας διαπεφυκότα ἔχων, πάντα καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις πεπρωμένα ἀκριβῶς ἠπίστατο· καὶ λόγον γε ἔχει ὅτι μελλήσας ποτὲ ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους, ἐπειδὴ μόνος αὐτῷ πάνθ ὅσα ἐνενόει συνῄδει, ὤσειν, οὐκέτ αὐτὸ ἐποίησε σκυθρωπάσαντα αὐτὸν ἰδών, οὔτι γε καὶ διὰ τοῦτο, ἀλλ ὅτι ἐπερωτηθεὶς διὰ τί συννένοφε, κίνδυνόν τινα ὑποπτεύειν οἱ γενήσεσθαι ἔφη· θαυμάσας γὰρ ὅτι καὶ τὴν μέλλησιν τῆς ἐπιβουλῆς προεῖδεν, φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέλησεν. οὕτω γάρ που πάντα ἐκεῖνος σαφῶς ᾔδει ὥστε καὶ τὸ πλοῖον τὸ τὴν ἀγγελίαν τῷ Τιβερίῳ τῆς ἐς τὴν Ῥώμην ἀνακομιδῆς παρά τε τῆς μητρὸς καὶ παρὰ τοῦ Αὐγούστου φέρον πόρρωθεν κατιδῶν προσπλέον, προειπεῖν αὐτῷ ἃ ἀγγέλλειν ἔμελλε.
[55,12] τοῦ δὲ Λουκίου τοῦ τε Γαΐου τὰ σώματα διά τε τῶν χιλιάρχων καὶ διὰ τῶν ἐφ ἑκάστης πόλεως πρώτων ἐς τὴν Ῥώμην ἐκομίσθη, καὶ αἱ πέλται τά τε δόρατα, ἃ παρὰ τῶν ἱππέων ἐς τοὺς ἐφήβους ἐσιόντες χρυσᾶ εἰλήφεσαν, ἐς τὸ βουλευτήριον ἀνετέθη. δεσπότης δέ ποτε ὁ Αὔγουστος ὑπὸ τοῦ δήμου ὀνομασθεὶς οὐχ ὅπως ἀπεῖτε μηδένα τούτῳ πρὸς ἑαυτὸν τῷ προσρήματι χρήσασθαι, ἀλλὰ καὶ πάνυ διὰ φυλακῆς αὐτὸ ἐποιήσατο. πληρωθείσης δέ οἱ καὶ τῆς τρίτης δεκαετίας τὴν ἡγεμονίαν καὶ τότε τὸ τέταρτον, ἐκβιασθεὶς δῆθεν, ὑπεδέξατο, πρᾳότερός τε καὶ ὀκνηρότερος ὑπὸ τοῦ γήρως πρὸς τὸ τῶν βουλευτῶν τισιν ἀπεχθάνεσθαι γεγονὼς οὐδενὶ ἔτ αὐτῶν προσκρούειν ἤθελεν. ἐμπρησμοῦ δέ ποτε τὸ παλάτιον διαφθείραντος, καὶ πολλῶν αὐτῷ πολλὰ διδόντων, οὐδὲν ἔλαβεν ἢ μόνον παρὰ μὲν τῶν δήμων χρυσοῦν παρὰ δὲ τῶν ἰδιωτῶν δραχμήν. χρυσοῦν γὰρ δὴ καὶ ἐγὼ τὸ νόμισμα τὸ τὰς πέντε καὶ εἴκοσι δραχμὰς δυνάμενον κατὰ τὸ ἐπιχώριον ὀνομάζω· καὶ τῶν Ἑλλήνων δέ τινες, ὧν τὰ βίβλια ἐπὶ τῷ ἀττικίζειν ἀναγινώσκομεν, οὕτως αὐτὸ ἐκάλεσαν. ὁ δὲ Αὔγουστος τὴν οἰκίαν οἰκοδομήσας ἐδημοσίωσε πᾶσαν, εἴτε δὴ διὰ τὴν συντέλειαν τὴν παρὰ τοῦ δήμου οἱ γενομένην, εἴτε καὶ ὅτι ἀρχιέρεως ἦν, ἵν ἐν τοῖς ἰδίοις ἅμα καὶ ἐν τοῖς κοινοῖς οἰκοίη.
[55,13] τοῦ δὲ δήμου σφόδρα ἐγκειμένου τῷ Αὐγούστῳ ἵνα καταγάγῃ τὴν θυγατέρα αὐτοῦ, θᾶσσον ἔφη πῦρ ὕδατι μιχθήσεσθαι ἢ ἐκείνην καταχθήσεσθαι. καὶ ὁ δῆμος πυρὰ ἐς τὸν Τίβεριν πολλὰ ἐνέβαλε· καὶ τότε μὲν οὐδὲν ἤνυσεν, ὕστερον δὲ ἐξεβιάσατο ὥστε ἐς γοῦν τὴν ἤπειρον αὐτὴν ἐκ τῆς νήσου κομισθῆναι. τὸν Τιβέριον καὶ ἐποιήσατο καὶ ἐπὶ τοὺς Κελτοὺς ἐξέπεμψε, τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν ἐς δέκα ἔτη δούς. καὶ μέντοι καὶ αὐτὸν ἐκεῖνον ὑποπτεύσας πῃ ἐκφρονήσειν, καὶ φοβηθεὶς μὴ καὶ νεοχμώσῃ τι, τὸν Γερμανικόν οἱ τὸν ἀδελφιδοῦν καίτοι καὶ αὐτῷ υἱὸν ἔχοντι ἐσεποίησε. κἀκ τούτων ἐπιθαρσήσας ὡς καὶ διαδόχους καὶ βοηθοὺς ἔχων, διαλέξαι τὴν γερουσίαν αὖθις ἠθέλησε, καὶ δέκα βουλευτὰς οὓς μάλιστα ἐτίμα προβαλόμενος τρεῖς ἀπ αὐτῶν ἐξεταστὰς ἀπέδειξεν, οὓς ὁ κλῆρος εἵλετο. οὐ μέντοι καὶ πολλοὶ οὔτε προκατέγνωσάν σφων ἐξουσίας αὐτοῖς δοθείσης, ὥσπερ καὶ πρότερον, οὔτ ἄκοντες ἀπηλίφησαν. τοῦτο μὲν δὴ δι ἑτέρων ἔπραξεν, αὐτὸς δὲ ἀπογραφὰς τῶν ἔν τε τῇ Ἰταλίᾳ κατοικούντων καὶ μὴ ἐλάττω πέντε μυριάδων οὐσίαν κεκτημένων ἐποιήσατο· τοὺς γὰρ ἀσθενεστέρους τούς τε ἔξω τῆς Ἰταλίας οἰκοῦντας οὐκ ἠνάγκασεν ἀπογράψασθαι, δείσας μὴ νεωτερίσωσί τι ταραχθέντες. καὶ ὅπως γε μὴ δόξειεν ὡς τιμητὴς αὐτὸ ποιεῖν, δι ὅπερ εἶπον πρότερον, ἀνθύπατον ἐξουσίαν πρός τε τὸ τέλος τῶν ἀπογραφῶν καὶ πρὸς τὴν τοῦ καθαρσίου ποίησιν προσέθετο. ἐπειδή τε συχνοὶ τῶν νεανίσκων ἔκ τε τοῦ βουλευτικοῦ γένους κἀκ τῶν ἄλλων ἱππέων ἐπένοντο μηδὲν ἐπαίτιον ἔχοντες, τοῖς μὲν πλείοσι τὸ τεταγμένον τίμημα ἀνεπλήρωσεν, ὀγδοήκοντα δέ τισι καὶ ἐς τριάκοντα αὐτὸ μυριάδας ἐπηύξησε. πολλῶν τε πολλοὺς ἀκρίτως ἐλευθερούντων, διέταξε τήν τε ἡλικίαν ἣν τόν τε ἐλευθερώσοντά τινα καὶ τὸν ἀφεθησόμενον ὑπ αὐτοῦ ἔχειν δεήσοι, καὶ τὰ δικαιώματα οἷς οἵ τε ἄλλοι πρὸς τοὺς ἐλευθερουμένους καὶ αὐτοὶ οἱ δεσπόται σφῶν γενόμενοι χρήσοιντο.
[55,14] πράσσοντι δὲ αὐτῷ ταῦτα ἐπεβούλευσαν ἄλλοι τε καὶ Γναῖος Κορνήλιος θυγατριδοῦς τοῦ μεγάλου Πομπηίου ὤν, ὥστε ἐν μεγάλῃ αὐτὸν ἀμηχανίᾳ χρόνον τινὰ γενέσθαι, μήτ ἀποκτεῖναί σφας, ὅτι οὐδὲν πλέον πρὸς ἀσφάλειαν ἐκ τῶν ἀπολλυμένων ἑώρα οἱ γιγνόμενον, μήτ ἀπολῦσαι, μὴ καὶ ἑτέρους ἐκ τούτου ἐφ ἑαυτὸν ἐπισπάσηται, ἐθέλοντα. ἀποροῦντί τε οὖν αὐτῷ ὅ τι πράξῃ, καὶ οὔτε μεθ ἡμέραν ἀφροντιστεῖν οὔτ αὖ νύκτωρ ἀτρεμεῖν δυναμένῳ ἔφη ποτὲ ἡ Λιουία "τί ἐστι τοῦτο, ὦ ἄνερ; διὰ τί οὐ καθεύδεις;" καὶ ὁ Αὔγουστος "καὶ τίς ἄν" εἶπεν, "ὦ γύναι, κἂν ἐλάχιστον ἀπομερμηρίσειε τοσούτους τε ἀεὶ ἐχθροὺς ἔχων καὶ συνεχῶς οὕτως ἄλλοτε ὑπ ἄλλων ἐπιβουλευόμενος; ἢ οὐχ ὁρᾷς ὅσοι καὶ ἐμοὶ καὶ τῇ ἀρχῇ ἡμῶν ἐπιτίθενται; καὶ αὐτοὺς οὐδὲ αἱ τιμωρίαι τῶν δικαιουμένων ἀναστέλλουσιν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥσπερ ἐπ ἀγαθόν τι ἐπειγόμενοι, σπεύδουσι καὶ οἱ λοιποὶ προσαπόλλυσθαι." ἀκούσασα οὖν τούτων ἡ Λιουία "τὸ μὲν ἐπιβουλεύεσθαί σε" ἔφη "οὔτε θαυμαστὸν οὔτε ἔξω τοῦ ἀνθρωπείου τρόπου ἐστί· καὶ γὰρ πράσσεις πολλὰ ἅτε τηλικαύτην ἀρχὴν ἔχων, καὶ λυπεῖς, ὥσπερ εἰκός, συχνούς. οὐ γάρ που καὶ πᾶσιν οἷόν τε τὸν ἄρχοντά τινων ἀρέσκειν, ἀλλὰ καὶ ἀπεχθάνεσθαι πολλοῖς καὶ τὸν πάνυ ὀρθῶς βασιλεύοντα ἀνάγκη. πολλῷ τε γὰρ πλείους τῶν δίκαιόν τι πραττόντων οἱ ἀδικεῖν ἐθέλοντές εἰσιν, ὧν ἀδύνατόν ἐστι τὰς ἐπιθυμίας ἀποπιμπλάναι· καὶ αὐτῶν τῶν ἀρετήν τινα ἐχόντων οἱ μὲν καὶ πολλῶν καὶ μεγάλων, ὧν οὐ δύνανται τυχεῖν, ἐπορέγονται, οἱ δὲ καὶ ἑτέρων ἐλαττωθέντες ἄχθονται, καὶ οὕτως ἀμφότεροι τὸν κρατοῦντα αἰτιῶνται. ὥστε ἔκ τε τούτων μὴ εἶναι κακοῦ ἁμαρτάνειν, καὶ προσέτι καὶ ἐκ τῶν ἐπιτιθεμένων οὔτι γε καὶ σοὶ ἀλλὰ τῇ ἡγεμονίᾳ. σὲ μὲν γὰρ ἰδιωτεύοντα οὐδ ἂν εἷς ἐθελοντὴς κακόν τι, μηδέν γε προπαθών, ἐποίησε· τῆς δὲ δὴ ἀρχῆς καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ πάντες, καὶ οἵ γε ἐν δυνάμει τινὶ ὄντες πολὺ μᾶλλον τῶν ὑποδεεστέρων, ὀριγνῶνται. τοῦτο γὰρ ἔστι μὲν ἀδίκων ἀνθρώπων καὶ ἥκιστα νοῦν ἐχόντων ποιεῖν, οὐ μὴν ἀλλ ἔν τε τῇ φύσει αὐτῶν καθάπερ τι καὶ ἄλλο ἔνεστι, καὶ οὐχ οἷόν τέ ἐστι τὰ τοιαῦτα οὔτε πείθοντα οὔτ ἀναγκάζοντα ἐξελέσθαι τινῶν· οὐδεὶς γὰρ οὔτε νόμος οὔτε φόβος κρείττων τῶν φύσει πεφυκότων γίγνεται. ταῦτ οὖν λογιζόμενος τὰς μὲν τῶν ἄλλων ἁμαρτίας μὴ δυσχέραινε, φυλακὴν δ ἀκριβῆ καὶ σεαυτοῦ καὶ τῆς μοναρχίας ποιοῦ, ἵνα αὐτὴν μὴ ἐκ τοῦ σφόδρα κολάζειν τινὰς ἀλλ ἐκ τοῦ σφόδρα φυλάσσειν ἀσφαλῶς ἔχωμεν."
[55,15] πρὸς οὖν ταῦτα ὁ Αὔγουστος "ἀλλ οἶδα μὲν καὶ ἐγώ, ὦ γύναι, ὅτι οὔτ ἄλλο τι τῶν μεγάλων ἔξω φθόνου καὶ ἐπιβουλῆς καθέστηκεν, ἥκιστα δὲ αὐταρχία· καὶ γὰρ ἂν καὶ ἰσόθεοι ἦμεν, εἰ μὴ καὶ πράγματα καὶ φροντίδας καὶ φόβους ὑπὲρ πάντας τοὺς ἰδιωτεύοντας εἴχομεν. ἐμὲ δὲ δὴ καὶ αὐτὸ τοῦτο λυπεῖ, ὅτι καὶ ἀναγκαῖόν ἐστι ταῦθ οὕτως γίγνεσθαι, καὶ ἀδύνατον θεραπείαν τινὰ αὐτῶν εὑρεθῆναι." "ἀλλ ἐπειδή γέ τινες τοιοῦτοί εἰσιν οἷοι πάντως ἀδικεῖν ἐθέλειν" εἶπεν ἡ Λιουία, "ἡμεῖς γε αὐτοὺς φυλαττώμεθα. ἔχομεν δὲ καὶ στρατιώτας πολλούς, ὧν οἱ μὲν πρὸς τοὺς πολεμίους ἀντιτεταγμένοι οἱ δὲ καὶ περὶ σὲ ὄντες φρουροῦσιν ἡμᾶς, καὶ θεραπείαν πολλήν, ὥστε καὶ οἴκοι καὶ ἔξω δι αὐτοὺς ἀσφαλῶς ζῆν." ὑπολαβὼν οὖν ὁ Αὔγουστος "ὅτι μὲν πολλοὶ πολλάκις καὶ ὑπ αὐτῶν τῶν συνόντων ἐφθάρησαν, οὐδέν" ἔφη "δέομαι λέγειν. πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ ἐν ταῖς μοναρχίαις χαλεπώτατόν ἐστιν, ὅτι μὴ μόνον τοὺς πολεμίους, ὥσπερ οἱ ἄλλοι, ἀλλὰ καὶ τοὺς φιλίους φοβούμεθα. καὶ πολύ γε πλείους ὑπὸ τῶν τοιούτων, ἅτε καὶ ἀεί, καὶ μεθ ἡμέραν καὶ νύκτωρ, καὶ γυμνουμένοις σφίσι καὶ καθεύδουσι σιτία τε καὶ ποτὰ ὑπ αὐτῶν παρεσκευασμένα λαμβάνουσι συγγιγνομένων, ἐπεβουλεύθησαν ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων· τά τε γὰρ ἄλλα, καὶ πρὸς μὲν ἐκείνους ἔστι τούτους ἀντιτάξαι, πρὸς δὲ τούτους αὐτοὺς οὐκ ἔστιν ἄλλῳ τινὶ συμμάχῳ χρήσασθαι. ὥσθ ἡμῖν διὰ πάντων δεινὸν μὲν τὴν ἐρημίαν δεινὸν δὲ καὶ τὸ πλῆθος, καὶ φοβερὸν μὲν τὴν ἀφυλαξίαν φοβερωτάτους δὲ αὐτοὺς τοὺς φύλακας, καὶ χαλεποὺς μὲν τοὺς ἐχθροὺς χαλεπωτέρους δὲ τοὺς φίλους εἶναι· φίλους γὰρ ἀνάγκη πάντας σφᾶς, κἂν μὴ ὦσι, καλεῖσθαι. εἰ δ οὖν τις καὶ χρηστῶν αὐτῶν τύχοι, ἀλλ οὔτι γε οὕτω πιστεύσειεν ἄν σφισιν ὥστε καὶ καθαρᾷ καὶ ἀφροντίστῳ καὶ ἀνυπόπτῳ τῇ ψυχῇ προσομιλεῖν. τοῦτό τε οὖν καὶ τὸ τοὺς ἄλλους τοὺς ἐπιβουλεύοντας ἀναγκαῖον εἶναι ἀμύνεσθαι πάνδεινόν ἐστιν. τὸ γάρ τοι τιμωρεῖσθαί τε καὶ κολάζειν ἀεί τινας ἀναγκάζεσθαι μεγάλην ἀχθηδόνα τοῖς γε ἀγαθοῖς ἀνδράσι φέρει."
[55,16] "ἀλλ ὀρθῶς γε λέγεις" ἀπεκρίνατο ἡ Λιουία, "καί σοι γνώμην δοῦναι ἔχω, ἄν γε καὶ προσδέξασθαι αὐτὴν ἐθελήσῃς, καὶ μὴ διαμέμψῃ ὅτι γυνὴ οὖσα τολμῶ σοι συμβουλεῦσαί τι οἷον οὐδ ἂν εἷς ἄλλος οὐδὲ τῶν πάνυ φίλων παραινέσειεν, οὐχ ὅτι οὐκ ἴσασιν αὐτό, ἀλλ ὅτι οὐ θαρσοῦσιν εἰπεῖν." "λέγ" ἦ δ ὃς ὁ Αὔγουστος "ὅ τι δή ποτε τοῦτό ἐστιν." ἡ οὖν Λιουία "φράσω" ἔφη "μηδὲν κατοκνήσασα, ἅτε καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐκ τοῦ ἴσου σοι ἔχουσα, καὶ σωζομένου μέν σου καὶ αὐτὴ τὸ μέρος ἄρχουσα, δεινὸν δέ τι παθόντος, ὃ μὴ γένοιτο, συναπολουμένη. εἰ γάρ τοι ἥ τε φύσις ἡ ἀνθρωπίνη πάντως τι ἁμαρτάνειν τινὰς ἀναπείθει, καὶ ἀμήχανόν ἐστιν αὐτὴν πρᾶξαί τι ὡρμημένην ἐπισχεῖν, καὶ ἤδη γε καὶ αὐτὰ τὰ δοκοῦντά τισιν ἀγαθὰ εἶναι, ἵνα μὴ τὰς τῶν πολλῶν κακίας εἴπω, καὶ πάνυ συχνοὺς ἀδικεῖν ἐπαίρει (καὶ γὰρ γένους αὔχημα καὶ πλούτου φρόνημα τιμῆς τε μέγεθος καὶ ἐπ ἀνδρείᾳ θράσος ἐξουσίας τε ὄγκος πολλοὺς ἐξοκέλλειν ποιεῖ), καὶ μήτε τὸ γενναῖον δυσγενὲς μήτε τὸ ἀνδρεῖον δειλὸν μήτε τὸ ἔμφρον ἄνουν ἔστι ποιῆσαι (ἀδύνατον γάρ), μήτ αὖ τὰς περιουσίας τινῶν περικόπτειν ἢ τὰς φιλοτιμίας ταπεινοῦν μηδέν γε πλημμελούντων χρή (ἄδικον γάρ), τό τ ἀμυνόμενον ἢ καὶ προκαταλαμβάνοντά τινας καὶ ἀνιᾶσθαι καὶ κακοδοξεῖν ἀναγκαῖον ἐστί, φέρε μεταβαλώμεθα καί τινος αὐτῶν φεισώμεθα. καὶ γάρ μοι δοκεῖ πολλῷ πλείω φιλανθρωπίᾳ ἤ τινι ὠμότητι κατορθοῦσθαι. τοὺς μὲν γὰρ συγγνώμονας οὐ μόνον οἱ ἐλεηθέντες ὑπ αὐτῶν φιλοῦσιν, ὥστε καὶ ἀμείβεσθαί σφας σπουδάζειν, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες καὶ αἰδοῦνται καὶ σέβουσιν, ὥστε μὴ εὐτολμεῖν αὐτοὺς ἀδικεῖν· τοὺς δ ἀπαραιτήτοις ὀργαῖς χρωμένους οὐκ ἐκεῖνοι μόνοι οἵ τι φοβούμενοι μισοῦσιν, ἀλλὰ καὶ οἱ λοιποὶ πάντες δυσχεραίνουσι, καὶ ἐκ τούτου καὶ ἐπιβουλεύουσιν αὐτοῖς, ἵνα μὴ προαπόλωνται.
[55,17] ἢ οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἰατροὶ τὰς μὲν τομὰς καὶ τὰς καύσεις σπανιώτατά τισι προσφέρουσιν, ἵνα μὴ ἐξαγριαίνωσιν αὐτῶν τὰ νοσήματα, τοῖς δὲ αἰονήμασι καὶ τοῖς ἠπίοις φαρμάκοις τὰ πλείω μαλθάσσοντες θεραπεύουσι; μὴ γάρ, ὅτι ἐκεῖνα μὲν τῶν σωμάτων ταῦτα δὲ τῶν ψυχῶν παθήματά ἐστι, διαφέρειν τι νομίσῃς αὐτὰ ἀλλήλων. πάμπολλα γὰρ ὅμοια τρόπον τινὰ καὶ ταῖς γνώμαις τῶν ἀνθρώπων, κἂν τὰ μάλιστα ἀσώματοι ὦσιν, καὶ τοῖς σώμασι συμβαίνει· συστέλλονταί τε γὰρ ὑπὸ φόβου καὶ ἐξοιδοῦσιν ὑπὸ θυμοῦ, λύπη τέ τινας κολούει καὶ θάρσος ὀγκοῖ, ὥστ ὀλίγον σφόδρα τὸ παραλλάττον αὐτῶν εἶναι, καὶ διὰ τοῦτο καὶ παραπλησίων ἰαμάτων αὐτὰ δεῖσθαι. λόγος τε γὰρ ἤπιός τῳ λεχθεὶς πᾶν τὸ ἀγριαῖνον αὐτοῦ χαλᾷ, καθάπερ τραχὺς ἕτερος καὶ τὸ ἀνειμένον ὀργίζει· καὶ συγγνώμη δοθεῖσα καὶ τὸν πάνυ θρασὺν διαχεῖ, καθάπερ ἡ τιμωρία καὶ τὸν πάνυ πρᾷον χαλεπαίνει. αἱ μὲν γὰρ βίαιοι πράξεις ἀεὶ πάντας, κἂν δικαιόταται ὦσι, παροξύνουσιν, αἱ δὲ ἐπιεικεῖς ἡμεροῦσι. καὶ διὰ τοῦτο πεισθεὶς ἄν τις ῥᾷον καὶ τὰ δεινότατα ἑκὼν ἢ βιασθεὶς ὑπομείνειεν. καὶ οὕτω γε φύσει τινὶ ἀναγκαίᾳ ἑκάτερον αὐτῶν χρῆται, ὥστε καὶ τῶν ἀλόγων ζῴων τῶν μηδένα νοῦν ἐχόντων πολλὰ μὲν καὶ τῶν ἰσχυροτάτων καὶ ἀγριωτάτων θωπείαις τέ τισι τιθασεύεται καὶ δελεάσμασι χειροῦται, πολλὰ δὲ καὶ τῶν δειλοτάτων καὶ ἀσθενεστάτων λυπήμασί τε καὶ φόβοις καὶ ἐκταράττεται καὶ παροξύνεται.
[55,18] καὶ οὐ λέγω τοῦτο ὅτι δεῖ πάντων ἁπλῶς τῶν ἀδικούντων φείδεσθαι, ἀλλ ὅτι τὸν μὲν ἴτην καὶ πολυπράγμονα καὶ κακοήθη καὶ κακόβουλον καὶ ἀνηκέστῳ τινὶ καὶ διαρκεῖ πονηρίᾳ συνόντα ἐκκόπτειν ὥσπερ που καὶ τὰ πάνυ ἀνίατα μέρη τῶν σωμάτων, τῶν δὲ δὴ ἄλλων ὅσοι τι νεότητι ἢ ἀμαθίᾳ ἢ ἀγνοίᾳ ἢ καὶ ἑτέρᾳ τινὶ συντυχίᾳ οἱ μὲν ἑκόντες οἱ δὲ καὶ ἄκοντες ἁμαρτάνουσιν, τοὺς μὲν λόγοις νουθετεῖν, τοὺς δὲ ἀπειλαῖς σωφρονίζειν, τοὺς δὲ καὶ ἕτερόν τινα τρόπον μετρίως πως μεταχειρίζεσθαι, καθάπερ καὶ ἐπὶ τῶν τἆλλα - - - τοὺς μὲν μείζοσι τοὺς δὲ ἐλάττοσι πάντες κολάζουσιν. ὥστε καὶ τὰ κατὰ τούτους ἀκινδύνως μετριάζειν ἔξεστί σοι, τοὺς μὲν φυγῇ τοὺς δὲ ἀτιμίᾳ τοὺς δὲ χρήμασι ζημιοῦντι, ἑτέρους ἐς χωρία ἑτέρους ἐς πόλεις τινὰς κατατιθεμένῳ. καὶ ἤδη γέ τινες καὶ ὑπὸ τοῦ μὴ τυχεῖν ὧν ἤλπιζον καὶ ὑπὸ τοῦ διαμαρτεῖν ὧν ἐφίεντο ἐσωφρονίσθησαν. ἕδραι τε ἄτιμοι καὶ στάσεις ἐπονείδιστοι τό τε προλυπηθῆναι καὶ τὸ προφοβηθῆναι συχνοὺς βελτίους ἐποίησε· καίτοι καὶ ἀποθανεῖν ἕλοιτ ἄν τις εὖ τε γεγονὼς καὶ ἀνδρεῖος ὢν ἢ τοιοῦτό τι παθεῖν. ἐξ οὖν τούτων ἐκείνοις μὲν οὐδὲν ῥᾴων ἡ τιμωρία, ἀλλὰ καὶ χαλεπωτέρα γίγνοιτ ἄν, ἡμῖν δὲ δὴ τὸ μήτε τινὰ ἐπηγορίαν ἔχειν καὶ ἀσφαλῶς ζῆν ὑπάρξειεν. ὡς νῦν γε πολλοὺς μὲν - - - πολλοὺς δὲ ἐπιθυμίᾳ χρημάτων, ἄλλους ἀνδρείας φόβῳ καὶ μάλα ἄλλους ἀρετῆς τινος φθόνῳ κτείνειν δοκοῦμεν. οὐδεὶς γὰρ ῥᾳδίως πιστεύει ὅτι τις ἔν τε ἐξουσίᾳ καὶ ἐν δυνάμει τοσαύτῃ ὢν ὑπ ἰδιώτου τινὸς ἀόπλου ἐπιβουλευθῆναι δύναται, ἀλλ οἱ μὲν ταῦτα λογοποιοῦσιν, οἱ δὲ ὅτι ψευδῆ πολλὰ ἀκούομεν καὶ πολλοῖς μάτην ὡς καὶ ἀληθέσι προσέχομεν. τοὺς γάρ τοι διοπτεύοντάς τε καὶ ὠτακουστοῦντας τὰ τοιαῦτα, τοὺς μὲν ἔχθρᾳ τοὺς δὲ ὀργῇ, ἄλλους ἀργύριον παρὰ τῶν ἐχθρῶν αὐτῶν λαβόντας, ἄλλους παρ αὐτῶν ἐκείνων μὴ λαβόντας, πολλὰ καὶ ψευδῆ σκευωρεῖσθαί φασιν, οὐ μόνον ὅτι τι δεινὸν ἔπραξάν τινες ἢ καὶ ποιήσειν μέλλουσι λέγοντας, ἀλλὰ καὶ ὅτι ὁ μὲν ἐφθέγξατο τοιόνδε τι, ὁ δὲ ἀκούσας ἐσιώπησεν, ἄλλος ἐγέλασεν, ἄλλος ἐδάκρυσεν.
[55,19] μυρία ἂν τοιουτότροπα εἰπεῖν ἔχοιμι, ἃ εἰ καὶ τὰ μάλιστα ἀληθῆ εἴη, ἀλλ οὔτι γε καὶ προσήκοντά ἐστιν οὔτε πολυπραγμονεῖσθαι παρ ἐλευθέροις ἀνθρώποις οὔτε σοὶ διαγγέλλεσθαι. λαθόντα μὲν γὰρ τὰ τοιαῦτα οὐδὲν ἄν σε βλάψειεν, ἀκουσθέντα δὲ παροξύνειε καὶ ἄκοντα. ὅπερ ἥκιστα χρὴ ἄλλως τε καὶ ἄρχοντί τινων συμβαίνειν. συχνοὺς γοῦν ἐκ τούτου, τοὺς μὲν ἀκρίτους τοὺς δὲ καὶ ἐσκευωρημένῃ τινὶ καταγνώσει δικαστηρίου, ἀδίκως ἀπόλλυσθαι πολλοὶ νομίζουσιν· οὔτε γὰρ τὰς μαρτυρίας οὔτε τὰς βασάνους οὔτ ἄλλο τι τῶν τοιούτων ὡς καὶ ἀληθὲς ὂν κατ αὐτῶν προσίενται. ταῦτα γὰρ οὕτως, εἰ καὶ μὴ δικαίως ἔστιν ἃ αὐτῶν, ἀλλ ἐπὶ πάντων γε ὡς εἰπεῖν τῶν οὕτω θανατουμένων θρυλεῖται. καὶ δεῖ σε, ὦ Αὔγουστε, μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ μηδὲ δοκεῖν. ἰδιώτῃ μὲν γὰρ ἀρκεῖ μηδὲν πλημμελεῖν, ἄρχοντι δὲ δὴ προσήκει μηδὲ δόκησίν τινα αὐτοῦ λαμβάνειν. ἀνθρώπων γάρ, ἀλλ οὐ θηρίων ἡγεμονεύεις· καὶ μόνως ἂν οὕτως εὐνοεῖν σοι αὐτοὺς ἀληθῶς ποιήσειας, ἂν πανταχόθεν σφᾶς καὶ διὰ πάντων ὁμοίως πείσῃς ὅτι μήτε ἑκών τινα μήτε ἄκων ἀδικήσεις. φοβεῖσθαι μὲν γάρ τινα ἀναγκασθῆναί τις δύναται, φιλεῖν δὲ πεισθῆναι ὀφείλει. πείθεται δὲ ἐξ ὧν ἂν αὐτός τε εὖ πάθῃ καὶ ἑτέρους εὐεργετουμένους ἴδῃ. ὁ δ ὑποτοπήσας μὴ δικαίως τινὰ ἀπολωλέναι καὶ φοβεῖται μή ποτέ τι ὅμοιον πάθῃ καὶ μισεῖν τὸν δράσαντα αὐτὸ ἀναγκάζεται. τὸ δὲ δὴ μισεῖσθαι ὑπὸ τῶν ἀρχομένων, πρὸς τῷ μηδ ἄλλως καλῶς ἔχειν, ἀλυσιτελέστατόν ἐστι. καὶ γὰρ καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὲν ἄλλοις ἀναγκαῖον εἶναι πάντας τοὺς καὶ ὁτιοῦν ἀδικήσαντάς σφας ἀμύνεσθαι, ἵνα μήτε καταφρονῶνται μήτε ἐκ τούτου πλεονεκτῶνται, τοὺς δ ἄρχοντας τοῖς μὲν τὸ κοινὸν ἀδικοῦσιν ἐπεξιέναι χρῆναι, τοὺς δ ἰδίᾳ τι ἐς αὐτοὺς πλημμελεῖν δοκοῦντας φέρειν· μήτε γὰρ ἐκ καταφρονήσεως μήτ ἐξ ἐπιδρομῆς ἀδικηθῆναί σφας δύνασθαι διὰ τὸ πολλὰ τὰ προφυλάσσοντα αὐτοὺς εἶναι.
[55,20] ὥστε ἔγωγε ταῦτά τε ἀκούουσα καὶ πρὸς ταῦτα ἀποβλέπουσα κινδυνεύω καὶ παντελῶς ἀπειπεῖν σοι μηδένα διὰ τοιοῦτό τι ἀποκτιννύναι. αἵ τε γὰρ προστασίαι ἐπί τε τῇ τῶν ἀρχομένων σωτηρίᾳ καθίστανται, ὅπως μηδὲν μήθ ὑπ ἀλλήλων μήθ ὑπὸ τῶν ἀλλοφύλων βλάπτωνται, οὐ μὰ Δία οὐχ ὅπως ὑπ αὐτῶν ἐκείνων τι λυπῶνται· καὶ εὐκλεέστατόν ἐστιν οὐ τὸ πολλοὺς τῶν πολιτῶν ἀπολλύναι, ἀλλὰ τὸ πάντας, ἂν οἷόν τε ᾖ, σώζειν δύνασθαι. παιδεύειν μὲν γὰρ αὐτοὺς καὶ νόμοις καὶ εὐεργεσίαις καὶ νουθεσίαις δεῖ, ὅπως σωφρονῶσι, καὶ προσέτι καὶ τηρεῖν καὶ φυλάττειν, ἵνα κἂν ἀδικεῖν ἐθελήσωσι μὴ δυνηθῶσιν· ἂν δὲ δὴ νοσήσῃ τι, θεραπεύειν τε τρόπον τινὰ αὐτὸ καὶ ἐπανορθοῦν, ἵνα μὴ παντελῶς φθαρῇ. τό τε γὰρ φέρειν τὰ τῶν πολλῶν ἁμαρτήματα καὶ πάνυ μεγάλης καὶ φρονήσεως καὶ δυνάμεως ἔργον ἐστίν· ἄν τέ τις πάντα ἁπλῶς τὰ τοιαῦτα κατὰ τὴν ἀξίαν κολάζῃ, λήσει τοὺς πλείους τῶν ἀνθρώπων ἀπολέσας. ὅθεν καὶ διὰ ταῦτά σοι γνώμην δίδωμι θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτούς, ὥστε μηδὲν ἔτι δεινὸν δρᾶσαι, σωφρονίζειν. τί γὰρ ἂν ἀδικήσειέ τις ἐς νῆσον κατακλεισθείς, ἢ καὶ ἐν ἀγρῷ πόλει τέ τινι, οὐχ ὅπως ἄνευ πλήθους οἰκετῶν ἢ χρημάτων, ἀλλὰ καὶ μετὰ φρουρᾶς ὤν, ἄν γε καὶ τούτου δεήσῃ; εἰ μὲν γὰρ ἐγγύς που ἐνταῦθα οἱ πολέμιοι ἦσαν, ἢ καὶ τῆς θαλάσσης ταύτης ἀλλότριόν τι ἦν, ὥστε τινὰ αὐτῶν διαδράντα πρὸς ἐκείνους κακόν τι ἡμᾶς ἐργάσασθαι, πόλεις τέ τινες ἐν τῇ Ἰταλίᾳ ἐχυραὶ καὶ τείχη καὶ ὅπλα ἔχουσαι ὑπῆρχον, ὥστε τινὰ καταλαβόντα αὐτὰς φοβερὸν ἡμῖν γενέσθαι, ἕτερος ἂν ἦν λόγος· ἀόπλων δὲ δὴ πάντων τῶν ταύτῃ καὶ ἀτειχίστων ὡς πρὸς πόλεμον ὄντων, καὶ τῶν πολεμίων παμπληθὲς ἀπ αὐτῶν ἀφεστηκότων (πολλὴ μὲν γὰρ θάλασσα πολλὴ δὲ καὶ γῆ, καὶ ὄρη καὶ ποταμοὺς δυσδιαβάτους ἔχουσα, διὰ μέσου ἐστί), τί ἄν τις φοβηθείη τὸν δεῖνα ἢ τὸν δεῖνα, γυμνούς, ἰδιωτεύοντας, ἐνταῦθά που ἐν μέσῃ τῇ σῇ ἀρχῇ ὄντας καὶ ἐντὸς τῶν σῶν ὅπλων κατακεκλειμένους; ἐγὼ μὲν γὰρ οὔτ ἂν ἐννοῆσαί τινα τοιοῦτον οὐδέν, οὔτ ἄν, εἰ καὶ τὰ μάλιστα μανείη τις, δύνασθαί γέ τι πρᾶξαι νομίζω.
[55,21] πεῖραν οὖν ἀπ αὐτῶν τούτων ἀρξάμενοι ποιησώμεθα. τάχα γὰρ ἂν καὶ αὐτοὶ μεταβάλοιντο καὶ τοὺς ἄλλους ἀμείνους ποιήσειαν· καὶ γὰρ ὁρᾷς ὅτι καὶ ὁ Κορνήλιος καὶ εὐγενὴς καὶ ὀνομαστός ἐστι. δεῖ δέ που καὶ ταῦτα ἀνθρωπίνως ἐκλογίζεσθαι. οὐ πάντα τοι τὸ ξίφος διαπράττεται (μέγα γὰρ ἦν ἂν ἀγαθόν, εἰ σωφρονίζειν τέ τινας καὶ πείθειν ἢ καὶ καταναγκάζειν φιλεῖν τινὰ ἀληθῶς ἐδύνατο), ἀλλὰ τὸ μὲν σῶμά τινος φθείρειεν ἄν, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριώσειεν· οὐ γὰρ ἐξ ὧν ἂν ἕτεροι τιμωρηθῶσι, προσφιλέστεροί τινι, ἀλλ ἐξ ὧν ἂν αὐτοὶ φοβηθῶσιν, ἐχθίους γίγνονται. καὶ ταῦτα μὲν οὕτως ἔχει, οἱ δὲ δὴ συγγνώμης τινὸς τυχόντες καὶ μετανοοῦσιν, αἰσχυνόμενοι αὖθίς τι τοὺς εὐεργέτας ἀδικῆσαι, καὶ πολλὰ αὐτοῖς ἀνθυπουργοῦσιν, ἐλπίζοντες πλείω ἀντ εὖ πείσεσθαι· ὑφ οὗ γὰρ ἄν τις ἀδικηθέντος τι σωθῇ, τοῦτον εὖ παθόντα οὐδὲν ὅ τι οὐκ εὐεργετήσειν ἑαυτὸν ἡγεῖται. πείσθητι οὖν μοι, φίλτατε, καὶ μεταβαλοῦ. οὕτω μὲν γὰρ καὶ τἆλλα τὰ δυσχερῆ πάντα ἀνάγκῃ πεποιηκέναι δόξεις· οὐ γὰρ ἔστι πόλιν τηλικαύτην ἐκ δημοκρατίας πρὸς μοναρχίαν ἄγοντα ἀναιμωτὶ μεταστῆσαι· ἂν δὲ ἐπὶ τοῖς αὐτοῖς ἐπιμένῃς, καὶ ἐκεῖνα γνώμῃ δεδρακέναι νομισθήσῃ."
[55,22] ταῦτα τῆς Λιουίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη τε αὐτῇ, καὶ ἀφῆκε μὲν πάντας τοὺς ὑπαιτίους λόγοις τισὶ νουθετήσας, τὸν δὲ δὴ Κορνήλιον καὶ ὕπατον ἀπέδειξε. κἀκ τούτου καὶ ἐκεῖνον καὶ τοὺς λοιποὺς ἀνθρώπους οὕτως ᾠκειώσατο ὥστε μηδένα ἔτ αὐτῷ τῶν ἄλλων μήτ ὄντως ἐπιβουλεῦσαι μήτε δόξαι· ἡ γὰρ δὴ Λιουία αἰτιωτάτη τῆς σωτηρίας τῷ Κορνηλίῳ γενομένη ἤμελλεν αὐτὴ τὴν αἰτίαν τοῦ θανάτου τοῦ Αὐγούστου λήψεσθαι. τότε δ οὖν ἐπί τε τοῦ Κορνηλίου καὶ ἐπὶ Οὐαλερίου Μεσσάλου ὑπάτων σεισμοί τε ἐξαίσιοι συνέβησαν, καὶ ὁ Τίβερις τήν τε γέφυραν κατέσυρε καὶ πλωτὴν τὴν πόλιν ἐπὶ ἑπτὰ ἡμέρας ἐποίησε, τοῦ τε ἡλίου τι ἐκλιπὲς ἐγένετο, καὶ λιμὸς συνηνέχθη. κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὅ τε Ἀγρίππας ἐς ἐφήβους, μηδενὸς τῶν αὐτῶν τοῖς ἀδελφοῖς τυχών, ἐσεγράφη· καὶ τὰς ἱπποδρομίας χωρὶς μὲν οἱ βουλευταὶ χωρὶς δὲ οἱ ἱππῆς ἀπὸ τοῦ λοιποῦ πλήθους εἶδον, ὃ καὶ νῦν γίγνεται. ἐπειδή τε οὐ ῥᾳδίως οἱ πάνυ εὐγενεῖς τὰς θυγατέρας ἐς τὴν τῆς Ἑστίας ἱερατείαν ἐπεδίδοσαν, ἐνομοθετήθη καὶ ἐξ ἀπελευθέρων γεγεννημένας ἱερᾶσθαι. καὶ ὁ μὲν κλῆρος αὐτῶν, ἐπεὶ πλείους ἠμφεσβήτησαν, ἐν τῷ συνεδρίῳ παρόντων τῶν πατέρων σφῶν, ὅσοι γε ἵππευον, ἐγένετο, οὐ μέντοι καὶ τοιαύτη τις ἀπεδείχθη.
[55,23] χαλεπῶς δὲ δὴ τῶν στρατιωτῶν πρὸς τὴν τῶν ἄθλων σμικρότητα διὰ τοὺς πολέμους τοὺς τότε ἐνεστηκότας οὐχ ἥκιστα ἐχόντων, καὶ μηδενὸς ἔξω τοῦ τεταγμένου τῆς στρατείας σφίσι χρόνου ὅπλα λαβεῖν ἐθέλοντος, ἐψηφίσθη τοῖς μὲν ἐκ τοῦ δορυφορικοῦ πεντακισχιλίας δραχμάς, ἐπειδὰν ἑκκαίδεκα ἔτη, τοῖς δὲ ἑτέροις τρισχιλίας, ἐπειδὰν εἴκοσι στρατεύσωνται, δίδοσθαι. τρία δὲ δὴ τότε καὶ εἴκοσι στρατόπεδα, ἢ ὥς γε ἕτεροι λέγουσι πέντε καὶ εἴκοσι, πολιτικὰ ἐτρέφετο. νῦν μὲν γὰρ ἐννεακαίδεκα ἐξ αὐτῶν μόνα διαμένει, τό τε δεύτερον τὸ Αὐγούστειον τὸ ἐν Βρεττανίᾳ τῇ ἄνω χειμάζον, καὶ τὰ τρία τὰ τρίτα, τό τε ἐν Φοινίκῃ τὸ Γαλατικόν, καὶ τὸ ἐν Ἀραβίᾳ τὸ Κυρηναϊκόν, τό τε ἐν Νουμιδίᾳ τὸ Αὐγούστειον· τέταρτον Σκυθικὸν ἐν Συρίᾳ, πέμπτον Μακεδονικὸν ἐν Δακίᾳ, ἕκτα δύο, ὧν τὸ μὲν ἐν Βρεττανίᾳ τῇ κάτω, τὸ τῶν νικητόρων, τὸ δὲ ἐν Ἰουδαίᾳ, τὸ σιδηροῦν, τέτακται· καὶ οἱ ἕβδομοι οἱ ἐν τῇ Μυσίᾳ τῇ ἄνω, οἳ καὶ τὰ μάλιστα Κλαυδίειοι ὠνομάδαται, οἵ τε ὄγδοοι Αὐγούστειοι, ἐν τῇ Γερμανίᾳ τῇ ἄνω ὄντες· καὶ οἱ δέκατοι ἑκάτεροι, οἵ τε ἐν Παννονίᾳ τῇ ἄνω οἱ δίδυμοι, καὶ οἱ ἐν Ἰουδαίᾳ· τό τε ἑνδέκατον τὸ ἐν Μυσίᾳ τῇ κάτω, τὸ Κλαυδίειον· οὕτω γὰρ τὰ δύο στρατόπεδα ἀπὸ τοῦ Κλαυδίου ἐπεκλήθη, ὅτι αὐτῷ ἐν τῇ τοῦ Καμίλλου ἐπαναστάσει μὴ ἀντεπολέμησε· καὶ τὸ δωδέκατον τὸ ἐν Καππαδοκίᾳ τὸ κεραυνοφόρον, τό τε τρίτον καὶ δέκατον τὸ ἐν Δακίᾳ τὸ δίδυμον, καὶ τὸ τέταρτον καὶ δέκατον τὸ ἐν Παννονίᾳ τῇ ἄνω τὸ δίδυμον, τό τε πεντεκαιδέκατον τὸ Ἀπολλώνειον τὸ ἐν Καππαδοκίᾳ· καὶ οἱ εἰκοστοὶ οἱ καὶ Οὐαλερίειοι καὶ νικήτορες ὠνομασμένοι καὶ ἐν Βρεττανίᾳ τῇ ἄνω ὄντες· οὕστινας ὁ Αὔγουστος, ἐμοὶ δοκεῖν, μετὰ τῶν τήν τε τοῦ δευτέρου καὶ εἰκοστοῦ ἐπωνυμίαν ἐχόντων καὶ ἐν τῇ Γερμανίᾳ τῇ ἄνω χειμαζόντων, εἰ καὶ τὰ μάλιστα μήθ ὑφ ἁπάντων Οὐαλερίειοι ἐπεκλήθησαν μήτε νῦν ἔτι τῇ προσηγορίᾳ ταύτῃ χρῶνται, παραλαβὼν ἐτήρησε. ταῦτ ἐκ τῶν Αὐγουστείων στρατοπέδων σώζεται· τὰ γὰρ δὴ λοιπὰ τὰ μὲν παντελῶς διελύθη, τὰ δὲ καὶ ἑτέροις τισὶν ὑπό τε αὐτοῦ ἐκείνου καὶ ὑπ ἄλλων αὐτοκρατόρων ἀνεμίχθη, ἀφ οὗπερ καὶ δίδυμα ὠνομασμένα νενόμισται.
[55,24] ἐπειδὴ δὲ ἅπαξ ἐς τὸν περὶ τῶν στρατοπέδων λόγον προήχθην, καὶ τἆλλα τὰ νῦν ὄντα, ὥς που πρὸς τῶν μετὰ ταῦτα αὐταρχησάντων κατελέχθη, φράσω, ἵν ἑνὶ χωρίῳ πάντα γεγραμμένα ῥᾳδίως τὸν βουλόμενόν τι περὶ αὐτῶν μαθεῖν διδάσκῃ. ὅ τε γὰρ Νέρων τὸ πρῶτον τὸ καὶ Ἰταλικὸν ὀνομαζόμενον καὶ ἐν τῇ κάτω Μυσίᾳ χειμάζον, καὶ ὁ Γάλβας τό τε πρῶτον τὸ ἐπικουρικὸν τὸ ἐν τῇ Παννονίᾳ τῇ κάτω καὶ τὸ ἕβδομον τὸ δίδυμον τὸ ἐν Ἰβηρίᾳ συνέταξαν, Οὐεσπασιανὸς τό τε δεύτερον τὸ ἐπικουρικὸν τὸ ἐν Παννονίᾳ τῇ κάτω καὶ τὸ τέταρτον τὸ Φλαουίειον τὸ ἐν Μυσίᾳ τῇ ἄνω, τό τε ἑκκαιδέκατον τὸ Φλαουίειον τὸ ἐν Συρίᾳ, Δομιτιανὸς τὸ πρῶτον τὸ Ἀθηναῖον τὸ ἐν Γερμανίᾳ τῇ κάτω, Τραϊανὸς τὸ δεύτερον τὸ Αἰγύπτιον καὶ τὸ τριακοστὸν τὸ Γερμανικόν, ἃ καὶ ἀφ ἑαυτοῦ ἐπωνόμασεν, Ἀντωνῖνος ὁ Μᾶρκος τό τε δεύτερον τὸ ἐν Νωρίκῳ καὶ τὸ τρίτον τὸ ἐν Ῥαιτίᾳ, ἃ καὶ Ἰταλικὰ κέκληται, Σεουῆρος τὰ Παρθικά, τό τε πρῶτον καὶ τὸ τρίτον τὰ ἐν Μεσοποταμίᾳ, καὶ τὸ διὰ μέσου τὸ δεύτερον τὸ ἐν τῇ Ἰταλίᾳ. νῦν μὲν δὴ τοσαῦτα τείχη τῶν ἐκ τοῦ καταλόγου στρατευομένων ἔξω τοῦ τε ἀστικοῦ καὶ τοῦ δορυφορικοῦ ἔστι, τότε δὲ ἐπὶ τοῦ Αὐγούστου ταῦτά τε, εἴτ οὖν τρία εἴτε πέντε καὶ εἴκοσιν ὄντα, ἐτρέφετο, καὶ συμμαχικὰ καὶ πεζῶν καὶ ἱππέων καὶ ναυτῶν ὁσαδήποτε ἦν· οὐ γὰρ ἔχω τὸ ἀκριβὲς εἰπεῖν· οἵ τε σωματοφύλακες μύριοι ὄντες καὶ δεκαχῇ τεταγμένοι, καὶ οἱ τῆς πόλεως φρουροὶ ἑξακισχίλιοί τε ὄντες καὶ τετραχῇ νενεμημένοι· ξένοι τε ἱππῆς ἐπίλεκτοι, οἷς τὸ τῶν Βατάουων ἀπὸ τῆς Βατάουας τῆς ἐν τῷ Ῥήνῳ νήσου ὄνομα, ὅτι δὴ κράτιστοι ἱππεύειν εἰσί, κεῖται· οὐ μέντοι ἀριθμὸν αὐτῶν ἀκριβῆ, ὥσπερ οὐδὲ τῶν ἀνακλήτων, εἰπεῖν δύναμαι. καὶ γὰρ τούτους ἤρξατο μὲν νομίζειν ἀφ οὗ τοὺς συστρατευσαμένους τῷ πατρὶ πρὸς τὰ ὅπλα αὖθις ἐπὶ τὸν Ἀντώνιον ἀνεκάλεσεν, ἐτήρησε δέ· καὶ εἰσὶ καὶ νῦν σύστημα ἴδιον, ῥάβδους φέροντες ὥσπερ οἱ ἑκατόνταρχοι. δι οὖν ταῦτ ἀπορῶν χρημάτων, γνώμην ἐς τὴν βουλὴν ἐσήνεγκε πόρον τινὰ διαρκῆ καὶ ἀείνων ἀποδειχθῆναι, ὅπως μηδενὸς ἔξωθεν μηδὲν λυπουμένου ἀφθόνως ἐκ τῶν τεταγμένων καὶ τὴν τροφὴν καὶ τὰ γέρα λαμβάνωσι. καὶ ὁ μὲν ἐζητεῖτο, ἐπειδή τε μηδεὶς ἀγορανομῆσαι ἑκὼν ἤθελεν, ἠναγκάσθησαν ἔκ τε τῶν τεταμιευκότων καὶ ἐκ τῶν δεδημαρχηκότων κλήρῳ τινὲς αὐτὸ ποιῆσαι, καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο·
[55,25] μετὰ δὲ ταῦτα ἐπί τε Αἰμιλίου Λεπίδου καὶ ἐπὶ Λουκίου Ἀρρουντίου ὑπάτων, ἐπειδὴ μηδεὶς πόρος ἀρέσκων τισὶν εὑρίσκετο, ἀλλὰ καὶ πάνυ πάντες ὅτι καὶ ἐζητεῖτο ἐβαρύνοντο, ἐσήνεγκεν ὁ Αὔγουστος χρήματα καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ Τιβερίου ἐς τὸ ταμιεῖον, ὃ καὶ στρατιωτικὸν ἐπωνόμασε, καὶ τρισὶ τῶν ἐστρατηγηκότων τοῖς λαχοῦσιν ἐπὶ τρία ἔτη διοικεῖν προσέταξε, ῥαβδούχοις τ ἀνὰ δύο καὶ τῇ ἄλλῃ ὑπηρεσίᾳ τῇ προσηκούσῃ χρωμένοις. καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη κατὰ διαδοχὴν ἐγένετο· νῦν γὰρ καὶ αἱροῦνται πρὸς τοῦ ἀεὶ αὐτοκράτορος καὶ χωρὶς ῥαβδούχων περιίασιν. αὐτός τε οὖν συνεσήνεγκέ τινα, καὶ τοῦτο κατ ἔτος πράξειν ὑπέσχετο, καὶ παρὰ βασιλέων δήμων τε τινῶν ἐπαγγελίας ἐδέξατο· παρὰ γὰρ τῶν ἰδιωτῶν, καίπερ συχνῶν ἐθελοντί, ὥς γε ἔλεγον, ἐπιδιδόντων τι, οὐδὲν ἔλαβεν. ὡς δ οὖν ταῦτά τε ἐλάχιστα πρὸς τὸ πλῆθος τῶν ἀναλισκομένων ἦν καὶ ἀθανάτου τινὸς εὐπορίας ἐδεῖτο, προσέταξε τοῖς βουλευταῖς ζητῆσαι πόρους ἰδίᾳ καὶ καθ ἑαυτὸν ἕκαστον, καὶ τούτους ἐς βιβλία γράψαντας δοῦναί οἱ διασκέψασθαι, οὐχ ὅτι οὐκ ἐπενόει τινά, ἀλλ ὅπως ὅτι μάλιστα αὐτοὺς πείσῃ ὃν ἐβούλετο ἑλέσθαι. ἀμέλει ἄλλων ἄλλα ἐσηγησαμένων ἐκείνων μὲν οὐδὲν ἐδοκίμασε, τὴν δ εἰκοστὴν τῶν τε κλήρων καὶ τῶν δωρεῶν, ἃς ἂν οἱ τελευτῶντές τισι πλὴν τῶν πάνυ συγγενῶν ἢ καὶ πενήτων καταλείπωσι, κατεστήσατο, ὡς καὶ ἐν τοῖς τοῦ Καίσαρος ὑπομνήμασι τὸ τέλος τοῦτο γεγραμμένον εὑρών· ἐσῆκτο μὲν γὰρ καὶ πρότερόν ποτε, καταλυθὲν δὲ μετὰ ταῦτα αὖθις τότε ἐπανήχθη. τὰς μὲν οὖν προσόδους οὕτως ἐπηύξησε, τὰ δ ἀναλώματα διὰ τριῶν ἀνδρῶν ὑπατευκότων, οὓς ὁ κλῆρος ἀπέφηνε, τὰ μὲν συνέστειλε τὰ δὲ καὶ παντάπασι διέγραψε.
[55,26] ταῦτά τε οὖν τοὺς Ῥωμαίους ἐλύπει, καὶ προσέτι καὶ λιμὸς ἰσχυρός, ὥσθ ὑπ αὐτοῦ τούς τε μονομαχοῦντας καὶ τὰ ἀνδράποδα τὰ ὤνια ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἐξωσθῆναι, ἔκ τε τῆς θεραπείας καὶ τὸν Αὔγουστον καὶ τοὺς ἄλλους τὸ πλεῖον ἀποπέμψασθαι, καὶ δικῶν ἀνοχὰς γενέσθαι, ἐκδημεῖν τε τοῖς βουλευταῖς ἔνθα ἂν ἐθελήσωσιν ἐπιτραπῆναι. καὶ ὅπως γ ἂν μηδὲν ἐκ τούτου τὰ δόγματα ἐμποδίζηται, κύρια πάντα τὰ γιγνωσκόμενα ὑπὸ τῶν ἀεὶ παρόντων εἶναι ἐκελεύσθη. καὶ προσέτι καὶ ἄνδρες ὑπατευκότες ἐπί τε τοῦ σίτου καὶ ἐπὶ τοῦ ἄρτου κατέστησαν, ὥστε τακτὸν ἑκάστῳ πιπράσκεσθαι. ἐπέδωκε μὲν γὰρ καὶ προῖκα ὁ Αὔγουστος τοῖς σιτοδοτουμένοις τοσοῦτον ἕτερον ὅσον ἀεὶ ἐλάμβανον· ὡς δ οὐδὲ ἐκεῖνό σφισιν ἐξήρκεσεν, οὐδὲ ἐς τὰ ἑαυτοῦ γενέθλια δημοσίᾳ αὐτοὺς ἑστιαθῆναι εἴασεν. ἐπειδή τε ἐν τῷ χρόνῳ τούτῳ πολλὰ τῆς πόλεως πυρὶ διεφθάρη, ἄνδρας τε ἐξελευθέρους ἑπταχῇ πρὸς τὰς ἐπικουρίας αὐτῆς κατελέξατο, καὶ ἄρχοντα ἱππέα αὐτοῖς προσέταξεν, ὡς καὶ δι ὀλίγου σφᾶς διαλύσων. οὐ μέντοι καὶ ἐποίησε τοῦτο· καταμαθὼν γὰρ ἐκ τῆς πείρας καὶ χρησιμωτάτην καὶ ἀναγκαιοτάτην τὴν παρ αὐτῶν βοήθειαν οὖσαν ἐτήρησεν αὐτούς. καὶ εἰσὶ καὶ νῦν οἱ νυκτοφύλακες οὗτοι ἴδιόν τινα τρόπον οὐκ ἐκ τῶν ἀπελευθέρων ἔτι μόνον ἀλλὰ καὶ ἐκ τῶν ἄλλων στρατευόμενοι, καὶ τείχη τε ἐν τῇ πόλει ἔχουσι καὶ μισθὸν ἐκ τοῦ δημοσίου φέρουσιν.
[55,27] ὁ δ οὖν ὅμιλος, οἷα ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ τέλους τοῖς θ ὑπὸ τοῦ πυρὸς ἀπολωλόσι κεκακωμένος, ἤσχαλλε, καὶ πολλὰ μὲν καὶ φανερῶς νεωτεροποιὰ διελάλουν, πλείω δὲ δὴ βιβλία νύκτωρ ἐξετίθεσαν. καὶ ταῦτ ἐλέγετο μὲν ἐκ παρασκευῆς Πουπλίου τινὸς Ῥούφου γίγνεσθαι, ὑπωπτεύετο δὲ ἐς ἄλλους· ὁ μὲν γὰρ Ῥοῦφος οὔτε ἐνθυμηθῆναί τι αὐτῶν οὔτε πρᾶξαι ἐδύνατο, ἕτεροι δὲ τῷ ἐκείνου ὀνόματι καταχρώμενοι καινοτομεῖν ἐπιστεύοντο. καὶ διὰ τοῦτο ζήτησίς τε αὐτῶν ἐψηφίσθη καὶ μήνυτρα προετέθη· μηνύσεις τε ἐγίγνοντο, καὶ ἡ πόλις καὶ ἐκ τούτων ἐταράττετο, μέχρις οὗ ἥ τε σιτοδεία ἐπαύσατο, καὶ μονομαχίας ἀγῶνες ἐπὶ τῷ Δρούσῳ πρός τε τοῦ Γερμανικοῦ τοῦ Καίσαρος καὶ πρὸς Τιβερίου Κλαυδίου Νέρωνος, τῶν υἱέων αὐτοῦ, ἐγένοντο. τοῦτό τε γὰρ αὐτοὺς ἐπὶ τῇ τοῦ Δρούσου μνήμῃ παρεμυθήσατο, καὶ ὅτι τὸ Διοσκόρειον ὁ Τιβέριος καθιερώσας οὐ τὸ ἑαυτοῦ μόνον ὄνομα αὐτῷ, Κλαυδιανὸν ἑαυτὸν ἀντὶ τοῦ Κλαυδίου διὰ τὴν ἐς τὸ τοῦ Αὐγούστου γένος ἐκποίησιν ὀνομάσας, ἀλλὰ καὶ τὸ ἐκείνου ἐπέγραψε. τά τε γὰρ τῶν πολέμων ἅμα διῴκει, καὶ ἐς τὴν πόλιν, ὁπότε παράσχοι, συνεχῶς ἐσεφοίτα, τὸ μέν τι πραγμάτων τινῶν ἕνεκα, τὸ δὲ δὴ πλεῖστον φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ παρὰ τὴν ἀπουσίαν αὐτοῦ προτιμήσῃ. ταῦτά τε ἐν τῷ ἔτει τούτῳ ἐγένετο, καὶ ἐπειδὴ ὁ τῆς Ἀχαΐας ἄρχων μεσούσης που τῆς ἡγεμονίας ἀπέθανε, τῷ τε ταμίᾳ καὶ τῷ παρέδρῳ αὐτοῦ, ὃν πρεσβευτήν, ὥσπερ εἶπον, καλοῦμεν, τῷ μὲν τὰ ἐντὸς τοῦ ἰσθμοῦ τῷ δὲ τὰ λοιπὰ διοικῆσαι προσετάχθη. ὅ τε Ἡρώδης ὁ Παλαιστῖνος, αἰτίαν τινὰ ἀπὸ τῶν ἀδελφῶν λαβών, ὑπὲρ τὰς Ἄλπεις ὑπερωρίσθη, καὶ τὸ μέρος τῆς ἀρχῆς αὐτοῦ ἐδημοσιώθη.
[55,28] κἀν τοῖς αὐτοῖς τούτοις χρόνοις καὶ πόλεμοι πολλοὶ ἐγένοντο. καὶ γὰρ λῃσταὶ συχνὰ κατέτρεχον, ὥστε τὴν Σαρδὼ μηδ ἄρχοντα βουλευτὴν ἔτεσί τισι σχεῖν, ἀλλὰ στρατιώταις τε καὶ στρατιάρχαις ἱππεῦσιν ἐπιτραπῆναι· καὶ πόλεις οὐκ ὀλίγαι ἐνεωτέριζον, ὥστε καὶ ἐπὶ δύο ἔτη τοὺς αὐτοὺς ἐν τοῖς τοῦ δήμου ἔθνεσι, καὶ αἱρετούς γε ἀντὶ τῶν κληρωτῶν, ἄρξαι· τὰ γὰρ τοῦ Καίσαρος καὶ ἄλλως ἐπὶ πλείω χρόνον {ἐν} τοῖς αὐτοῖς προσετάττετο. οὐ μέντοι καὶ περὶ πάντων αὐτῶν ἀκριβῶς ἐπεξάξω· πολλά τε γὰρ ὡς ἑκάστοις καὶ οὐκ ἀξιόλογα συνηνέχθη, καὶ οὐδὲν ἂν λεπτολογηθέντα ὠφελήσειε. τά γε μὴν μνήμης τινὸς ἄξια κεφαλαιώσας, πλὴν τῶν μεγίστων, ἐρῶ. Ἴσαυροί τε γὰρ ἐκ λῃστείας ἀρξάμενοι καὶ ἐς πολέμου δεινότητα προήχθησαν, μέχρις οὗ κατεδαμάσθησαν· καὶ Γαίτουλοι τῷ τε Ἰούβᾳ τῷ βασιλεῖ ἀχθόμενοι, καὶ ἅμα ἀπαξιοῦντες μὴ οὐ καὶ αὐτοὶ ὑπὸ τῶν Ῥωμαίων ἄρχεσθαι, ἐπανέστησαν αὐτῷ, καὶ τήν τε πρόσχωρον ἐπόρθησαν καὶ συχνοὺς καὶ τῶν Ῥωμαίων ἐπιστρατεύσαντάς σφισιν ἀπέκτειναν, τό τε σύμπαν ἐπὶ τοσοῦτον ἐπηυξήθησαν ὥστε Κορνήλιον Κόσσον τὸν κατεργασάμενόν σφας τιμάς τε ἐπινικίους καὶ ἐπωνυμίαν ἀπ αὐτῶν λαβεῖν. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσαν μὲν καὶ ἄλλοι τινές, ἐστράτευσε δὲ καὶ ὁ Τιβέριος. καὶ μέχρι γε τοῦ ποταμοῦ, πρότερον μὲν τοῦ Οὐισούργου, μετὰ δὲ τοῦτο καὶ τοῦ Ἀλβίου, προεχώρησεν, οὐ μέντοι καὶ ἀξιομνημόνευτόν τι τότε γε ἐπράχθη, καίτοι καὶ αὐτοκράτορος μὴ ὅτι τοῦ Αὐγούστου ἀλλὰ καὶ τοῦ Τιβερίου ἐπ αὐτοῖς κληθέντος, καὶ τιμὰς ἐπινικίους Γαΐου Σεντίου τοῦ τῆς Γερμανίας ἄρχοντος λαβόντος, ἐπειδὴ μὴ μόνον ἅπαξ ἀλλὰ καὶ δεύτερον, φοβηθέντες αὐτούς, ἐσπείσαντο. αἴτια δὲ τοῦ καίπερ παρασπονδήσασί σφισι δι ὀλίγου αὖθις τὴν εἰρήνην δοθῆναι τά τε τῶν Δελματῶν καὶ τὰ τῶν Παννονίων, μειζόνως τε ταραχθέντα καὶ ὀξείας ἐπιστροφῆς δεηθέντα, ἐγένετο.
[55,29] ταῖς γὰρ ἐσφοραῖς τῶν χρημάτων οἱ Δελμάται βαρυνόμενοι τὸν μὲν ἔμπροσθε χρόνον καὶ ἄκοντες ἡσύχαζον· ὡς δ ὅ τε Τιβέριος ἐπὶ τοὺς Κελτοὺς τὸ δεύτερον ἐστράτευσε, καὶ Οὐαλέριος Μεσσαλῖνος ὁ τότε καὶ τῆς Δελματίας καὶ τῆς Παννονίας ἄρχων αὐτός τε σὺν ἐκείνῳ ἐστάλη καὶ τὸ πολὺ τοῦ στρατοῦ συνεξήγαγε, καί τινα καὶ σφεῖς δύναμιν πέμψαι κελευσθέντες συνῆλθόν τε ἐπὶ τούτῳ καὶ τὴν ἡλικίαν σφῶν ἀνθοῦσαν εἶδον, οὐκέτι διεμέλλησαν, ἀλλ ἐνάγοντος αὐτοὺς ὅτι μάλιστα Βάτωνός τινος Δησιδιάτου τὸ μὲν πρῶτον ὀλίγοι τινὲς ἐνεωτέρισαν καὶ τοὺς Ῥωμαίους ἐπελθόντας σφίσιν ἔσφηλαν, ἔπειτα δὲ ἐκ τούτου καὶ οἱ ἄλλοι προσαπέστησαν. καὶ μετὰ τοῦτο καὶ Βρεῦκοι Παννονικὸν ἔθνος, Βάτωνα καὶ αὐτοὶ ἕτερον προστησάμενοι, ἐπί τε τὸ Σίρμιον καὶ ἐπὶ τοὺς ἐν αὐτῷ Ῥωμαίους ὥρμησαν. καὶ ἐκεῖνο μὲν οὐκ ἐξεῖλον (αἰσθόμενος γὰρ τῆς ἐπαναστάσεως αὐτῶν Καικίνας Σεουῆρος ὁ τῆς πλησιοχώρου Μυσίας ἄρχων ἐπῆλθέ τε αὐτοῖς διὰ ταχέων περὶ τὸν Δράουον ποταμὸν οὖσι καὶ συμβαλὼν ἐνίκησεν), ἀναμαχέσεσθαι δέ πῃ διὰ βραχέος, ἐπειδὴ καὶ τῶν Ῥωμαίων συχνοὶ ἐπεπτώκεσαν, ἐλπίσαντες πρὸς παράκλησιν συμμάχων ἐτράποντο. καὶ οἱ μὲν συνίστων ὅσους ἐδύναντο, ἐν δὲ τούτῳ ὁ Βάτων ὁ Δελμάτης ἐπὶ Σάλωνα στρατεύσας αὐτὸς μὲν λίθῳ χαλεπῶς πληγεὶς οὐδὲν ἔπραξεν, ἑτέρους δέ τινας πέμψας πάντα τὰ παραθαλάσσια μέχρι τῆς Ἀπολλωνίας ἐλυμήνατο, καί τινα ἐνταῦθα μάχην δι αὐτῶν τοὺς προσμίξαντάς σφισι Ῥωμαίους, καίπερ ἡττηθείς, ἀντεπεκράτησε.
[55,30] πυθόμενος οὖν ταῦθ ὁ Τιβέριος, καὶ φοβηθεὶς μὴ καὶ ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, ἔκ τε τῆς Κελτικῆς ἀνέστρεψε, καὶ τὸν Μεσσαλῖνον προπέμψας αὐτὸς τῷ πλείονι τοῦ στρατοῦ ἐφείπετο. αἰσθόμενος δὲ τῆς προσόδου αὐτῶν ὁ Βάτων ἀπήντησε τῷ Μεσσαλίνῳ, καίπερ μηδέπω καλῶς ἔχων, καὶ ἐπικρατέστερος αὐτοῦ ἐν παρατάξει γενόμενος ἔπειτ ἐξ ἐνέδρας ἐνικήθη. κἀκ τούτου πρός τε τὸν Βάτωνα τὸν Βρεῦκον ἦλθε, καὶ κοινωσάμενος αὐτῷ τὸν πόλεμον ὄρος τι Ἀλμὰν κατέλαβε· κἀνταῦθα πρὸς μὲν τοῦ Ῥυμητάλκου τοῦ Θρᾳκός, προπεμφθέντος ἐπ αὐτοὺς ὑπὸ τοῦ Σεουήρου, βραχείᾳ τινὶ μάχῃ ἡττήθησαν, πρὸς δ αὐτὸν ἐκεῖνον ἰσχυρῶς ἀντέσχον. καὶ μετὰ ταῦτα τοῦ τε Σεουήρου ἐς τὴν Μυσίαν διά τε τοὺς Δακοὺς καὶ διὰ τοὺς Σαυρομάτας πορθοῦντας αὐτὴν ἀπάραντος, καὶ τοῦ Τιβερίου τοῦ τε Μεσσαλίνου ἐν Σισκίᾳ ἐγχρονισάντων, τήν τε συμμαχίδα σφῶν ἐπέδραμον καὶ συχνοὺς προσαπέστησαν. καὶ ἐς μὲν χεῖρας, καίπερ τοῦ Τιβερίου πλησιάσαντός σφισιν, οὐκ ἦλθον αὐτῷ, ἄλλοσε δὲ καὶ ἄλλοσε μεθιστάμενοι πολλὰ ἐπόρθησαν· τῆς τε γὰρ χώρας ἐμπείρως ἔχοντες καὶ κούφως ἐσκευασμένοι, ῥᾳδίως ὅπῃ ποτὲ ἐβούλοντο ἐχώρουν. καὶ ἐπειδή γε ὁ χειμὼν ἐνέστη, πολὺ πλείω ἐκακούργησαν· καὶ γὰρ καὶ ἐς τὴν Μακεδονίαν αὖθις ἐνέβαλον. καὶ τούτους μὲν ὅ τε Ῥυμητάλκης καὶ ὁ ἀδελφὸς αὐτοῦ Ῥασκύπορις μάχῃ κατέλαβον· οἱ δὲ δὴ ἄλλοι τῇ μὲν χώρᾳ σφῶν πορθουμένῃ μετὰ τοῦτο ἐπί τε Καικιλίου Μετέλλου καὶ ἐπὶ Λικινίου Σιλανοῦ ὑπάτων οὐκ ἐπήμυναν, ἐς δὲ τὰ ἐρυμνὰ ἀναφυγόντες ἐκεῖθεν ὅπῃ παρείκοι καταδρομὰς ἐποιοῦντο.
[55,31] μαθὼν οὖν ταῦτα ὁ Αὔγουστος, καὶ ὑποπτεύσας ἐς τὸν Τιβέριον ὡς δυνηθέντα μὲν ἂν διὰ ταχέων αὐτοὺς κρατῆσαι, τρίβοντα δὲ ἐξεπίτηδες ἵν ὡς ἐπὶ πλεῖστον ἐν τοῖς ὅπλοις ἐπὶ τῇ τοῦ πολέμου προφάσει ᾖ, πέμπει τὸν Γερμανικὸν καίτοι ταμιεύοντα, στρατιώτας οἱ οὐκ εὐγενεῖς μόνον ἀλλὰ καὶ ἐξελευθέρους δούς, ἄλλους τε καὶ ὅσους παρά τε τῶν ἀνδρῶν καὶ παρὰ τῶν γυναικῶν δούλους, πρὸς τὰ τιμήματα αὐτῶν, σὺν τροφῇ ἑκμήνῳ λαβὼν ἠλευθέρωσεν. οὐ μόνον δὲ τοῦτο πρὸς τὴν τοῦ πολέμου χρείαν ἔπραξεν, ἀλλὰ καὶ τὴν ἐξέτασιν τῶν ἱππέων τὴν ἐν τῇ ἀγορᾷ γιγνομένην ἀνεβάλετο. κατά τε τῆς πανηγύρεως τῆς μεγάλης ηὔξατο, ὅτι γυνή τις ἐς τὸν βραχίονα γράμματα ἄττα ἐντεμοῦσα ἐθείασέ τινα. ᾔσθετο μὲν γὰρ ὅτι οὐκ ἐκ θεοῦ κατέσχητο ἀλλ ἐκ παρασκευῆς αὐτὸ ἐπεποιήκει· ἐπειδὴ δὲ τὸ πλῆθος ἄλλως τε καὶ διὰ τοὺς πολέμους τόν τε λιμόν, ὃς καὶ τότε αὖθις συνέβη, δεινῶς ἐταράττετο, πιστεύειν τε καὶ αὐτὸς τοῖς λεχθεῖσιν ἐπλάττετο, καὶ πάνθ ὅσα παραμυθήσεσθαι τὸν ὅμιλον ἤμελλεν ὡς καὶ ἀναγκαῖα ἔπραττε. καὶ ἐπί γε τῇ σιτοδείᾳ δύο αὖθις ἐκ τῶν ὑπατευκότων ἐπιμελητὰς τοῦ σίτου σὺν ῥαβδούχοις ἀπέδειξε. προσδεόμενος δὲ δὴ χρημάτων ἔς τε τοὺς πολέμους καὶ ἐς τὴν τῶν νυκτοφυλάκων τροφήν, τό τε τέλος τὸ τῆς πεντηκοστῆς ἐπὶ τῇ τῶν ἀνδραπόδων πράσει ἐσήγαγε, καὶ τὸ ἀργύριον τὸ τοῖς στρατηγοῖς τοῖς τὰς ὁπλομαχίας ποιοῦσιν ἐκ τοῦ δημοσίου διδόμενον ἐκέλευσε μηκέτ ἀναλίσκεσθαι.
[55,32] τὸν δὲ δὴ Γερμανικόν, ἀλλ οὐ τὸν Ἀγρίππαν ἐπὶ τὸν πόλεμον ἐξέπεμψεν, ὅτι δουλοπρεπής τε ἐκεῖνος ἦν καὶ τὰ πλεῖστα ἡλιεύετο, ὅθενπερ καὶ Ποσειδῶνα ἑαυτὸν ἐπωνόμαζε, τῇ τε ὀργῇ προπετεῖ ἐχρῆτο, καὶ τὴν Ἰουλίαν ὡς μητρυιὰν διέβαλλεν, αὐτῷ τε τῷ Αὐγούστῳ πολλάκις ὑπὲρ τῶν πατρῴων ἐπεκάλει. καὶ οὐ γὰρ ἐσωφρονίζετο, ἀπεκηρύχθη, καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμιείῳ ἐδόθη, καὶ αὐτὸς ἐς Πλανασίαν τὴν πρὸς Κύρνῳ νῆσον ἐνεβλήθη. ταῦτα μὲν ἐν τῇ πόλει ἐγένετο· τοῦ δὲ δὴ Γερμανικοῦ ἐς τὴν Παννονίαν ἐλθόντος καὶ στρατευμάτων πολλαχόθεν ἐκεῖσε συνιόντων, τηρήσαντες οἱ Βάτωνες τὸν Σεουῆρον ἐκ τῆς Μυσίας προσιόντα ἐπέπεσον αὐτῷ ἀπροσδόκητοι, στρατοπεδευομένῳ πρὸς τοῖς Οὐολκαίοις ἕλεσι, καὶ τοὺς μὲν ἔξω τοῦ ταφρεύματος ἐφόβησαν καὶ κατήραξαν ἐς αὐτό, δεξαμένων δέ σφας τῶν ἔνδον ἡττήθησαν. καὶ μετὰ τοῦθ οἱ Ῥωμαῖοι νεμηθέντες, ὅπως πολλαχῇ ἅμα τῆς χώρας κατατρέχωσιν, οἱ μὲν ἄλλοι οὐδὲν ἄξιον λόγου τότε γε ἔδρασαν, ὁ δὲ δὴ Γερμανικὸς Μαζαίους Δελματικὸν ἔθνος μάχῃ νικήσας ἐκάκωσεν.
[55,33] ἐν μὲν δὴ τῷ ἔτει ἐκείνῳ ταῦτ ἐπράχθη, Μάρκου δὲ δὴ Φουρίου μετὰ Σέξτου Νωνίου ὑπατεύσαντος ἐπεθύμησαν μὲν καὶ οἱ Δελμάται καὶ οἱ Παννόνιοι συμβῆναι διὰ τὸ τὸ μὲν πρῶτον λιμῷ, εἶτα καὶ νόσῳ ἀπ αὐτοῦ, πόαις τέ τισιν ἀλλοκότοις καὶ ῥίζαις χρώμενοι, πονηθῆναι, οὐκ ἐπεκηρυκεύσαντο δὲ κωλυσάντων τῶν μηδεμίαν παρὰ τῶν Ῥωμαίων ἐλπίδα σωτηρίας ἐχόντων, ἀλλὰ καὶ ὣς ἀντεῖχον. καὶ Σκενόβαρδός τέ τις προσποιησάμενος μεταστήσεσθαι, καὶ πέμψας κατ αὐτὸ τοῦτο πρὸς Μάνιον Ἔννιον φρούραρχον Σισκίας ὡς ἕτοιμος μὲν ὢν αὐτομολῆσαι, δεδιὼς δὲ μὴ προπάθῃ - - -
[55,34] {Πρότερον μὲν ὁ Αὔγουστος ἔς τε τὸ συνέδριον συνεχῶς ἐφοίτα, οὺ᾿} μέντοι καὶ ἐν τοῖς πρώτοις ἀλλ ἐν τοῖς ὑστάτοις ἀπεφαίνετο, ὅπως ἰδιοβουλεῖν ἅπασιν ἐξείη καὶ μηδεὶς αὐτῶν τῆς ἑαυτοῦ γνώμης, ὡς καὶ ἀνάγκην τινὰ συμφρονῆσαί οἱ ἔχων, ἐξίσταιτο, τοῖς τε ἄρχουσι πολλάκις συνεδίκαζε· καὶ ὁσάκις γε οἱ παρεδρεύοντές σφισιν ἐδιχογνωμόνουν, καὶ ἡ ἐκείνου ψῆφος ἀπὸ τῆς ἴσης ταῖς τῶν ἄλλων ἠριθμεῖτο. τότε δὲ τῇ μὲν γερουσίᾳ καὶ ἄνευ ἑαυτοῦ τὰ πολλὰ δικάζειν ἐπέτρεπεν, ἐς δὲ τὸν δῆμον οὐκέτι παρῄει, ἀλλὰ τῷ μὲν προτέρῳ ἔτει πάντας τοὺς ἄρξοντας αὐτός, ἐπειδήπερ ἐστασιάζετο, ἀπέδειξε, τούτῳ δὲ καὶ τοῖς ἔπειτα γράμματά τινα ἐκτιθεὶς συνίστη τῷ τε πλήθει καὶ τῷ δήμῳ ὅσους ἐσπούδαζε. πρὸς μέντοι τὰς τῶν πολέμων διαχειρίσεις οὕτως ἔρρωτο ὥσθ, ἵν ἐγγύθεν καὶ ἐπὶ τοῖς Δελμάταις καὶ ἐπὶ τοῖς Παννονίοις πᾶν ὅ τι χρὴ συμβουλεύειν ἔχῃ, πρὸς Ἀρίμινον ἐξώρμησε. καὶ ἐπί τε τῇ ἐξόδῳ αὐτοῦ εὐχαὶ ἐγένοντο, καὶ ἐπὶ τῇ ἐπανόδῳ αἱ θυσίαι ὥσπερ ἐκ πολεμίας τινὸς ἀνακομισθέντος ἐτελέσθησαν. ταῦτα μὲν ἐν τῇ Ῥώμῃ ἐπράχθη, ἐν δὲ τούτῳ ὁ Βάτων ὁ Βρεῦκος, ὁ τόν τε Πίννην προδοὺς καὶ μισθὸν τούτου τὴν ἀρχὴν τῶν Βρεύκων λαβών, ἑάλω τε ὑπὸ τοῦ ἑτέρου Βάτωνος καὶ διεφθάρη· ἐπειδὴ γὰρ ὑποπτεύσας τι ἐς τὸ ὑπήκοον ὁμήρους καθ ἕκαστον τῶν φρουρίων περιιὼν ᾔτει, μαθὼν τοῦτ ἐκεῖνος ἐνήδρευσέ που αὐτόν, καὶ μάχῃ κρατήσας κατέκλεισεν ἐς τεῖχος, καὶ μετὰ τοῦτ ἐκδοθέντα ὑπὸ τῶν ἔνδον λαβὼν παρήγαγέ τε ἐς τὸ στράτευμα, καὶ καταψηφισθέντα ἀποθανεῖν ἐν χερσὶν ἐποίησε. γενομένου δὲ τούτου συχνοὶ τῶν Παννονίων ἐπανέστησαν, καὶ αὐτοῖς ὁ Σιλουανὸς ἐπιστρατεύσας τούς τε Βρεύκους ἐνίκησε καὶ τῶν ἄλλων τινὰς ἀμαχεὶ προσεποιήσατο. ἰδὼν οὖν ταῦτα ὁ Βάτων τῆς μὲν Παννονίας οὐδεμίαν ἔτ ἐλπίδα ἔσχε, τὰς δὲ ἐς τὴν Δελματίαν ἐξ αὐτῆς ἐσόδους φρουραῖς διαλαβὼν ἐκείνην ἐπόρθει. καὶ οὕτω καὶ οἱ λοιποὶ τῶν Παννονίων, ἄλλως τε καὶ τῆς χώρας σφῶν ὑπὸ τοῦ Σιλουανοῦ κακουμένης, ὡμολόγησαν, πλὴν καθ ὅσον λῃστικά τινα οἷα ἐκ ταραχῆς τοσαύτης ἐπὶ πλεῖον κακουργοῦντα διεγένετο, ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν παρά τε τοῖς ἄλλοις καὶ παρ ἐκείνοις μάλιστα συμβαίνει. καὶ ταῦτα μὲν ἄλλοι καθῄρουν.