STRABON
Géographie
Texte grec
LIVRE VII
ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΕΒΔΟΜΟΝ
CHAPITRES I à III CHAPITRES IV à VII
LIVRE I - LIVRE II - LIVRE III - LIVRE IV - LIVRE V - LIVRE VI
Pour la traduction française d'un paragraphe, cliquer sur le numéro de ce paragraphe

|
ΑΠΟΣΠΑΣΜΑΤΙΑ 1. Ἦν δὲ πρότερον περὶ Σκοτοῦσσαν πόλιν τῆς Πελασγιώτιδος τὸ χρηστήριον· ἐμπρησθέντος δ' ὑπό τινων τοῦ δένδρου, μετηνέχθη κατὰ χρησμὸν τοῦ Ἀπόλλωνος ἐν Δωδώνῃ. Ἐχρησμῴδει δ' οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον. Φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους, καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι. 2. Ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι· πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις (τοὺς) γέροντας· ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυὶὶ μεμυθεῦσθαι πελείας φασίν. 3. Ὅτι ἡ παροιμία, Τὸ ἐν Δωδώνῃ χαλκεῖον, ἐντεῦθεν ὠνομάσθη· χαλκίον ἦν ἐν τῷ ἱερῷ, ἔχον ὑπερκείμε νον ἀνδριάντα, κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων· ἡ δὲ μάστιξ ἦν τριπλῆ, ἁλυσιδωτή, ἀπηρτημένους ἔχουσα ἐξ αὑτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκίον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ τετρακόσια προέλθοι· ὅθεν καὶ ἡ παροιμία ἐλέχθη, Ἡ Κερκυραίων μάστιξ. 4. Ἡ δὲ Παιονία τούτοις μὲν ἔστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρᾳκίοις ὄρεσι, πρὸς ἄρκτον δ' ὑπέρκειται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς ... (δι' ὧν ὁ Ἀξιὸς ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς ὁ Πηνειὸς διὰ τῶν Τεμπῶν φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ)· πρὸς νότον [ δὲ] τοῖς Αὐταριάταις καὶ Δαρδανίοις καὶ Ἀρδιαίοις ὁμορεῖ· ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος ἡ Παιονία. 5. Ὅτι ὁ Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ. 6. Ἡ δ' Ὀρεστὶς πολλή, καὶ ὄρος ἔχει μέγα μέχρι τοῦ Κόρακος τῆς Αἰτωλίας καθῆκον καὶ τοῦ Παρνασσοῦ. Περιοικοῦσι δ' αὐτοί τε Ὀρέσται καὶ Τυμφαῖοι καὶ οἱ ἐκτὸς Ἰσθμοῦ Ἕλληνες οἱ περὶ Παρνασσὸν καὶ τὴν Οἴτην καὶ Πίνδον. Ἑνὶ μὲν δὴ κοινῷ ὀνόματι καλεῖται Βοῖον τὸ ὄρος, κατὰ μέρη δὲ πολυώνυμόν ἐστιν. Φασὶ δ' ἀπὸ τῶν ὑψηλοτάτων σκοπιῶν ἀφορᾶσθαι τό τε Αἰγαῖον πέλαγος καὶ τὸ Ἀμβρακικὸν καὶ τὸ Ἰόνιον, πρὸς ὑπερβολήν, οἶμαι, λέγοντες. Καὶ τὸ Πτελεὸν ἱκανῶς ἐστιν ἐν ὕψει τὸ περικείμενον τῷ Ἀμβρακικῷ κόλπῳ, τῇ μὲν ἐκτεινόμενον μέχρι τῆς Κερκυραίας τῇ δ' ἐπὶ τὴν κατὰ Λευκάδα θάλασσαν. 7. Ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλ' ὑπὸ πολέμων τινῶν καὶ τυράννων ἐφθάρη· καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλ' ἐπὶ λοιδορίᾳ παροι μίαν ἔλαβεν· Ἐλευθέρα Κόρκυρα, χέζ' ὅπου θέλεις. 8. Ὅτι ( ἐπὶ γέλωτι) ἐν παροιμίας μέρει ι γελᾶται Κέρκυρα ταπεινωθεῖσα τοῖς πολλοῖς πολέμοις. 9. Λοιπὴ δ' ἐστὶ τῆς Εὐρώπης ἥ τε Μακεδονία καὶ τῆς Θρᾴκης τὰ συνεχῆ [ τα]ύτῃ μέχρι Βυζαντίου καὶ ἡ Ἑλλὰς καὶ αἱ προσεχεῖς νῆσοι. Ἔστι μὲν οὖν Ἑλλὰς καὶ ἡ Μακεδονία· νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι καὶ συνάψαι πρὸς τὴν ὅμορον αὐτῇ Θρᾴκην μέχρι τοῦ στόματος τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος. Εἶτα μετ' ὀλίγα μέμνηται Κυψέλων καὶ τοῦ Ἕβρου ποταμοῦ. Καταγράφει δὲ καί τι σχῆμα παραλληλόγραμμον, ἐν ᾧ ἡ σύμπασα Μακεδονία ἐστίν. 10. Ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου· τὰ γὰρ ὄρη ταῦτα, ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαίαν· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰοῦσιν ἕως Θεσσαλονικείας· καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλογράμμου ἔγγιστα. 11. Ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον ἡ νῦν Μακεδονία. Ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπ' ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. Ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ. Κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες· οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, ἡγε μόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ τὰ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος· ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ' οἱ μὲν Μυγδόνες, οἱ δὲ Ἤδωνες, οἱ δὲ Σίθωνες. Τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. Ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον· ὠνομάζοντο δ' οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς. 12. Ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Ἁλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ἠπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι. 13. Ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυχοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας ἡ μὲν τεταμένη πρὸς νότον μέχρι Σουνίου, ἡ δὲ πρὸς ἕω μέχρι τῆς Θρᾳκίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν. Εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθείσης ἀρκτέον. Τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρισαίου κόλπου· μετὰ δὲ ταύτην ἡ Βοιωτική ἐστι παραλία ἡ πρὸς Εὔβοιαν· ὑπέρκειται δ' αὐτῆς ἡ λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ. Λέγει δὲ καὶ τὴν Ἐγνα τίαν ὁδὸν τελευτᾶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου. 14. Τῶν ταινιῶν, φησίν, ἀφοριοῦμεν πρώτους τοὺς περὶ Πηνειὸν οἰκοῦντας καὶ τὸν Ἁλιάκμονα πρὸς θαλάττῃ. Ῥεῖ δ' ὁ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους διὰ μέσης τῆς Θετταλίας πρὸς ἕω. Διελθὼν δὲ τὰς τῶν Λαπιθῶν πόλεις καὶ Περραιβῶν τινας συνάπτει τοῖς Τέμπεσι· παραλαβὼν πλείους ποταμούς, ὧν καὶ ὁ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ὁ ποιητής, τὰς πηγὰς ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, ὃ κἀντεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας. Ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλὼν μεταξὺ Ὀλύμπου καὶ Ὄσσης. Φέρεται δ' ὁ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν ὄρος μετεωρότατον, * τῶν ἐκβολῶν τοῦ ποταμοῦ. Ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτὼν ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν· ἀπέχει δ' ὅσον σταδίους ἑκατὸν τῆς Γυρτῶνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής « τὼ μὲν ἄρ' ἐκ Θρῄκης » καὶ [τὰ] ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους· ἐπὶ δὲ θάτερα ἡ Πιερία. 15. Ὅτι ὁ Πηνειὸς ποταμός, ῥέων διὰ τῶν Τεμπῶν, καὶ ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον ποταμόν, ὃν Ὅμηρος Τιταρήσιον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον. Αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὅ ἐστι συνεχὲς τῷ Ὀλύμπῳ. Καὶ ἔστιν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον. 16. Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτὼν ἔστι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. Ἀπέχει δὲ ἡ Γυρτὼν τῆς Τύρρηνος* πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής τὼ μὲν ἄρ' ἐκ Θρῄκης, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. 17. Ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλ' ὅσον ἑπτὰ ἀπέχει σταδίου· ἔχει δ' ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν. 18. Ὅτι ὑπὸ τῷ Ὀλύμπῳ πόλις Δῖον. Ἔχει δὲ κώμην πλησίον Πίμπλειαν· ἐνταῦθα τὸν Ὀρφέα διατρῖψαί φησι τὸν Κίκονα, ἄνδρα γόητα, ἀπὸ μουσικῆς ἅμα καὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν ἀγυρτεύοντα τὸ πρῶτον, εἶτ' ἤδη καὶ μειζόνων ἀξιοῦντα ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν κατασκευαζόμενον· τοὺς μὲν οὖν ἑκουσίως ἀποδέχεσθαι, τινὰς δ' ὑπιδομένους ἐπιβουλὴν καὶ βίαν ἐπισυστάντας διαφθεῖραι αὐτόν. Ἐνταῦθα πλησίον καὶ τὰ Λείβηθρα. 19. Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο. 20. Μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί· εἶτα Πύδνα, Μεθώνη, Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων δι' Ὀρεστῶν καὶ τῆς Πελαγονίας, ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. Μέση δ' οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. Ἔστι δ' ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου· λέγεται δὲ Θεσσαλονίκεια [ δι]ὰ τὴν ἐπιφάνειαν. Τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλ[λα ἐσ]τὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθ' ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν [ αὐτῇ]. Ἔχει δ' ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. Ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δ' Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν· Τηλόθεν
ἐξ Ἀμυδῶνος
ἀπ' Ἀξιοῦ
εὐρυρέοντος. 21. Ὅτι ὁ Ἀξιὸς θολερὸς ῥεῖ· ὁ δ' Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αἶαν, ἣ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ. Μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν· εἶτα Θεσσαλονίκεια Κασάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία ὁδός. Ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν· ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδονίας ἐστί. Τῶν δὲ συνοι κισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλάστρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἴνεια καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέμνηται ὁ ποιητής· Κισσῆς τόν γ' ἔθρεψε, τὸν Ἰφιδάμαντα λέγων. 22. Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμὸς ἔστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί· ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκατὸν εἴκοσιν. Ἀπέχει δ' ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια. Ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις· ἡ δὲ Ἄλωρος Βοτταϊκή. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως. 23. Ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηὔξησε, τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. Εἶτα ὁ Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν· Τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρυρέοντος. Ἀλλ' ἐπεὶ ὁ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνί σχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον, Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν· μεταγράφουσιν οὕτως· Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης· οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον + τῆς γῆς τῇ ὄψει κίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ. 24. Ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δ' ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου τοῦ Ἀμύντου, ὠνόμασε· μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς αὐτήν, οἷον Χαλάστραν, Αἴνειαν, Κισσὸν καί τινα καὶ ἄλλα. Ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρ' Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτόν, φησὶν ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. 25. Ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον κατεῖχον Βρίγες, Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν. Μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου. Τοῦτο δ' ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι· ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη· πενταστάδιον δ' ἔχει τὸν ἰσθμὸν διορωρυγμένον· κεῖται δ' ἐπ' αὐτῷ πόλις ἡ πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου ἀναλαβόντος αὐτὴν ἀνατετραμμένην· ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα. Ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες, οἱ δὲ πιθα νώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δ' ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν. Κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρῳάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν. 26. Ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. 27. Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο· ᾤκουν δ' αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν· ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην. 28. Ὅτι διεῖχε Ποτιδαίας Ὄλυνθος ἑβδομήκοντα σταδίους. 29. Ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ. 30. Ὅτι πλησίον Ὀλύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον, ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κάνθαρος τῆς πέριξ χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται. 31. Μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς ἡ λοιπὴ τοῦ Τορωνικοῦ κόλπου παραλία μέχρι Δέρρεως· ἄκρα δ' ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον. Ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ ὁ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγγου τοὔνομα. Μεθ' ἣν Ἄκανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ἀνδρίων κτίσμα, ἀφ' ἧς συχνοὶ καὶ τὸν κόλπον Ἀκάνθιον καλοῦσι. 32. Ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. Καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως· Μαλιακόν, Παγασιτικόν, Θερμαῖον, Τορωναῖον, Σιγγιτικόν, Στρυμονικόν. Τὰ δὲ ἄκρα Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις. 33. Ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δ' ὁ Ἄθων πέντε πόλεις, Δῖον, Κλεωνάς, Θύσσον, Ὀλόφυξιν, Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. Ἔστι δ' ὁ Ἄθων ὄρος μαστοειδές, ὀξύτατον ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψός, Ἀπολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατ' αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος, Ἄργιλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφ' οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ ἀγαθῶν ἀγαθῖδας. 34. Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. 35. Ἔστι δ' ὁ Ἄθως [ὄρος] ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα ἀλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν ἐστιν. Ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονώς, ὧν καὶ Ὀρφεύς. Ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθ' ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώρυγα. Δημήτριος δ' ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην· μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δ' ἐπὶ πλάτος πλεθριαῖον, εἶθ' ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι δι' ὅλου μέχρι θαλάσσης· εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε πόρον γενέσθαι πλωτόν· ὅπου |