ΥΠΟΘΕΣΙΣ
ΥΠΟΘΕΣΙΣ
Ὅτι οὐκ ἐκτὸς φιλοσοφίας ἡ γεωγραφικὴ πραγματεία. Ὅτι καὶ Ὅμηρος αὐτῇ πανταχοῦ τῶν ἐπῶν φαίνεται χρώμενος. Ὅτι οἱ πρότερον αὐτῇ χρησάμενοι ἐλλειπῶς ἢ ἀναρθρώτως ἢ ἐσφαλμένως ἢ ψευδῶς ἢ τοῖς αὐτοῖς ἀσυμφώνως εἰρήκασιν. Ἔλεγχοι καὶ ἀποδείξεις τοῦ εἰκότως αὐτὸν οὕτω κρίνειν. Κεφαλαιώδεις λόγοι πάσης οἰκουμένης συντόμως ὑποτυποῦντες τὴν διάθεσιν. Πίστις εἰκότων καὶ τεκμηρίων βεβαίων τοῦ κατὰ μέρη τὴν γῆν καὶ τὴν θάλασσαν ἐνηλλάχθαι καὶ εἰς ἀλλήλας μετατεθῆναι.
Β Ἐν
τῷ δευτέρῳ
κατὰ λέξιν
προβαλλόμενος
τὰ
Ἐρατοσθένους
διαιτᾶᾶ
καὶ
διελέγχει ὅσα
μὴ ὀρθῶς
εἴρηται ἢ
διῄρηται ἢ
διαγέγραπται:
καὶ Ἱππάρχου
δὲ τῶν πολλῶν
μιμνήσκεται
ἐπιλαμβανόμενος.
καὶ ἐπὶ τέλει
ἔκθεσις
σύντομος καὶ
τρόπον τινα
σύνοψις τῆς
ὅλης
πραγματείας,
τοῦτ' ἔστι
τῆς
γεωγραφικῆς
ἱστορίας.
Γ λείπει
Δ Ἐν
τῷ τετάρτῳ τὰ
περὶ Γαλλίαν
καὶ Ἰβηρίαν
καὶ ὅσα
διείργουσιν
αἱ Ἄλπεις
τῆς Ἰταλίας
ἔνδον, ἐν
οἷς καὶ
Βρεττανία
καὶ τῶν
ὠκεανιτίδων
νήσων τινές,
ὅσαι καὶ
δοκοῦσιν
οἰκεῖσθαι,
καὶ βαρβάρων
χώραν καὶ ἔθνη
παροικοῦντα
τοῦ Ἴστρου
πέραν. ε
Ἐν τῷ
πέμπτῳ τὰ περὶ
Ἰταλίαν
ἀπὸ τῆς
ὑπωρείας τῶν
Ἄλπεων μέχρι
τοῦ Σικελικοῦ
πορθμοῦ καὶ
Ταραντίνου
κόλπου καὶ
τοῦ
Ποσειδωνιάτου,
ἐς οἷς
Βενετία,
Λιγουρία,
Πικηνόν,
Τουσκία,
ῥᾅμη, Καμπανία,
Λευκανία,
Ἀπουλία,
καὶ ὅσαι
νῆσοι τῇ ταύτῃ
θαλάσσῃ
παράκεινται
ἀπὸ ὸ Γενουσῶν
μέχρι
Σικελίας. . Ἐν
τῷ ἕκτῳ τὰ
ἐφεξῆς τῆς
Ἰταλίας
καὶ τὰ ἐντὸς
τοῦ Ἀδρία
μέχρι
Μακεδονίας, ἐν οἷς
Ἀπουλία
Καλαβρία
καὶ ὅσα κατὰ
τὸν Ἰόνιον
κόλπον ἅμα
ταῖς
παρακειμέναις
νήσοις ἀπὸ
Σικελίας
ἕως τῶν
Κεραυνίων,
κἀκ τοῦ ἄλλου
μέρους ἕως
Καρχηδόνος
καὶ τῶν ταύτῃ
παρακειμένων
νησιδίων.
Ζ Ἐν
τῷ ἑβδόμῳ
λέγει τῆς
εὐρώπης
τὰ λειπόμενα
μέρη: ἔστι
δὲ τὰ πρὸς ἕω
πέραν τοῦ
ῥώνου μέχρι
τοῦ Τανάιιδος
καὶ τοῦ
στόματος τῆς
Μαιώτιδος
λίμνης,
καὶ ὅσα
μεταξὺ τοῦ
Ἀδρίου καὶ
τῶν ἀριστερῶν
τῆς Ποντικῆς
θαλάσσης
μερῶν
ἀπολαμβάνει
πρὸς νότον
μέχρι τῆς
Ἑλλάδος
καὶ τῆς
Προποντίδος
ὁ Ἴστρος,
ἐν οἷς καὶ
Μακεδονία
πᾶσα. η
Ἐν τῷ ὀγδόῳ
λέγει τὰ τῆς
εὐρώπης,
Μακεδονίας
τὰ λειπόμενα
καὶ Ἑλλάδα
πᾶσαν: ἐν ᾗ καὶ
ἐγχρονίζει
διὰ τὸ
πολύγνωστον
τῆς χώρας,
διακριβῶν
καὶ εὐκρινῆ
ποιῶν τὰ
ἀδιακρίτως
καὶ
ἀδιορίστως
ὑπὸ τῶν
ποιητῶν τε καὶ
ἱστορικῶν
περὶ τῶν ταύτῃ
πόλεων
εἰρημένα,
καὶ μάλιστα
ἐν καταλόγῳ τε
καὶ ἄλλοθι
πολλαχοῦ τῆς
ποιήσεως. Θ Ἐν
τῷ ἐνάτῳ περὶ
τῆς Ἑλλάδος,
Ἀθηνῶν
μάλιστα
πανηγυρικὴν
ἔκφρασιν,
καὶ Βοιωτίαν
καὶ
Θετταλίαν
μετὰ τῆς
παραλίας
ταύτης. ι
Τὸ δέκατον
περιέχει
αἰτωλίαν
καὶ τὰς
παρακειμένας
νήσους, ἔτι
δὲ Κρήτην
πᾶσαν, ᾗ
καὶ μάλιστα
ἐγχρονίζει,
νόμιμά τε
αὐτῆς
διηγούμενος
καὶ τῶν
Κουρήτων,
πρὸς δὲ καὶ
τῶν Ἰδαίων
δακτύλων τὴν
ἐν αὐτῇ
γένεσιν καὶ
τιμὴν καὶ
ὄργια ἐπεξιών: καὶ τὸ
ἴδιον δὲ γένος
Στράβων
ἀπὸ Κρήτης
λέγει: ἔτι
δὲ καὶ τὰς περὶ
Κρήτην νήσους
πολλὰς οὔσας
περιέχει τὸ
βιβλίον,
ἐν αἷς εἰσι
καὶ αἱ
Σποράδες
καὶ τῶν
Κυκλάδων ἔνιαι.
ια Τὸ
ἑνδέκατον
ἄρχεται μὲν
τῆς Ἀσίας,
τοῦ Τανάιδος ἀπὸ τῶν
ἀρκτικῶν
μερῶν ἄνωθεν
ἀρχομένου
διαιρεῖν τὴν
εὐρώπην
τῆς Ἀσίας.
περιέχει δὲ
τὸ βιβλίον καὶ
τὰ
παρακείμενα
ἔθνη ταῖς
ἀρχαῖς αὐτοῦ
πρὸς τῇ
ἀνατολῇ καὶ
μεσημβρίᾳ,
ἣ καὶ Ἀσία
ἐστίν. ἔστι
δὲ τῇδε ἔθνη
βάρβαρα τὰ τῷ
βιβλίῳ
ἐγκείμενα ὅσα
παροικεῖ τὸ
Καυκάσιον
ὄρος, ἐν
οἷς Ἀμαζόνες τε καὶ
Μασσαγέται,
Σκύθαι
καὶ Ἀλβανοὶ
καὶ Ἴβηρες,
Βακτριανοί,
Κάσπιοι,
Μῆδοι, Πέρσαι,
Ἀρμενίαι
δύο ἕως τῆς
Μεσοποταμίας:
ἔχει δὲ καὶ
Τρωγλοδύτας
καὶ Ἡνιόχους
οὕτω
λεγόμενα ἔθνη,
καὶ
Σκηπτούχους, Σοάνας,
Ἀσσυρίους,
Πολυφάγους,
Ναβιανούς,
Σιρακούς,
Ταπύρους.
ἐπεμνήσθη δὲ
Ἰάσονος
καὶ Μηδείας
καὶ ὧν
ἔκτισαν
πόλεων: ἔτι
δὲ Ξέρξου καὶ
Μιθριδάτου
καὶ
Ἀλεξάνδρου
τοῦ Φιλίππου.
ιΒ Τὸ
δωδέκατον
περιέχει τὰ
ὑπόλοιπα τῆς
Ποντικῆς χώρας καὶ
ἐφεξῆς
Καππαδοκίαν,
Γαλατίαν,
Βιθυνίαν,
Μυσίαν,
Φρυγίαν,
Μαιονίαν,
καὶ πρὸ
τούτων
Σινωπίδα,
πόλιν
Ποντικήν, καὶ
Ἡράκλειαν
καὶ Ἀμάσειαν:
ἔτι Ἰσαυρίαν,
Λυκίαν,
Παμπυλίαν, Κιλκίαν
μετὰ τῶν
παρακειμένων
νήσων καὶ ὀρῶν
καὶ ποταμῶν.
ιΓ Τὸ
τρισκαιδέκατον
περιέχει τῆς
Ἀσίας τὰ ἀπὸ τῆς
Προποντίδος
κάτωθεν,
ἀπὸ Κυζίκου
ἀρχόμενον,
καὶ ἐφεξῆς
τὴν ταύτῃ
παραλίαν
πᾶσαν καὶ εἴ
τινες νῆσοι
ὑπάρχουσιν:
ἐγχρονίζει
δὲ μάλιστα τῇ
Τροίᾳ, εἰ
καὶ ἔρημος, διὰ τὸ
ἐπίσημον
αὐτῆς καὶ
πολυθρύλητον
ἐκ τοῦ πολέμου.
ιΔ Τὸ
τεσσαρεσκαιδέκατον
περιέχει τὰς
Κυκλάδας νήσους καὶ
τὴν ἀντιπέραν
χώραν, ἐν
ᾗ Παμφυλία
Ἰσαυρία
Λυκία Πισιδία
Κιλικία
ἕως
Σελευκείας τῆς Συρίας,
καὶ τῆς Ἀσίας
ς τῆς
ἰδίως Ἰωνίας
λεγομένης.
ιε Τὸ
πεντεκαιδέκατον
περιέχει
Ἰνδίαν καὶ
Περσίδα.
ιι Τὸ
ἑκκαιδέκατον
περιέχει τὴν
Ἀσσυρίων
χώραν, ἐν
ᾗ Βαβυλὼν
καὶ Νίσιβις,
πόλεις
μέγιστα, καὶ τὴν
Ἀδιαβηνὴν
καὶ
Μεσοποταμίαν,
Συρίαν
πᾶσαν, Φοινίκην,
Παλαιστίνην,
Ἀραβίαν
πᾶσαν καὶ ὅσα
τῆς Ἰνδικῆς
τῇ Ἀραβίᾳ
συνάπτει,
καὶ τὴν
Σαρακηνῶν,
ἣν Σκηνῆτιν
νλεγ. Σκηνῖτιν
καλεῖ, καὶ
πᾶσαν τὴν
παρακειμένην
τῇ τε νεκρᾶᾶ
θαλάσσῃ καὶ
τῇ ἐρυθρᾶ.
ιΖ Τὸ
ἑπτακαιδέκατον
περιέχει
αἴγυπτον
πᾶσαι καὶ
Λιβύην πᾶσαν.
ΣΤΡαΒωΝο
ΓεωΓΡαΦιΚωΝ
Τῆς τοῦ
φιλοσόφου
πραγματείας
εἶναι
νομίζομεν,
εἴπερ ἄλλην
τινά, καὶ
τὴν
γεωγραφικήν,
ἣν νῦν
προῃρήμεθα
ἐπισκοπεῖν.
ὅτι δ' οὐ
φαύλως
νομίζομεν ἐκ
πολλῶν δῆλον:
οἵ τε γὰρ
πρῶτοι
θαρρήσαντες
αὐτῆς ἅψασθαι
τοιοῦτοί
τινες ὑπῆρξαν,
Ὅμηρός
τε καὶ
Ἀναξίμανδρος
ὁ Μιλήσιος
καὶ Ἑκαταῖος,
ὁ πολίτης
αὐτοῦ, καθὼς καὶ
Ἐρατοσθένης
φησί: καὶ
Δημόκριτος
δὲ καὶ
εὔδοξος καὶ
Δικαίαρχος
καὶ Ἔφορος
καὶ ἄλλοι
πλείους:
ἔτι δὲ οἱ μετὰ
τούτους,
Ἐρατοσθένης
τε καὶ
Πολύβιος
καὶ
Ποσειδώνιος,
ἄνδρες
φιλόσοφοι.
ἥ τε
πολυμάθεια, δι' ἧς
μόνης
ἐφικέσθαι
τοῦδε τοῦ
ἔργου δυνατόν,
οὐκ ἄλλου
τινός ἐστιν ἢ
τοῦ τὰ θεῖα καὶ
τὰ ἀνθρώπεια
ἐπιβλέποντος,
ὧνπερ τὴν
φιλοσοφίαν
ἐπιστήμην
φασίν. ὡς
δ' αὕτως
καὶ ἡ ὠφέλεια
ποικίλη τις
οὖσα, ἡ
μὲν πρὸς τὰ
πολιτικὰ καὶ
τὰς
ἡγεμονικὰς
πράξεις,
ἡ δὲ πρὸς
ἐπιστήμην τῶν
τε οὐρανίων
καὶ τῶν ἐπὶ γῆς
καὶ θαλάττης
ζῴων καὶ φυτῶν
καὶ καρπῶν καὶ
τῶν ἄλλων ὅσα
ἰδεῖν παρ'
ἑκάστοις
ἔστι, τὸν
αὐτὸν
ὑπογράφει
ἄνδρα, τὸν
φροντίζοντα
τῆς περὶ τὸν
βίον τέχνης
καὶ
εὐδαιμονίας.
Ἀναλαβόντες
δὲ καθ' ἕκαστον
ἐπισκοπῶμεν
τῶν εἰρημένων
ἔτι μᾶλλον. καὶ πρῶτον
ὅτι ὀρθῶς
ὑπειλήφαμεν
καὶ ἡμεῖς καὶ
οἱ πρὸ ἡμῶν,
ὧν ἐστι καὶ
Ἵππαρχος,
ἀρχηγέτην
εἶναι τῆς
γεωγραφικῆς
ἐμπειρίας
Ὅμηρον, ὃς
οὐ μόνον ἐν τῇ
κατὰ τὴν
ποίησιν ἀρετῇ
πάντας
ὑπερβέβληται
τοὺς πάλαι καὶ
τοὺς ὕστερον,
ἀλλὰ σχεδόν
τι καὶ τῇ κατὰ
τὸν βίον
ἐμπειρίᾳ τὸν
πολιτικόν,
ἀφ' ἧς
οὐ μόνον περὶ
τὰς πράξεις
ἐσπούδασεν
ἐκεῖνος,
ὅπως ὅτι
πλείστας
γνοίη καὶ
παραδώσει
τοῖς ὕστερον
ἐσομένοις,
ἀλλὰ καὶ τὰ
περὶ τοὺς
τόπους τούς τε
καθ' ἕκαστα
καὶ τοὺς κατὰ
σύμπασαν τὴν
οἰκουμένην
γῆν τε καὶ
θάλατταν:
οὐ γὰρ ἂν
μέχρι τῶν
ἐσχάτων αὐτῆς
περάτων
ἀφίκετο τῇ
μνήμῃ κύκλῳ
περιιών.
Καὶ πρῶτον
μὲν τῷ ὠκεανῷ
περίκλυστον,
ὥσπερ
LIVRE II
Ἐν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπ' ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ γραμμῇ, πέρατα δ' αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας, ἐπ' ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν. γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου. μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων καὶ γὰρ αὐτὴν ὅλην τὴν καθ' ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας, εἶτα ἐπ' εὐθείας πως ἐκβάλλεσθαι παρ' ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς· τὸν γὰρ Ταῦρον ἐπ' εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον, ὥσθ' ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ δι' Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν. Ταῦτα δ' εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρχαῖον γεωγραφικὸν πίνακα· πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατ' αὐτόν, συνεπισπᾶσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ δεῖ γινομένην. πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην, ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις, ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι, ἐντεῦθεν δ' ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς, ὁ μάλιστα πιστεύεσθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους· ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν δι' Ἀθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον. ἄλλην δὲ πίστιν φέρει τοιαύτην, ὅτι τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Ποντικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ἰόντι καὶ τοὺς περὶ Ἀμισὸν ἢ Σινώπην τόπους, ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται· ἐκ δὲ Ἀμισοῦ πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν φερομένῳ πρῶτον μὲν ἡ Κολχίς ἐστιν, ἔπειτα ἡ ἐπὶ τὴν Ὑρκανίαν θάλατταν ὑπέρθεσις καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη· αὕτη δ' ἡ γραμμὴ διὰ Ἀμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου. ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχιλίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη, προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν οἱ δὲ τῆς Ἰνδικῆς. Πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθ' οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθ' οὓς δὲ καὶ τρισμυρίων· τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν. ἀπίθανον δή που νομίζει τὸ μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας τοὺς τοσοῦτον ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρ' αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕτως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν. οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾶᾶ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δ' οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ δι' Ἀθηνῶν παραλλήλου τοσοῦτον λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες; τίνες δὲ οἱ τὸ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπ' εὐθείας τε εἶναι λέγοντες καὶ ἐπ' ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾶᾶ ἔχοντι αὐτά; ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπ' εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ο'ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι. Καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται, τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῷ τηλικαύτην ἀρχήν, τῶν ἐπακολουθησάντων αὐτῷ, τῶν ἀντιδοξούντων, ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει· οἱ γὰρ κατ' ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν. οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς Ἀλεξάνδρῳ συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ· τὴν δ' ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.
Ἔτι φησὶν ὁ Ἵππαρχος ἐν τῷ δευτέρῳ ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου: ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν. εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλῆς, καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους ἡ διαφορά ἐστι, πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφωνοῦντας ἀλλήλοις, τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισχιλίων; Ἐροῦμεν δ' ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ἠἠτιάσατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν. οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δ' ἀπιστοῦμεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον. γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας: τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε. παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν: ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν, ὁ δ' ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι: διὸ καὶ πιστεύεται θᾶττον. Ἅπαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαντες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι, καθ' ὑπερβολὴν δὲ Δηίμαχος, τὰ δὲ δεύτερα λέγει Μεγασθένης, Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη. καὶ ἡμῖν δ' ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Ἀλεξάνδρου πράξεις: διαφερόντως δ' ἀπιστεῖν ἄξιον Δηιμάχῳ τε καὶ Μεγασθένει. οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλμους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους: ἀνεκαίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανομαχίαν, τρισπιθάμους εἰπόντες. οὗτοι δὲ καὶ τοὺς χρυσωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας: περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει, ὅπερ καὶ Ἐρατοσθένης φησίν. ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμβοθρα, ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς Ἀλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν: ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα, ὑφ' ἧς δή ποτε αἰτίας προαχθέντες. Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος: καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ ἀπίθανοι, οἷς κέχρηται ὁ Ἐρατοσθένης ... ... εἰ γὰρ ὁ διὰ ῥᾁδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς εἴληπται, καὶ ὁ διὰ τῆς Κιλικίας καὶ Ἀμισοῦ ὀρθῶς ἂν εἴη εἰλημμένος: φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται. Ὅ τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν, καὶ τοῖς ἀνέμοις ἐλέγχεται καὶ ὥραις καὶ καρποῖς καὶ ταῖς ἀνατολαῖς αὐταῖς: ὡς δ' αὕτως καὶ ἡ ἐπὶ τὴν Κασπίαν ὑπέρβασις καὶ ἡ ἐφεξῆς ὁδὸς μέχρι Βάκτρων. πολλαχοῦ γὰρ ἡ ἐνάργεια καὶ τὸ ἐκ πάντων συμφωνούμενον ὀργάνου πιστότερόν ἐστιν, ἐπεὶ καὶ αὐτὸς ὁ Ἵππαρχος τὴν ἀπὸ στηλῶν μέχρι τῆς Κιλικίας γραμμήν, ὅτι ἐστὶν ἐπ' εὐθείας καὶ ὅτι ἐπὶ ἰσημερινὴν ἀνατολήν, οὐ πᾶσαν ὀργανικῶς καὶ γεωμετρικῶς ἔλαβεν, ἀλλ' ὅλην τὴν ἀπὸ στηλῶν μέχρι πορθμοῦ τοῖς πλέουσιν ἐπίστευσεν. ὥστ' οὐδ' ἐκεῖνο εὖ λέγει τό "ἐπειδὴ οὐκ ἔχομεν λέγειν οὔθ' ἡμέρας με"γίστης πρὸς τὴν βραχυτάτην λόγον οὔτε γνώμονος "πρὸς σκιὰν ἐπὶ τῇ παρωρείᾳ τῇ ἀπὸ Κιλικίας μέχρι "ινδῶν, οὐδ' εἰ ἐπὶ παραλλήλου γραμμῆς ἐστιν ἡ λό"ξωσις ἔχομεν εἰπεῖν, ἀλλ' ἐᾶν ἀδιόρθωτον, λοξὴν φυ"λάξαντες, ὡς οἱ ἀρχαῖοι πίνακες παρέχουσι." πρῶτον μὲν γὰρ τὸ μὴ ἔχειν εἰπεῖν ταὐτόν ἐστι τῷ ἐπέχειν, ὁ δ' ἐπέχων οὐδετέρωσε ῥέπει, ἐᾶν δὲ κελεύων, ὡς οἱ ἀρχαῖοι, ἐκεῖσε ῥέπει. μᾶλλον δ' ἂν τἀκόλουθον ἐφύλαττεν, εἰ συνεβούλευε μηδὲ γεωγραφεῖν ὅλως: οὐδὲ γὰρ τῶν ἄλλων ὀρῶν τὰς θέσεις, οἷον Ἄλπεων καὶ τῶν Πυρηναίων καὶ τῶν Θρᾳκίων καὶ Ἰλλυρικῶν καὶ Γερμανικῶν, οὕτως ἔχομεν εἰπεῖν. τίς δ' ἂν ἡγήσαιτο πιστοτέρους τῶν ὑστέρων τοὺς παλαιοὺς τοσαῦτα πλημμελήσαντας περὶ τὴν πινακογραφίαν, ὅσα εὖ διαβέβληκεν Ἐρατοσθένης, ὧν οὐδενὶ ἀντείρηκεν Ἵππαρχος; Καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν. ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην, μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ στόμα τὸ κατὰ τὸ Βυζάντιον, ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους, ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν ὀρῶν, ὅσα ἂν συμβαίη ἄτοπα. τὸ πρῶτον μὲν γὰρ εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας, καθάπερ εἴρηκεν Ἵππαρχος πιστεύσας Πυθέᾳ, ὁ δ' αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῷ διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵππαρχος, δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους, τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανίτιδος ἂν εἴη: τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῷ ὠκεανῷ. Πάλιν δ' ἐπεὶ τὴν Κινναμωμοφόρον ἐσχάτην ἴσμεν οἰκουμένην πρὸς μεσημβρίαν, καὶ καθ' Ἵππαρχον αὐτὸν ὁ δι' αὐτῆς παράλληλος ἀρχὴ τῆς εὐκράτου καὶ τῆς οἰκουμένης ἐστί, καὶ διέχει τοῦ ἰσημερινοῦ περὶ ὀκτακισχιλίους καὶ ὀκτακοσίους σταδίους: ἐπεὶ οὖν φησὶν ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους καὶ τετρακισχιλίους σταδίους, εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ ὁρίζοντος τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον εἰς τὸν διὰ Βορυσθένους καὶ τῆς Κελτικῆς παρωκεανίτιδος στάδιοι δισμύριοι πεντακισχίλιοι διακόσιοι. ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρκτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὁ ἐπὶ τὴν Ἰέρνην, ἐπέκεινα μὲν οὖσαν τῆς Βρεττανικῆς, ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην, ὥστε τὰ ἐπέκεινα νομίζειν ἀοίκητα. οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πεντακισχιλίων, ὥστε περὶ τρισμυρίους εἶεν ἂν ἢ μικρῷ πλείους οἱ πάντες οἱ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζοντες. Φέρε δὴ ἐπὶ τὴν ἀνταίρουσαν τῇ Κινναμωμοφόρῳ καὶ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου πρὸς ἕω κειμένην ὑποβῶμεν. αὕτη δ' ἐστὶν ἡ περὶ τὴν Ταπροβάνην: ἡ "δὲ Ταπροβάνη πεπίστευται σφόδρα ὅτι τῆς Ἰνδικῆς πρόκειται πελαγία μεγάλη νῆσος πρὸς νότον, μηκύνεται δὲ ἐπὶ τὴν αἰθιοπίαν πλέον ἢ πεντακισχιλίους σταδίους, ὥς φασιν, ἐξ ἧς καὶ ἐλέφαντα κομίζεσθαι πολὺν εἰς τὰ τῶν Ἰνδῶν ἐμπόρια καὶ χελώνεια καὶ ἄλλον φόρτον. ταύτῃ δὴ τῇ νήσῳ πλάτος προστεθὲν τὸ ἀνάλογον τῷ μήκει καὶ δίαρμα τὸ ἐπ' αὐτὴν ἐκ τῆς Ἰνδικῆς τῶν μὲν τρισχιλίων σταδίων οὐκ ἂν ἔλαττον ποιήσειε διάστημα, ὅσον ἦν τὸ ἀπὸ τοῦ ὅρου τῆς οἰκουμένης εἰς Μερόην, εἴπερ μέλλει τὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τῇ Μερόῃ: πιθανώτερον δ' ἐστὶ καὶ πλείους τῶν τρισχιλίων τιθέναι. εἰ δὴ τοῦτο προσθείη τις τοῖς τρισμυρίοις, οἷς φησιν ὁ Δηίμαχος μέχρι τῆς εἰς Βακτρίους καὶ Σογδιανοὺς ὑπερθέσεως, ἐκπέσοι ἂν πάντα ταῦτα τὰ ἔθνη τῆς οἰκουμένης καὶ τῆς εὐκράτου. τίς ἂν οὖν θαρρήσειε ταῦτα λέγειν, ἀκούων καὶ τῶν πάλαι καὶ τῶν νῦν τὴν εὐκρασίαν καὶ τὴν εὐκαρπίαν λεγόντων πρῶτον μὲν τὴν τῶν προσβόρρων Ἰνδῶν, ἔπειτα δὲ καὶ τὴν ἐν τῇ Ὑρκανίᾳ καὶ τῇ Ἀρίᾳ καὶ ἐφεξῆς τῇ τε Μαργιανῇ καὶ τῇ Βακτριανῇ; ἅπασαι γὰρ αὗται προσεχεῖς μέν εἰσι τῇ βορείῳ πλευρᾶᾶ τοῦ Ταύρου, καὶ ἥ γε Βακτριανὴ καὶ πλησιάζει τῇ εἰς Ἰνδοὺς ὑπερθέσει, τοσαύτῃ δ' εὐδαιμονίᾳ κέχρηνται ὥστε πάμπολύ τι ἀπέχειν τῆς ἀοικήτου. ἐν μέν γε τῇ Ὑρκανίᾳ τὴν ἄμπελον μετρητὴν οἴνου φέρειν φασί, τὴν δὲ συκῆν μεδίμνους ἑξήκοντα, τὸν δὲ σῖτον ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεσθαι, ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖσθαι καὶ τῶν φύλλων ἀπορρεῖν μέλι, ὅπερ γίνεσθαι μὲν καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ: ἀλλ' ἐνταῦθα μὲν οὐκ ἐπ' ἴσης θαυμαστόν, εἴπερ εἰσὶ νοτιώτεραι τῆς Ὑρκανίας καὶ εὐκρασίᾳ διαφέρουσαι τῆς ἄλλης χώρας: ἐκεῖ δὲ μᾶλλον. ἐν δὲ τῇ Μαργιανῇ τὸν πυθμένα φασὶν εὑρίσκεσθαι τῆς ἀμπέλου πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν. παραπλησίαν δὲ λέγουσι καὶ τὴν Ἀρίαν, εὐοινίᾳ δὲ καὶ ὑπερβάλλειν, ἐν ᾗ γε καὶ εἰς τριγένειαν παραμένειν ἐν ἀπιττώτοις ἄγγεσι τὸν οἶνον: πάμφορον δ' εἶναι καὶ τὴν Βακτριανὴν πλὴν ἐλαίου, πλησίον τῇ Ἀρίᾳ παρακειμένην. εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν, ὅσα ὑψηλὰ καὶ ὀρεινά, οὐδὲν δεῖ θαυμάζειν: καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι, καὶ καθόλου τὰ μετέωρα ἐδάφη, κἂν πεδία ἦἦ. τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῷ εὐξείνῳ πολὺ βορειότερά ἐστι τῶν πρὸς τῷ Ταύρῳ: ἀλλ' ἡ μὲν Βαγαδανία, πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου, σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι, καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις, τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι. καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥᾳδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν. Τίν' ἂν οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ Βορυσθένη καὶ τὴν Κελτικὴν τὴν παρωκεανῖτιν; ὅπου μηδὲ φύεται ἄμπελος ἢ μὴ τελεσφορεῖ: ἐν δὲ τοῖς νοτιωτέροις τούτων καὶ ἐπιθαλαττιδίοις καὶ τοῖς κατὰ Βόσπορον τελεσφορεῖ,