XXV. Ἀθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα
καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζον καὶ κατηγόρων ἐπήγειρον πλῆθος.
παρ´ ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ
τῆς Παλαιστίνης. εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκό–
που καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ´ αὐτοὺς δείσας τὴν σκαιωρίαν. ἀλλὰ
τότε μὲν καίτοι συνελθεῖν ἀναγκαζόμενος ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνε–
βάλλετο· μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς ἧκεν εἰς Τύρον.
Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἐκέλευον
αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. κατηγόρουν δὲ αὐτοῦ
τοῦ μέρους Ἰωάννου Καλλίνικος ἐπίσκοπος καὶ Ἰσχυρίων τις ὡς μυστικὸν
ποτήριον συνέτριψε καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον καὶ Ἰσχυρίωνα τοῦτον
πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν
Αἰγύπτου ὕπαρχον, ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν
παρεσκεύασε, Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου
ἐκκλησίας καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον καθεῖλεν, ὅτι γέ, φησι, παρ–
ῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου
μυστικοῦ ποτηρίου, Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου
ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰ–
κισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. καὶ Εὔπλος δὲ καὶ Παχώ–
μιος καὶ Ἰσαὰκ καὶ Ἀχιλλεὺς καὶ Ἑρμαίων, τῶν ἀμφ´ Ἰωάννην ἐπίσκοποι,
πληγῶν αὐτοῦ κατηγόρουν, κοινῇ δὲ πάντες, ὡς δι´ ἐπιορκίας τινῶν εἰς τὴν
ἐπισκοπὴν παρῆλθεν, συνθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν
αὐτοῖς ἐγκλήματα διαλύσωσιν· ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας
τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ
δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν.

Ἐπὶ τούτοις τε καὶ τὰ κατὰ Ἀρσένιον ἀνεκινεῖτο. καὶ οἷα φιλεῖ ἐν
σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνε–
φύοντο κατήγοροι. καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων,
ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δι´ αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.
ὁ δὲ Ἀθανάσιος ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ
δικαστήριον τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο, τῶν δὲ πρὸς ἐπίσκεψιν ὑπέρ–
θεσιν ᾔτησεν. ἠπόρει δὲ λίαν καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχα–
ρισμένους καὶ μάρτυρας πολλοὺς κατ´ αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ
Ἀρείου καὶ Μελιτίου φρονούντων καὶ τοὺς συκοφάντας, ἐφ´ οἷς ἐγκλήμασιν
ἐκράτει, συγγνώμης ἀξιουμένους, καὶ μάλιστα ἐπὶ τῇ κατὰ Ἀρσένιον γραφῇ,
οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν, καὶ 〈τῇ κατὰ〉 γυ–
ναῖκά τινα, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆ–
ναι ἐνεκαλεῖτο. ἑκατέρα 〈δὲ〉 γραφὴ γελοία ἐφωράθη καὶ συκοφαντίας
ἀνάπλεως. ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνή,
παρεστὼς Ἀθανασίῳ Τιμόθεος Ἀλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα
συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον «ἐγώ σε», ἔφη, «ἐβιασάμην, ὦ γύναι;»
ἡ δέ· «ἀλλ´ οὐ σύ;» καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο. Ἀρ–
σένιον δὲ εἰς μέσον παρήγαγε καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἐπέδειξε
τοῖς δικασταῖς, καὶ ἐδεῖτο αὐτῶν εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπε–
φέροντο βραχίονος. ἔτυχε γὰρ Ἀρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος ἤ, ὡς
λέγεται, ὑπὸ τῶν ἐπιβούλων Ἀθανασίου κρυπτόμενος, ἀναγγείλαντός του
δι´ αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ καὶ πρὸ μιᾶς τοῦ
δικαστηρίου κατάρας εἰς Τύρον. ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέν–
τος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προ–
φάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνό–
δου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις. πρὸς δὲ τὸ δεύτε–
ρον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκο–
πος τῶν ὑπὸ Ἀθανάσιον κατὰ πρόσταξιν αὐτοῦ τὴν Ἀρσενίου οἰκίαν κατ–
έφλεξε, καὶ κίονι προσδήσας καὶ ἱμᾶσιν αἰκισάμενος ἐν οἰκίσκῳ καθεῖρξε·
διὰ θυρίδος δὲ ἀποδρᾶσαι τοῦτον καί, ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν
κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι· καὶ οἷά γε
ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν οἱ ἀμφὶ τὸν Ἰωάννην ἐπίσκοποι ἐζήτουν
αὐτὸν προσιόντες τοῖς ἄρχουσι.

Ταῦτ´ οὖν λογιζόμενος Ἀθανάσιος περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ
καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. μετὰ πολλὰς δὲ
συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων
τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους πάσῃ μηχανῇ χρῆναι
αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα καὶ βίαιον καὶ ἱερωσύνης ἀνάξιον, δείσαντες
οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα,
μή, ὡς εἰκὸς ἐν στάσει, καταδραμόντες αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα
αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου. ὁ δὲ λογισάμενος οὐκ ἀκίνδυνον
αὐτῷ διατρίβειν ἐν Τύρῳ οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων
παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. καταδικάζουσι
δὲ αὐτοῦ ἐρήμην ἡ σύνοδος καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς· καὶ ψηφίζονται
αὐτὸν μηκέτι τὴν Ἀλεξάνδρειαν οἰκεῖν, ἵνα μή, φησι, θορύβους καὶ στάσεις
παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας ὡς οὐ δικαίως
κακῶς παθόντας εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα
ἑκάστῳ διέδωκαν. δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ γράφουσι
τοῖς πανταχῇ ἐπισκόποις μὴ μεταδοῦναι αὐτῷ κοινωνίας μήτε γράφειν μήτε
γράμματα παρ´ αὐτοῦ δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ
τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. ἐδήλουν
δὲ διὰ τῆς ἐπιστολῆς ἐπὶ τοιαύτην προῆχθαι ψῆφον πρῶτον μὲν ὅσα χαλεπαί–
νοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ συν–
ελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους οὐκ ἀπήντη–
σεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν καὶ τῶν τοῦ κρα–
τοῦντος προσταγμάτων καταφρονήσας. πλειόνων δὲ συνελθόντων εἰς
Τύρον ἅμα πλήθει ἀφίκετο καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ,
πῇ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῇ δὲ τῶν ἐπισκόπων ἕκαστον προ–
πηλακίζων, ἄλλοτε δὲ καλούμενος ὑπ´ αὐτῶν μὴ ὑπακούων, ποτὲ δὲ κρίνεσθαι
μὴ ἀξιῶν. περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου
τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι Θεόγνιον τὸν
Νικαίας ἐπίσκοπον καὶ Μάριν τὸν Χαλκηδόνος καὶ Θεόδωρον τὸν Ἡρακλείας,ρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον,
ὥστε παραγενομένους εἰς τὴν κώμην, ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο,
τὸ ἀληθὲς ἀνευρεῖν. τοιαῦτα ἔγραψαν, καθ´ ἕκαστον ἔγκλημα δικανικῶς
ἐφαψάμενοι καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες.
οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν καὶ πολλοῖς τῶν παρόντων ἱερέων
κατεφαίνετο. λέγεται γοῦν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ
παραγενόμενον, λαβόμενον τῆς χειρὸς ἐξαναστῆσαι Μάξιμον τὸν Ἱεροσολύ–
μων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων ὁμολο–
γητὰς αὐτοὺς ὄντας καὶ δι´ εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους
καὶ τὰς ἀγκύλας πεπηρωμένους.

XXVI. Ἐν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας
ἐξεργασθέντος τοῦ ἐν Ἱεροσολύμοις νεὼ περὶ τὸν 〈τοῦ〉 Κρανίου χῶρον, ὃ μέγα
μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανός, ἀνὴρ τῶν
ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν
παρακελευομένην ἐν τάχει τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ τὸν νεὼ καθ–
ιερῶσαι. τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος ἀναγκαῖον ἐνόμισε πρότερον
ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκόπους διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφο–
ράς, οὕτω τε κεκαθαρμένους διχονοίας καὶ λύπης ἐπὶ τὴν ἀφιέρωσιν τοῦ
νεὼ χωρῆσαι· πρόσφορον γὰρ εἶναι τῇ τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν
ἱερέων. καὶ οἱ μὲν ἧκον εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθιέρωσαν καὶ
τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι
νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται καὶ πολὺ παρέχει θαῦμα τοῖς θεω–
μένοις πολυτελείας τε καὶ μεγέθους ἕνεκα. ἐξ ἐκείνου δὲ ἐτήσιον ταύτην
τὴν ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ Ἱεροσολύμων ἐκκλησία, ὡς καὶ μυήσεις
ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν, συνιέναι τε πολ–
λοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ´ ἥλιον, οἳ καθ´ ἱστορίαν τῶν ἱερῶν τόπων
πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως.

XXVII. Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ Ἀρείου φρονοῦντες τῶν ἐπισκό–
πων ἐσπούδασαν γενέσθαι ἐν Ἱεροσολύμοις σύνοδον καὶ κοινωνίας αὐτῷ
μεταδοῦναι καὶ Εὐζωίῳ· ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε.
πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν Ἀρείου
δογμάτων. καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. ὡς δὲ πολλοῖς
προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ (τοῦτο γὰρ
ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου), ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς
αὐτήν, καὶ κατεμέμφετο μὴ δικαίως Ἄρειον τὴν πατρίδα φεύγειν καὶ τῆς
ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ
Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Ἀλεξανδρέων ἐκκλησίαν· εὐδοκι–
μοῦντα γάρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν αὐτὸν ἐζηλοτύπησεν. ἀληθῆ δὲ
ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτερίσαι
τῶν ἐν Νικαίᾳ δοξάντων· ἐπεὶ δὲ νόσῳ περιέπεσε, καθυφωρᾶτο τελευτᾶν·
καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι
χάριν, ἣν ἂν αἰτήσειεν. ἐδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον
καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ θεῖον πείθεσθαι· ἑαυτὴν μὲν γάρ, ἔφη,
οἴχεσθαι καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν· περὶ αὐτοῦ δὲ
ὀρρωδεῖν, μή τι πάθοι ὑπὸ θεομηνίας ἢ αὐτὸς κακῶς πράξας ἢ τὴν ἡγεμονίαν
αἰσχρῶς ἀποβαλών, ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθείς
τισιν ἀιδίῳ φυγῇ ἐζημίωσεν. ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη
περὶ τὸν πρεσβύτερον τοῦτον· καὶ παρρησίας αὐτῷ μεταδοὺς καὶ κοινωσά–
μενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφή, ᾠήθη χρῆναι πάλιν πειραθῆναι τῶν
κατὰ τὸν Ἄρειον, ὡς εἰκὸς ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολὰς ἢ τῇ
ἀδελφῇ χαριζόμενος. οὐκ εἰς μακράν τε μετεκαλέσατο Ἄρειον ἀπὸ τῆς
φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ θεοῦ. ὁ δὲ τὸ
καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν ἁπλοῖς
ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος, καὶ ὅρκον ὤμοσεν
ἦ μὴν ὧδε πιστεύειν καὶ κατὰ νοῦν ταῦτα φρονεῖν καὶ μηδὲν ἕτερον ἐννοεῖν
παρὰ ταῦτα. ἔχει δὲ ὧδε·
«Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ
Ἄρειος καὶ Εὐζώιος πρεσβύτεροι.

‹Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτι–
›θέμεθα τὴν ἑαυτῶν πίστιν 〈καὶ〉 ἐγγράφως ὁμολογοῦμεν ἐπὶ θεοῦ οὕτως
‹πιστεύειν, καὶ αὐτοὶ 〈καὶ〉 πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.
›Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς κύριον Ἰησοῦν
‹Χριστὸν τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννη–
›μένον θεὸν λόγον, δι´ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς
‹γῆς, τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα καὶ παθόντα καὶ ἀναστάντα καὶ
›ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ
‹νεκρούς. καὶ εἰς ἅγιον πνεῦμα καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ
›μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν ἐκκλησίαν καθο–
‹λικὴν τοῦ θεοῦ τὴν ἀπὸ περάτων ἕως περάτων.
›Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων λέ–
‹γοντος τοῦ κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς »πορευθέντες μαθητεύσατε πάντα
›τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ
‹τοῦ ἁγίου πνεύματος.« εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχό–
›μεθα ἀληθῶς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ
‹ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν,
›κριτὴς ἡμῶν ἔσται ὁ θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. διὸ
‹παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλη–
›σιαστικοὺς ἡμᾶς ὄντας καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ
‹τῶν ἁγίων γραφῶν ἔχοντας ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ
›θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδή, περιῃρημένων
‹τῶν ζητημάτων καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν, ἵνα καὶ ἡμεῖς
›καὶ ἡ ἐκκλησία μετ´ ἀλλήλων εἰρηνεύσαντες τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς
‹εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασιλείας καὶ παντὸς τοῦ γένους σου κοινῇ
›πάντες ποιώμεθα.»

Ταύτης τῆς πίστεως τὴν γραφὴν οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι
καὶ τῷ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς
Ἀρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων
ἐπαμφοτερίζειν καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν. ὑπολα–
βὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν Ἄρειόν τε καὶ Εὐζώιον τοῖς ἐν
Νικαίᾳ συνεληλυθόσιν ἥσθη τῷ πράγματι. οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν εἰς
κοινωνίαν αὐτοὺς δέξασθαι πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων σολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκ–
θεσιν τῆς πίστεως, φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ´ αὐτοῖς τὴν σύνοδον,
ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες ἤν τε
μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ´ αὐτοῖς κεκριμένοις μεταμεληθεῖεν.
καιροῦ δὲ λαβόμενοι οἱ ταῦτα πάλαι σπουδάζοντες προφάσει τῶν βασιλέως
γραμμάτων ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ
τε τῷ βασιλεῖ ἔγραψαν καὶ τῇ ἐκκλησίᾳ Ἀλεξανδρείας καὶ τοῖς ἀνὰ τὴν
Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσά–
μενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος
ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν καὶ τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς
συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. καὶ τὰ μὲν ὧδε ἐν Ἱερο–
σολύμοις ἐσπουδάζετο.

XXVIII. Ἀθανάσιος δὲ φεύγων ἐκ Τύρου εἰς Κωνσταντινούπολιν ἦλθε, καὶ προσ–
ελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρετο παρόντων τῶν
καταδικασάντων αὐτοῦ ἐπισκόπων, καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γε–
νέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντῖνος δὲ εὔλογον εἶναι
δοκιμάσας τὴν αἴτησιν τάδε ἔγραψε τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις·
«Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου
‹καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ
›ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν,
‹ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορώντων. ἀλλὰ
›ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονικίας ταύτης κακὰ φανε–
‹ρῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀλη–
›θείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς
‹τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας
›ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων
‹ὑμῖν ἀκρίβειαν καὶ 〈ἐφ´〉 ἡμῶν αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν
›ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμ–
‹ματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. ἐπιβαίνοντί μοι λοιπὸν τῆς
›ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως
‹(συνέβαινε δέ με τηνικαῦτα ἐφ´ ἵππου ὀχεῖσθαι) ἐξαίφνης Ἀθανάσιος ὁ
›ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν εἶχεν,
‹ἀπροσδοκήτως οὕτω προσῆλθεν, ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν.
›μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις
‹ἦν 〈παρὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινές, καὶ
›ὅστις ἦν〉 καὶ τὴν ἀδικίαν ἣν πέπονθε, πυνθανομένοις, ὥσπερ εἰκός, ἀπήγ–
‹γειλαν ἡμῖν. ἐγὼ μὲν οὖν οὐ διειλέχθην αὐτῷ κατ´ ἐκεῖνο καιροῦ οὔτε
›ὁμιλίας ἐκοινώνησα. ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ
‹μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν
›ἕτερον παρ´ ἡμῶν ᾔτει ἢ τὴν ὑμετέραν ἄφιξιν, 〈ἣν〉 ἠξίωσεν ὑπάρξαι,
‹ἵν´ ὑμῶν παρόντων, ἃ πέπονθεν, ἀναγκαίως ἀποδύρασθαι δυνηθείη.
›ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως
‹ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν
›ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς
‹ἡμετέρας ἡμερότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς
›ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ´ ἐμοῦ, ὃν τοῦ θεοῦ
‹γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς
›πρὸς τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων
‹αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν
›ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει.
‹πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δι´ ἐμὲ τὸν τοῦ θεοῦ
›θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμάθηκαν, ὃν
‹ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο·
›ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον
‹εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες
›προβάλλεσθαι (οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττο–
‹μεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς εἰπεῖν, τὰ πρὸς
›ὄλεθρον τοῦ ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ´ ἐπείχθητε,
‹καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος, πεπεισμένοι
›ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ θεοῦ
‹ταῦτα ἐξαιρέτως φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνή–
›σεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ
‹παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι
›τοῦ 〈ἁγίου〉 ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.»
Τάδε τοῦ βασιλέως γράψαντος οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώ–
ρησαν, οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι
πρὸς βασιλέα δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον
διισχυρίζοντο. καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν
καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον ἔπεισαν ὡς μυστικὸν ποτήριον
συνέτριψεν, ἄλλα τε πολλὰ λοιδορησάμενοι ἐκράτησαν ταῖς διαβολαῖς. ὁ
δὲ βασιλεὺς ἢ ἀληθῆ τάδε πιστεύσας ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους
ὑπολαβών, εἰ ἐκποδὼν γένηται Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει
τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. καὶ ὁ μὲν ἀπήχθη.

XXIX. Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκεν Ἄρειος εἰς Αἴγυπτον.
μὴ κοινωνούσης δὲ αὐτῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας πάλιν ἦλθεν εἰς Κων–
σταντινούπολιν. ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ
καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον
ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς Ἀλέξανδρος ὁ
τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον ἐπειράθη διαλῦσαι τὴν σύνο–
δον. ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς Ἄρειον
σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων σφῶν αὐτῶν τὴν
ψῆφον ἄκυρον ποιεῖν καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ´ ἥλιον
συνεληλυθότων εἰς Νίκαιαν. οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις
οὐκ ἔπειθον τὸν Ἀλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρ–
τύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερ–
ορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας, Ἀρείῳ δὲ κοινωνήσειν τὸν μετ´
αὐτόν. ἐπὶ τούτοις τε ἀπηλλάγησαν τότε ἀλλήλων, οἱ μὲν τῇ προθεσμίᾳ
περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς, ὁ δὲ Ἀλέξανδρος προσευχόμενος μὴ
εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσε]τα δὲ αὐτὸν περιδεᾶ ἐποίει
καὶ ὁ βασιλεὺς ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. τῇ δὲ πρὸ τῆς προθε–
σμίας ἡμέρᾳ εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον παννύχιος ἔκειτο πρηνὴς τοῦ θεοῦ
δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ´ αὐτοῦ βεβουλευμένων. κατὰ
δὲ ταύτην τὴν ἡμέραν ἀπιών που περὶ δείλην ὀψίαν Ἄρειος, ἐξαπίνης ἀνα–
κινησάσης αὐτὸν τῆς γαστρός, τοῦ κατεπείγοντος ἐγίνετο καὶ εἰς δημόσιον
τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει,
εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν καταλαμβάνουσι νεκρὸν
ἐπὶ τῆς καθέδρας κείμενον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες
ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. ἐδόκει δὲ τοῖς μὲν ἀθρόᾳ νόσῳ ληφθεὶς
περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ´ ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντη–
σάντων πραγμάτων, αὐθωρὸν τεθνάναι, τοῖς δὲ ὡς δυσσεβήσας δεδωκέναι
δίκην. οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν
ἄνδρα. οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα Ἀθανασίῳ τῷ ἐπισκόπῳ
Ἀλεξανδρείας εἰς μέσον ἀγαγεῖν· ἔχει δὲ ὧδε·

XXX. «Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ
‹κοινωνός, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου
›Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ
‹πίστιν, ἔγραψεν ὁ δόλιος κρύπτων τὰς ἀναιδεῖς τῆς δυσσεβείας λέξεις,
›ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ
‹ὥς ἐστι γεγραμμένα. εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου »εἰ μηδὲν
›ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμυ–
‹νεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος«, ὤμοσεν ὁ ἄθλιος μήτ´ ἔχειν
›μήτ´ ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ´
‹αὐτοῦ. ἀλλ´ εὐθὺς ἐξελθὼν ὥσπερ δίκην δοὺς κατέπεσε »καὶ πρηνὴς γενό–
›μενος ἐλάκησε μέσος«. πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος
‹θάνατός ἐστιν, καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας,
›ἀδήλου ὄντος, μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. τὸ δὲ τέλος
‹Ἀρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον.
›τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν,
‹ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν. ὁ δὲ
›Ἄρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν,
‹καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι· πολὺς δὲ καὶ νῦν ἀγὼν ἦν ἐκείνων
›μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου. ἀλλ´ ὁ κύριος κριτὴς γενό–
‹μενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας
›αὐτὸν ἑλκυσάσης εἰς τόπον ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας
‹καὶ τοῦ ζῆν, εὐθὺς ἐστερήθη. καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος
›ἀκούσας ἐθαύμασεν εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον, πᾶσι δὲ τότε γέγονε
‹φανερόν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ καὶ ἡ ἐλπὶς δὲ
›Ἀρείου ματαία γέγονεν. ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ σωτῆρος ἀκοινώ–
‹νητος γέγονεν ἡ Ἀρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ »τῶν πρωτοτόκων ἐν
›οὐρανοῖς ἐκκλησίᾳ«. τίς οὖν οὐ θαυμάσειεν ὁρῶν τούτους δικαιῶσαι φιλο–
‹νικοῦντας, ὃν ὁ κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν
›αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον
‹εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν.»
Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. λόγος οὖν ἐπὶ πολλῷ χρό–
νῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ´ ᾗ τέθνηκεν· οἷα δὲ εἰς δημόσιον
χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρα–
κελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρό–
παιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος
Ἀρείου. χρόνῳ δὲ ὕστερον τῶν τὰ αὐτοῦ φρονούντων τις πλούσιός τε
〈καὶ〉 ἐν δυνάμει σπουδῇ χρησάμενος ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ
δημοσίου καὶ οἰκίαν κατεσκεύασε καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην
γενέσθαι τῷ δήμῳ καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως τὸν Ἀρείου
θάνατον κωμῳδεῖσθαι.

XXXI. Ἀλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος τέλος ἔσχεν ἡ ζήτησις ὧν ηὗρεν
δογμάτων, οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν
ἐπιβουλεύοντες. ἀμέλει τοι καὶ τοῦ Ἀλεξανδρέων δήμου συνεχῶς ἐκ–
βοῶντος καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς Ἀθανασίου καθόδου καὶ Ἀντω–
νίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος καὶ ἀντιβολοῦντος
μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, ἀλλὰ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατ–
ηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς, ἀλλὰ τοῖς μὲν Ἀλεξανδρεῦσιν ἔγραψεν
ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν, κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν
ἐπιτάττων· καὶ μὴ μετατεθήσεσθαι τῆς γνώμης ἰσχυρίζετο μηδὲ μετακα–
λεῖσθαι τὸν Ἀθανάσιον, ὡς στασιώδη καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον
κρίσει. Ἀντωνίῳ δὲ ἀντεδήλωσε μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν
τὴν ψῆφον. εἰ γὰρ καὶ ὀλίγοι, φησί, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ
δήπου πιθανὸν τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς
ὁμοίας γενέσθαι γνώμης· τὸν γὰρ Ἀθανάσιον ὑβριστήν τε εἶναι καὶ ὑπερή–
φανον καὶ διχονοίας καὶ στάσεων αἴτιον. οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς
αὐτὸν περὶ ταῦτα μάλιστα διέβαλλον αὐτόν, καθότι ὑπερφυῶς τοὺς τοιούτους
ὁ βασιλεὺς ἀπεστρέφετο. τότε γοῦν πυθόμενος διχῇ μεμερίσθαι τὴν
ἐκκλησίαν καὶ τοὺς μὲν Ἀθανάσιον, τοὺς δὲ Ἰωάννην θαυμάζειν, σφόδρα
ἠγανάκτησε καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. ἦν δὲ οὗτος ὁ Μελίτιον διαδεξά–
μενος καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν
καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες.
καίτοι γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς Ἀθανασίου ἐχθροῖς, ἀλλ´ ὅμως
ἐγένετο, καὶ οὐδὲν ὤνησεν Ἰωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυ–
θόσι. κρείττων γὰρ ἦν ὁ βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως
πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χρι–
στιανῶν.

XXXII. Τὸ δὲ Ἀρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο,
οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν ἢ ὄνομα τοῦ εὑρόντος, ἀλλὰ πάντες ἅμα
ἐκκλησίαζον καὶ ἐκοινώνουν, πλὴν Ναυατιανῶν καὶ τῶν ἐπικαλουμένων
Φρυγῶν, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες
ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν. κατὰ τούτων δὲ πάντων
νόμον θέμενος ὁ βασιλεὺς προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους
οἴκους καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν μήτε
δημοσίᾳ ἐκκλησιάζειν. κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο
καὶ εἰς ταύτην συνιέναι συνεβούλευε. διὰ τοῦτον δὲ τὸν νόμον τούτων τῶν
αἱρέσεων οἶμα σθῆναι μνήμην. ἐπὶ μὲν γὰρ τῶν πρὶν
βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ ταῖς δόξαις διεφέροντο, πρὸς
τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ ἐνομίζοντο καὶ κακῶς ὁμοίως ἔπασχον. σφᾶς
δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο, καὶ διὰ
τοῦτο ῥᾳδίως καθ´ ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον καὶ συνεχῶς
ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν. μετὰ δὲ τοῦτον
τὸν νόμον οὔτε δημοσίᾳ ἐκκλησιάζειν ἠδύναντο κωλυόμενοι οὔτε λάθρα τῶν
κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. ἐντεῦθεν δὲ περιδεεῖς
οἱ πλείους γενόμενοι τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο. οἱ δὲ καὶ ἐπὶ τῆς
αὐτῆς μείναντες γνώμης οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες
ἐτελεύτησαν, ὡς μήτε εἰς ταὐτὸν συνιέναι συγχωρούμενοι μήτε ἀδεῶς ὁμο–
δόξους ἐκδιδάσκειν δυνάμενοι. ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις
ὀλίγους τοὺς ζηλώσαντας ἔσχον ἢ διὰ σκαιότητα δογμάτων ἢ φαυλότητα
τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων. οἱ δὲ τὰ Ναυάτου
φρονοῦντες, ὡς ἀγαθῶν ἡγεμόνων ἐπιτυχόντες καὶ τὰ αὐτὰ περὶ τὸ θεῖον
τῇ καθόλου ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς καὶ διέμειναν,
οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς
ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμήνασθαι τοὺς ὑπηκόους προθέμενος.
καὶ Ἀκέσιος δὲ ὁ τότε ἐν Κωνσταντινουπόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος,
βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκός, ἐβοήθει τῇ ὑπ´ αὐτὸν
ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις
ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων, ἔνθα δὴ
ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσι.
Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας
ἐπίσκοπον καὶ Θεόγνιον τὸν Νικαίας ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ
τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν
τὸ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν οὐκ ἐθάρρησαν· ᾔδεσαν γὰρ βασιλέα
ὧδε δοξάζοντα. ἑτέραν δὲ ἐκθέμενοι γραφὴν ἐπὶ ῥηταῖς ἑρμηνείαις κατα–
δεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω
ἐπισκόποις. ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ
προτέρα ζήτησις καὶ δόξασα πεπαῦσθαι πάλιν ἀνεκινεῖτο.

XXXIII. Ἐν δὲ τῷ τότε καὶ Μάρκελλον τὸν Ἀγκύρας ἐπίσκοπον τῆς Γαλατῶν,
ὡς καινῶν δογμάτων εἰσηγητὴν καὶ τὸν υἱὸν τοῦ θεοῦ λέγοντα ἐκ Μαρίας
τὴν ἀρχὴν εἰληφέναι καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα
περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον καὶ
τῆς ἐκκλησίας ἐξέβαλον· καὶ Βασιλείῳ δεινῷ λέγειν καὶ ἐπὶ παιδεύσει ὑπει–
λημμένῳ ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν παροικίας. καὶ ταῖς
αὐτόθι ἐκκλησίαις ἔγραψαν ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον καὶ ἐξαφα–
νίσαι καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴ τινας εὕροιεν, μεταβάλλειν. καὶ
διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν,
ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν
τάδε. ἐλέγετο δὲ πρός τινων ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ καὶ
ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν
Εὐσέβιον, καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ μήτε ἐν τῇ κατὰ Φοινίκην
συνόδῳ συντεθειμένῳ τοῖς ὑπ´ αὐτῶν ὁρισθεῖσι μήτε ἐν Ἱεροσολύμοις ἐπὶ
Ἀρείῳ μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι δι´ ἀπο–
φυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας. ἀμέλει τοι γράφοντες περὶ αὐτοῦ τῷ
βασιλεῖ καὶ ταῦτα εἰς διαβολὴν προὔφερον, ὡς καὶ αὐτοῦ ὑβρισμένου ὑπ´
αὐτοῦ μὴ ἀξιώσαντος τὴν ἀφιέρωσιν τιμῆσαι τοῦ ἐν Ἱεροσολύμοις νεὼ οἰκο–
δομηθέντος. πρόφασις δὲ γέγονε Μαρκέλλῳ ταύτης τῆς γραφῆς Ἀστέ–
ριός τις ἐκ Καππαδοκίας σοφιστής, ὃς καὶ περὶ τοῦ δόγματος λόγους συγ–
γράφων τῇ Ἀρείου δόξῃ συμφερομένους περιιὼν τὰς πόλεις ἐπεδείκνυτο καὶ
τοῖς ἐπισκόποις καὶ ταῖς γινομέναις συνόδοις ὡς ἐπίπαν παρεγίνετο. ἀντι–
λέγων γὰρ αὐτῷ Μάρκελλος ἢ ἑκὼν ἢ οὐχ οὕτω νοήσας εἰς τὴν Παύλου
τοῦ Σαμοσατέως ἐξεκυλίσθη δόξαν. ἀλλ´ ὁ μὲν 〈ἐν〉 τῇ ἐν Σαρδοῖ συνόδῳ
ὕστερον τὴν ἐπισκοπὴν ἀνείληφε μὴ φρονεῖν ὧδε λογισάμενος.

XXXIV. Ὁ δὲ βασιλεὺς ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν
διελών, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κων–
σταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα ὡς αὐτομάτοις λουτροῖς χρη–
σόμενος ἧκεν εἰς Ἑλενόπολιν Βιθυνῶν. χαλεπώτερον δὲ διατεθεὶς διεκο–
μίσθη εἰς Νικομήδειαν, ἔνθα δὴ ἐν προαστείῳ διάγων ἐμυήθη τὴν ἱερὰν
βάπτισιν· ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς χάριν ὡμολόγει τῷ θεῷ. διαθή–
κην τε ποιήσας τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν ὡς πρότερον, πρεσβεῖα
δὲ τὰ μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν ἔδωκε
τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα Ἀρείου, ἀγαθὸν δὲ τῷ
βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή, καὶ ὅρκον προσθεὶς
ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται· οὔτε γὰρ οὗτος οὔτε ἄλλος
τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι. καὶ ὁ μὲν ταῦτα ἐντειλά–
μενος ὀλίγας ἐπεβίω ἡμέρας· καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη
γεγονώς, ἐν τούτοις δὲ τριάκοντα καὶ ἓν βασιλεύσας, ἀνὴρ ἐς τὰ μάλιστα τῆς
Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἄρξαι τῆς περὶ
τῆς ἐκκλησίας σπουδῆς καὶ εἰς ἄκρον ἀγαγεῖν ἐπιδόσεως, ἐπιτευκτικὸς δὲ
ὡς οὐκ οἶδ´ εἴ τις ἕτερος ἐν οἷς ἐπεχείρησεν· ἄνευ γὰρ θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ
ἐπεχείρει, ὅς γε πολέμων τε τῶν ἐπ´ αὐτῷ συμβάντων πρός τε Γότθους καὶ
Σαυρομάτας περιεγένετο καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως
μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν καὶ βασιλίδα πόλιν τὴν ἐπώ–
νυμον αὐτοῦ, τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε καὶ ἐν ὀλίγῳ
καθεῖλεν ὑπό τε ἀρχόντων καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδα–
σθεῖσαν. ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταν–
τινούπολιν ἐν λάρνακι χρυσῇ καὶ ἐπὶ βήματός τινος ἐν τοῖς βασιλείοις ἀπε–
τέθη. τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς
βασιλείοις. ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω
Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε·
καὶ βασιλικῶς κηδεύσας αὐτὸν ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκ–
κλησίᾳ, ἔνθα δὴ περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν,
ἀπὸ τούτου δὲ ὡς ἔκ τινος ἀρχῆς ἔθους γενομένου καὶ οἱ μετὰ ταῦτα τελευ–
τήσαντες ἐν Κωνσταντινουπόλει βασιλεῖς Χριστιανοὶ κεῖνται, οὐ μὴν ἀλλὰ
καὶ ἐπίσκοποι, ὡς καὶ τῆς ἱερωσύνης ὁμοτίμου οἶμαι τῇ βασιλείᾳ οὔσης,
μᾶλλον μὲν οὖν ἐν τοῖς ἱεροῖς τόποις καὶ τὰ πρῶτα ἐχούσης.